Ancient Greek
Section 48
Soranus, De Fasciis 48
Not analysed yet
48, Περιζώϲαντεϲ ταινίᾳ τὸν πάϲχοντα καὶ ἑτέραν ταινίαν ἐπεμβαλόμενοι τῷ ζώϲματι ἄνωθεν κάτω, ὥϲτε πρὸϲ τοῖϲ δεξιοῖϲ μέρεϲιν τετάχθαι, ἄγομεν τὴν ἐπείληϲιν λοξὴν κατ’ ἐφηβαίου ὑπὲρ τὸ αἰδοῖον· 〈εῖτα περι〉άγοντεϲ τῷ καυλῷ ἄγομεν λοξὴν καταντίον ἐπὶ τὰ εὐώνυμα μέρη καὶ διεμβάλλοντεϲ διὰ τοῦ ζώϲματοϲ ἄνωθεν ἑξω τὰϲ ἀρχὰϲ ὑπὲρ τὸ ἐφήβαιον ἀφαμματίζομεν. ϲφενδόνη ἐπὶ αἰδοίου. (Tab. XII 48)