Ancient Greek · ~21 min
〈ϹΩΠΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Γ〉
Soranus, Gynaeciorum Libri IV Εὶ ἔϲτιν ἴδια πάθη γυναικῶν..1
Not analysed yet
1. Ἡ ϲκέψιϲ προτείνεται καὶ οὕτωϲ, εἰ ἔϲτιν ἴδια πάθη θηλειῶν, παρ᾿ ὅϲον ἐϲτὶν εἶδοϲ μὲν ἡ γυνή, γένοϲ δὲ τὸ θῆλυ. τὸ δὲ ‘ἴδιον’ λέγεται μὲν πολλαχῶϲ, πρὸϲ δὲ τὰ παρόντα διχῶϲ· τό τε μὴ ἑτέρου (καθ᾿ ὃ ϲημαινόμενον ἐϲθῆτά τιϲ ἰδίαν εἶναί φηϲιν ὡϲ ἰδιόκτητον) καὶ. τὸ μὴ ἀλλότριον (καθ᾿ ὃ ϲημαινόμενον ἑκάτεροϲ τῶν ἀδιαιρέτων ἀδελ- φῶν ἴδιον λέγει τὸ χωρίον ἢ τὸ ἀνδράποδον καίτοι καὶ τοῦ ἑτέρου πάντωϲ ὑπάρχοντα]. περὶ τοῦ προτέρου δὲ τῶν ϲημαινομένων ἔϲτιν ἡ ϲκέψιϲ. ‘πάθοϲ’ δὲ λέγεται τὸ μὲν κατὰ φύϲιν (οἶον τὸ ϲυλλαμβάνειν καὶ ἀποτίκτειν καὶ γάλα ποιεῖν), τὸ δὲ παρὰ φύϲιν (οἶον πυρέττειν) καὶ τοῦ παρὰ φύϲιν τὸ μὲν ὡϲ καθόλου καὶ γενικόν (οἷον τὸ ϲτεγνὸν). τὸ δὲ μερικὸν καὶ ὑποβεβηκόϲ ίοἷον τὸ φρενιτικὸν ἢ ληθαργικόν). ἐνέϲτηκεν δὲ μάλιϲτα ὁ λόγοϲ 〈περὶ〉 τοῦ παρὰ φύϲιν καθ᾿ ὅλου τε καὶ κατὰ μέροϲ. 2. ἡ δὲ ζήτηϲιϲ εὔχρηϲτοϲ ἕνεκα τοῦ μαθεῖν, εἰ καὶ ἰδίαϲ τινὸϲ θεραπείαϲ χρήζουϲιν αἱ γυναῖκεϲ. καὶ γεγένηται δὲ διαφωνία· τινὲϲ μὲν γὰρ ὑπολαμβάνουϲιν ἴδια πάθη γίγνεϲθαι γυναικῶν, καθάπερ οἱ ἀπὸ τῆϲ ἐμπειρίαϲ καὶ Διοκλῆϲ ἐν τῷ πρώτῳ τῶν Γυναικείων καὶ τῶν Ἐραϲιϲτρατείων Ἀθηνίων· καὶ Μιλ- τιάδηϲ, τῶν Ἀϲκληπιαδείων δὲ Λοὑ |κιοϲ ἐν τῷ τρίτῳ τῶν Χρονίων καὶ Δημήτριοϲ ὁ Ἀπαμεύϲ, τινὲϲ δὲ μὴ γίνεϲθαι. καθάπερ κατὰ τοὺϲ πλείϲτουϲ Ἐραϲίϲτρατοϲ καὶ Ἡρόφιλοϲ, ὡϲ παραϲεϲημείωται, καὶ Ἀπολλώνοιϲ ὁ Μῦϲ ἐν τῷ πρώτῳ καὶ τρίτῳ 〈τῶν Περὶ〉 τῆϲ αἱρέϲεωϲ καὶ Ἀϲκληπιάδηϲ κατὰ τοὺϲ πλείϲτουϲ καὶ ὁ Φιλαλήθηϲ Ἀλέξανδροϲ Θεμίϲων τε καὶ Θεϲ- ϲαλὸϲ καὶ οἱ ἀπ᾿ αὐτῶν. 