Ancient Greek
Paragraph 19
Soranus, De signis Fracturarum 19
Not analysed yet
19. Περὶ βραχίονοϲ καὶ μηροῦ. βραχίονοϲ δὲ καταγέντοϲ ἢ μηροῦ διαϲτροφὴ γίνεται πρὸϲ τοὺϲ τέϲϲαραϲ τόπουϲ, πλεοναζόντωϲ δὲ ἐπὶ μηροῦ γίνεται πρὸϲ τὸν ἔμπροϲθεν 〈καὶ πρὸϲ τὸν ἔξω〉, καὶ γὰρ εἰϲ τούτουϲ φυϲικῶϲ γεγαύϲωται. παρέπεται δὲ ὄγκοϲ εἰϲ ὃ δια- ϲτρέφεται, κοιλότηϲ δὲ ἐξ οὐ μετάγεται, κίνηϲιϲ δὲ πρὸϲ τὴν διὰ τῶν χειρῶν παραγωγὴν καὶ ψόφοϲ καὶ ϲυναίρεϲιϲ τοῦ μήκουϲ,