Ancient Greek
Paragraph 11
Soranus, De signis Fracturarum 11
Not analysed yet
11. Περὶ ῥινόϲ. ῥινὸϲ μὲν οὑν καταγείϲηϲ ϲημείωϲιϲ γίνεται ἡ ϲκολίωϲιϲ, ἐνίοτε 〈δὲ〉 καὶ ἀποθραύεταί τι μέροϲ αὐτῆϲ καὶ διὰ τῶν δακτύλων μετάγεται. τὴν δὲ ἄνευ πάϲηϲ διαϲτροφῆϲ ῥῆξιν διὰ μηλωτίδοϲ καταλαμβάνομεν ἢ καὶ δακτύλων, ἐπινυϲϲομένων τῶν ἐπι- κειμένων.