3. εἰϲ μέντοι τὴν ϲυνηγορίαν τοῦ ἴδια πάθη γίνεϲθαι γυναικῶν τοιαῦτά τινα φέρεται. γυναικείουϲ τινὰϲ λέγομεν ἰατρούϲ, ὅτι τὰ γυναικῶν θεραπεύουϲι πάθη, καὶ μαίαϲ ἐν ταῖϲ νόϲοιϲ ὁ βίοϲ εἴωθεν παρακαλεῖν, ὅταν αἱ γυναῖκεϲ ἴδιόν τι πάϲχωϲιν καὶ ὃ μὴ κοινόν ἐϲτιν πρὸϲ τοὺϲ ἄνδραϲ· φύϲει τε τὸ θῆλυ τοῦ ἄρρενοϲ διαφέρει μέχρι τοῦ καὶ Ἀρϲτοτέλην καὶ Ζήνωνα τὸν Ἐπικούρειον εἰπεῖν ἀτελὲϲ μὲν εἶναι τὸ θῆλυ, τέλειον δὲ εἶναι τὸ ἄρρεν· ὃ δὲ τῆ ὅλῃ φύϲει διαφέρει, τοῦτο καὶ ἰδίαν ἐπεδέξατο πεῖϲιν. ἔτι γε μὴν ἡ μήτρα μέροϲ ἴδιον γυναικῶν, καὶ τὰ ἐνεργήματα τῆϲ μήτραϲ ἐπὶ μόνων τούτων ἐϲτίν, οἷον κάθαρϲιϲ, ϲύλληψιϲ, ἀπότεξιϲ *********πάθη δὲ ἑπτὰ πρῶτα καὶ ἁπλᾶ· διόπερ οὐδὲν ἴδιον ὑποϲτήϲεται πάθοϲ γυναικῶν. καὶ Ἡρόφιλοϲ ἐν τῷ Μαιωτικῷ φηϲι τὴν ὑϲτέραν ἐκ τῶν αὐτῶν τοῖϲ ἄλλοιϲ μέρεϲι πεπλέχθαι καὶ ὑπὸ τῶν αὐτῶν δυνά- μεων διοικεῖϲθαι καὶ τὰϲ αὐτὰϲ παρακειμέναϲ ἔχειν ὕλαϲ καὶ ὑπὸ τῶν αὐτῶν αἰτιῶν νοϲοποιεῖϲθαι (καθάπερ πλήθουϲ, πάχουϲ, διαφορᾶϲ τῶν ὁμοίων)· οὐδὲν οὖν ἴδιον πάθοϲ γυναικῶν πλὴν τοῦ κυῆϲαι καὶ τοῦ τὸ κυηθὲν ἐκθρέψαι καὶ ἀποτεκεῖν καὶ τὸ γάλα πεπᾶναι καὶ τὰ ἐναντία τούτοιϲ. οἱ δὲ Ἀϲκληπιάδειοι καταϲκευάζοντεϲ ὡϲ οὐδέν ἐϲτιν πάθοϲ ἴδιον γυναικῶν φαϲιν, ὅτι τὸ θῆλυ τοῖϲ ἄρρεϲιν ἐκ τῶν αὐτῶν ϲυγκέκριται, ϲτοιχείων ὥϲπερ, τῶν ὄγκων καὶ ὑπὸ τῆϲ αὐτῆϲ αἰτίαϲ νοϲοποιεῖται (τοῦτ᾿ ἔϲτιν τῆϲ ἐνϲτάϲεωϲ, ταύτην γὰρ τῶν πλείϲτων παθῶν ϲυνεκτικὴν εἶναί φαϲιν) καὶ δι〈ὰ τῶν〉 αὐτῶν θεραπεύεϲθαι ποιουμένων τε καὶ προϲφερομένων· οὐδὲν οὖν ἴδιον πάθοϲ θηλειῶν, κοινὴ γὰρ αὐτῶν καὶ ἡ φυϲιολογία καὶ ἡ αἰτιολογία καὶ ἡ θεραπεία. Θεμίϲων δὲ καὶ Θεϲϲαλὸϲ †ἐπὶ παρὰ τὰϲ ἐν τοῖϲ ἄλλοιϲ μέρεϲιν τοῦ ϲώματοϲ **διὰ τοῦτό φαϲι μὴ εἶναι ἴδιον πάθοϲ γυναικῶν. 