Ancient Greek · ~1 min
Paragraph 1
Soranus, De signis Fracturarum 1
Not analysed yet
1. [Ἐπὶ κρανίου] Κάταγμά ἐϲτι διαίρεϲιϲ ὀϲτοῦ· κατ’ εἶδοϲ δὲ ἐπὶ κρανίου τὸ μὲν ὠνόμαϲται ῥωγμή, τὸ δὲ ἐγκοπή, τὸ δὲ καμάρωϲιϲ, τὸ δὲ ἐγγείϲωμα, τὸ δὲ ἐμπίεϲμα, τὸ δὲ ἀποϲκεπαρνιϲμόϲ, ὡϲ δὲ ἔνιοι λέγουϲιν, καὶ ἀπήχημα καὶ ἕλιγμα.