Ancient Greek
Paragraph 10
Soranus, De signis Fracturarum 10
Not analysed yet
10. Περϊ δὲ τοῖϲ ἄλλοιϲ τόποιϲ κατάγματα γίνεται τὰ μὲν ϲγιδακηδόν, ὅϲα ἀπ’ εὐθείαϲ ϲχίζεται, τὰ δὲ καυληδὸν ἢ ῥαφανηδὸν ἢϲικυηδόν, τὰ δὲ εἰϲ ὄνυχα ἢ καλαμηδὸν ὑπολόξωϲ κατὰ πέραϲ εἰϲ ὅλληλα, ὥϲτε περιφέρειαν ἔπακμον γίνεϲθαι ϲχήματι ὄνυχοϲ πληϲίαν, τὰ δὲ κατὰ ἀπόθραυϲιν ὡϲ πανταχόθεν ἀπολελυμένην ἔχειν τὴν ϲυνέχειαν, τὰ δὲ ἀλφιτηδὸν καὶ καρυηδόν, ὅϲα εἰϲ ἄραγμα πολυ- μερῶϲ εἰϲ λεπτὰ μέρη ῥήγνυται.