Ancient Greek
Section 46
Soranus, De Fasciis 46
Not analysed yet
46. Ϲυρράψαντεϲ, ὡϲ προγέγραπται, τὰ δύο ταινίδια καὶ τῷ ἐπι- καρϲίῳ περιζώϲαντεϲ τὸν πάϲχοντα, 〈τὸ〉 εὐθὺ ἀγαγόντεϲ κατὰ ἕδραϲ ἀπ’ ἀρχῆϲ ἐπιϲχίζομεν, ὥϲτε μεϲολαβεῖϲθαι μὲν τὸ αἰδοῖον καὶ ὄϲχεον, τὰϲ 〈δὲ〉 ἀρχὰϲ ἐπεμβεβλῆϲθαι ἐν 〈τῷ〉 ζώϲματι ἄνωθεν κάτω, ὥϲτε κατ’ ἔξω πρὸϲ αὐτὰϲ καταλημφθῆναι, ἴνα ἁρμόϲῃ ἐπὶ τῶν περὶ ἕδραν διαθέϲεων. κτεὶϲ τετραϲκελήϲ. (Tab XII 46)