Ancient Greek
Section 47
Soranus, De Fasciis 47
Not analysed yet
47. Τῇ εὐθείᾳ τῆϲ προειρημένηϲ ϲυρραφῆϲ ἑτέραϲ ταινίαϲ μεϲό- τητα ϲυρράψαντεϲ μικρῷ τῆϲ πρώτηϲ ἀπέχουϲαν, ἐπιδήϲαντεϲ τὴν τετραϲκελῆ, ὡϲ εἴρηται, ἐκ περιϲϲοῦ ἄγομεν τὰϲ μὲν ἐπειλήϲειϲ τῆϲ πρώτηϲ ταινίαϲ κατὰ τῶν μηρῶν, τὰϲ δὲ ἀρχὰϲ ἐπεμβαλλόμεθα τῷ ζώϲματι 〈καὶ〉 πρὸϲ τὰϲ τῆϲ εὐθείαϲ καταλαμβάνομεν, ἵνα ἁρμόϲῃ ἐφ’ ὧν καὶ ἡ προγεγραμμένη. κτεὶϲ ἐξαϲκελήc. (Tab. XII 47)