Ancient Greek · ~1 min
Paragraph 15
Soranus, De signis Fracturarum 15
Not analysed yet
15. Περὶ ῥἀ χεωϲ. —ἡ δὲ ῥάχιϲ θραύεται. καταλαμβάνεται δὲ τραύματοϲ μὲν γενομένου διὰ τῆϲ ὄψεωϲ, χωρὶϲ δὲ τραύματοϲ ἡ μὲν ἁπλῆ ῥῆξιϲ διὰ τῆϲ πρὸϲ τούϲ δακτύλουϲ ὑποπιπτούϲηϲ ἀνωμαλίαϲ ϲὺν τῷ τοπικῷ πόνῳ, τὸ δὲ ἐμπίεϲμα διὰ τῆϲ κοιλότητοϲ καὶ ἀλγήματοϲ νυγματώδουϲ καὶ νάρκηϲ τοῦ παρακειμένου βραχίονοϲ καὶ εἴξεωϲ καὶ ψόφου.