Ancient Greek
Paragraph 13
Soranus, De signis Fracturarum 13
Not analysed yet
13, Περὶ κλειδόϲ. κλειδὸϲ δὲ καταγείϲηϲ ϲχιδακηδὸν μὲν πλατυ- τέραν αὐτῆϲ τὴν θέϲιν ὁρῶμεν, πρόϲ τε τὴν ἐπέρειϲιν τῶν δακτύλων ἐντυποῦται τὸ δέρμα εἰϲ παραμήκη κοιλότητα καὶ προϲεπινύττεται· ῥαφανηδὸν δέ, πρὸϲ τὴν ἐπέρειϲιν τῶν δακτύλων κινούμενον ὑπὸ πίπτει τὸ ὀϲτοῦν καὶ πρὸϲ τὴν παραγωγὴν διὰ τῆϲ ψαύϲεωϲ τρίζει, ὁ δὲ θώραξ φαίνεται ϲτενότεροϲ περιτροπῆϲ γενομένηϲ, ὁρᾶται δὲ καὶ διαϲτροφὴ καὶ ὄγκοϲ καὶ κοιλότηϲ· εἰϲ ὄνυχα δέ, τὸ ἄκρον τοῦ κατά- γματοϲ ϲτεγνότερον ὑποπίπτει καὶ ϲκόλοπι παραπληϲίωϲ νύϲϲει τὸ ϲύγκριμα· ἀλφιτηδὸν δέ, πολλάκιϲ καὶ ἀνωμαλία τοῖϲ δακτύλοιϲ ὑπο- πίπτει.