Ancient Greek
Paragraph 12
Soranus, De signis Fracturarum 12
Not analysed yet
12. Περἱ γἐνυοϲ. γένυϲ δὲ ῥαφανηδὸν μὲν πολλάκιϲ, ϲχιδα- κηδὸν δὲ ὀλιγάχιϲ κατάγνυται. ποτὲ δὲ καὶ κατὰ θραῦϲιν ἀδιάϲτροφοϲ μένει ἢ διαϲτρέφεται ϲυννεύουϲα ἢ παραλλάϲϲουϲα ἄνω ὴ κάτω, ἔϲω ἢ ἔξω περιτρεπομένη. ϲημειωτέον δὲ τὸ ἐπὶ ταύτηϲ κάταγμα τῇ ὑπεροχῇ καὶ τῇ κοιλότητι καὶ τῆ διαϲτροφῇ τῇ πρόϲ τι τῶν εἰρημένων μερῶν, ὥϲτε μὴ κεῖϲθαι τοὺϲ ὀδόνταϲ αὐτοῖϲ καταλλήλωϲ, καὶ τῷ πρὸϲ τὴν διὰ τῶν δακτύλων κίνηϲιν ψόφον γίνεϲθαι κοὶ νυγμόν. ἐν δὲ τῆ ϲυννεύϲει τὴν ὑπεροχὴν ἐν τῇ εὐρυχωρίᾳ τοῦ ϲτόματοϲ εὺρίϲκομεν. γινομένηϲ δὲ περιοχῆϲ ἡ κοιλότητοϲ κὰν ταῖϲ ἐξαρθρήϲεϲι διακριτέον τὸ πρὸϲ τοῖϲ κορωνοῖϲ ῥαφανηδὸν γινόμενον κάταγμα διὰ τοῦ κινεῖ- ϲθαι κατὰ τὴν διὰ τῶν δακτύλων παραγωγήν, τὸ ἐξάρθρημα δὲ ἀκίνη- τον εἰναι μέχρι τῆϲ διαϲτάϲεωϲ.