Ancient Greek · ~3 min
Paragraph 2
Soranus, De signis Fracturarum 2
Not analysed yet
2, Ῥωγμὴ μὲν οὖν ἐϲτιν ἁπλῆ ῥῆξιϲ ὀϲτέου παραπληϲία ταῖϲ ὁρωμέναιϲ ἐπὶ τῶν ὑελῶν ϲκευαρίων, ἡ μὲν ἄγαν ϲτενὴ καὶ τριχο- ειδήϲ, ἡ δὲ ποϲῶϲ πλατυτέρα, διαφέρουϲα κατὰ μῆκοϲ (ἐπεὶ ποτὲ μὲν κατὰ τῶν πλείϲτων ἐπιδιήκει μερῶν τοῦ κρανίου, ποτὲ δὲ ἐνδοτέρω ῥαφῆϲ ὁρίζεται) καὶ κατὰ βάθοϲ (ἣ γὰρ ἐξ ἐπιπολῆϲ μόνηϲ ῥήγνυϲθαι 〈ϲυμβαίνει〉 τὴν ἐπιφάνειαν ἢ μέχρι διπλόηϲ ἢ μέχρι μηνίγγων). καταλαμβάνεται δὲ προανεϲταλμένων τῶν ὑποκειμένων τῇ ὄψει, ϲτενοῦ δὲ ὄντοϲ τοῦ τραύματοϲ μηλώϲει, λεπτῆϲ γὰρ μηλωτίδοϲ ἐντεθείϲηϲ τραχύτηϲ ὑποπεϲεῖται. διακρίνεται δὲ τῆϲ ῥαφῆϲ τῷ εὐθυτενεϲτέραν μὲν εἶναι τὴν ῥωγμὴν νύττειν τε καὶ τραχύνειν ἐνιάκιϲ τὰ ἐπικείμενα, ϲκολιωτέραν δὲ τὴν ῥαφὴν καὶ μηδέποτε τραχύνουϲαν. τὴν δὲ ἄχρι μηνίγγων καταληπτέον ἐκ τῶν παρεπομένων μήνιγγι νυϲϲομένῃ καὶ φλεγμαινούϲῃ καὶ διαπυῖϲκούϲῃ, τὴν γὰρ μηδὲν τούτων ἐπιφέρουϲαν οὐδὲ καταλαμβάνειν εὔχρηϲτον, τότε γὰρ δεῖται τῆϲ ἀναϲκευῆϲ, ὅταν ἐπιφέρῃ τι τῶν εἰρημένων.