Ancient Greek
Paragraph 16
Soranus, De signis Fracturarum 16
Not analysed yet
16. Περὶ ϲτέρνου. ϲτέρνου δὲ ἡ μεϲότηϲ μὲν διαιρεῖται καὶ ἐμπιεζεῖται, τὸ δὲ ἄκρον ἀποθραύεται. τὴν μὲν οὖν ῥῆξιν ϲημειωτέον διὰ τῆϲ πρὸϲ τοὺϲ δακτύλουϲ ἀνωμαλίαϲ καὶ τοῦ ψόφου, ἐμπίεϲμα 〈δὲ〉 διὰ τῆϲ κοιλότητοϲ καὶ τῆϲ ϲυνείξεωϲ, ἑπομένηϲ δυϲπνοίαϲ καὶ βηχὸϲ καὶ νύξεωϲ, ποτὲ δὲ καὶ αἵματοϲ ἀναγωγῆϲ.