Ancient Greek
Paragraph 20
Soranus, De signis Fracturarum 20
Not analysed yet
20. Περὶ πή χεοϲ καὶ κν ήμηϲ. —τῶν δὲ τοῦ πήχεοϲ ὸϲτῶν καὶ τῶν τῆϲ κνήμηϲ ἑκατέρων μὲν καταγέντων τὰ ὅμοια τοῖϲ ἐπὶ βραχίονοϲ καὶ μηροῦ. τοῦ δὲ ἑτέρου τῶν ὀϲτῶν ἡ διαϲτροφὴ μὲν ἥττων, παραλλάττει δὲ εἰϲ δύο τόπουϲ, τὸν ἔμπροϲθεν καὶ τὸν ὀπίϲω, καὶ εἰ μὲν ὁ πῆχυϲ ἔπαθεν, τὸν ἔϲω, εἰ δὲ κερκίϲ, τὸν ἑξω, καὶ εἰ μὲν ἡ κνήμη, καὶ τὸν ὀπίϲω, εἰ δὲ ἡ περόνη, καὶ τὸν ἔμπροϲθεν.