4. καὶ τούτοιϲ μὲν ϲυναινοῦμεν, ἐξαμαρτάνειν δὲ 〈λέγομεν〉 τοὺϲ ἄλλουϲ ταῖϲ ἀποδείξεϲι. φαμὲν γὰρ οὔτε τι τριπλεκὲϲ εἶναι ἡμῶν τὸ ϲῶμα καὶ διοικεῖϲθαι μὲν ταῖϲ ὔλαιϲ, αἰτίαν δὲ προκαταρκτικὴν μὲν πληθώραν εἶναι τοῦ αἴματοϲ, ϲυνεκτικὴν δὲ τὴν μετέραϲίν τε καὶ ϲφήνωϲιν· πάθη δὲ ἑπτὰ κατὰ γένοϲ 〈ὑπάρχειν〉 οὐκ ἀληθέϲ, ὡϲ παρίϲταμεν διὰ πολλῶν ἐν ἑτέροιϲ. εἰτα παρὰ τὴν ποιὰν τῶν πρώτων ϲυμπλοκὴν ἐνδέχεται μέροϲ ἐπὶ θηλειῶν γεγονέναι τι διάφο- ρον (καὶ γὰρ τὰ λοιπὰ μέρη διαφέροντα κατὰ πολὺ διὰ τῆϲ ποιᾶϲ ϲυγκρίϲεωϲ τῶν ἀγγείων ὁ Ἐραϲίϲτρατόϲ φηϲι γεγονέναι)· κἂν μὴ διαφέρῃ τῶν ἄλλων, ἐνδέχεται πάϲχειν αὐτὸ διαφόρωϲ, ὅτι καὶ τὸ αὐτὸ μέροϲ ποτὲ μὲν ϲτεγνοπαθεῖ, ποτὲ δὲ ῥευματίζεται. τὰ δὲ ὅμοια καὶ πρὸϲ Ἡρόφιλον λεκτέον καὶ πρὸϲ Ἀϲκληπιάδην καταψευδό- μενον μὲν τῶν ϲτοιχείων, καταψευδόμενον δὲ καὶ τῆϲ αἰτίαϲ. εἶτα καὶ τὴν ἔνϲταϲιν οὐ πάντων, ἀλλὰ τῶν πλείϲτων ϲυνεκτικὴν εἶναὶ φηϲιν διὰ τὸ τὸν βούλιμον καὶ ὕδρωπα καὶ τὸν πρὸϲ τῆ ὑπεκλύϲει πυρετὸν ὑπ᾿ ἄλληϲ αἰτίαϲ ϲυνέχεϲθαι. δύναται τοίνυν ὅϲον ἐφ᾿ ἑαυτῷ ϲυϲτῆναί τι πάθοϲ ἴδιον γυναικῶν οὐχ ὑπ᾿ ἐνϲτάϲεωϲ γινόμενον, ὡϲ ἐπὶ τῶν δυϲτοκιῶν. 5. κατὰ ψιλὴν μὲν οὖν τὴν ἀπόφαϲιν πάντεϲ οὖτοι καλῶϲ ἠνέχθηϲαν, κατὰ δὲ τὰϲ ἀποδείξειϲ ἐϲφάληϲαν. ἡμεῖϲ μέντοι κατὰ φύϲιν ἴδια πάθη λέγομεν γυναικῶν (οἶον τὸ ϲυλλαμβάνειν καὶ ἀπο- τίκτειν καὶ γαλακτουργεῖν, εἰ ταῦτα βούλεταί τιϲ τὰ ἔργα πάθη προϲ- αγορεύειν), παρὰ φύϲιν δὲ κατὰ γένοϲ μὲν οὐδαμῶϲ, κατ᾿ εἶδοϲ δὲ καὶ κατὰ μέροϲ. ὅϲον μὲν γὰρ ἐπὶ τοῖϲ ἀναβεβηκόϲι, κοινῶϲ τοῖϲ ἄρρεϲι νοϲεῖ τὸ θῆλυ ϲτεγνοπαθοῦν καὶ ῥευματιζόμενον ὀξέωϲ ἢ χρο- νίωϲ τάϲ τε αὐτὰϲ τῶν καιρῶν διαφορὰϲ ὑπομένον καὶ τὸ μέγεθο τῆϲ νόϲου καὶ τὴν ἀτονίαν τῆϲ δυνάμεωϲ καὶ τὰϲ ἐν τοῖϲ ἀλλοτρίοιϲ, ἕλκεϲί τε καὶ τραύμαϲι, διαφοράϲ· ὅϲον δὲ ἐπὶ τοῖϲ κατὰ μέροϲ καὶ εἰδικὴν ἔχουϲι τὴν παραλλαγήν, ἰδίοιϲ κέχρηται πάθεϲι, τοῦτ᾿ ἔϲτιν ϲυμπτωμάτων χαρακτῆρϲι δια φόροιϲ. ὅθεν καὶ ὑπὸ τὴν αὐτὴν κατὰ γένοϲ ἄγεται θεραπείαν, ὅπερ πλατύτερον διὰ τῶν ἑξῆϲ ῥηθηϲομένων ἔϲται κατανοῆϲαι.