Ancient Greek · ~61 min
〈ϹΩΠΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Γ〉
Soranus, Gynaeciorum Libri IV Ι. Περὶ ἐποχῆϲ ἐμμήνων καὶ ϲτραγγῆϲ καὶ μετὰ πόνου καθάρϲεωϲ..1
Not analysed yet
6. Τῶν ὑπαγομένων διαίτῃ παθῶν περὶ πρώτηϲ διαλαμβάνομεν ἐποχῆϲ ἐμμήνων, ἐπεὶ καὶ πρῶτον ἔργον ὑϲτέραϲ ἡ κάθαρϲιϲ. διαφέρει δὲ τῆϲ ἐποχῆϲ ἡ μετὰ πόνου καὶ ϲτραγγὴ κάθαρϲιϲ (ὡϲ καὶ τῆϲ ὶϲχου- ρίαϲ ἡ ϲτραγγουρία καὶ δυϲουρία)· παντελὴϲ μὲν οὖν κώλυϲίϲ ἐϲτιν τοῦ διὰ μήτραϲ φερομένου κατὰ φύϲιν αἵματοϲ ἡ ἐποχή, παραποδιϲμὸϲ δὲ τῆϲ ἀποκρίϲεωϲ ἡ ϲτραγγὴ κάθαρϲιϲ. ἕτερον δέ ἐϲτι καὶ τὸ μὴ καθαίρεϲθαι τοῦ ἐπέχεϲθαι τὸ ἔμμηνον. τῇ μὲν γὰρ ἐποχῇ καὶ τὸ μὴ παρεῖναι τὴν κάθαρϲιν ϲυμβέβηκεν, τῷ δὲ μὴ καθαίρεϲθαι οὐ πάντωϲ καὶ τὸ ἐπέχεϲθαι τὸ ἔμμηνον, οἷον ἐπὶ προηλίκων καὶ πρεϲβυτίδων καὶ ἄλλων τινῶν ἐμφερῶν· ἄτοπον γὰρ ἐπὶ τούτων ἐποχὴν λέγειν ἐμμήνων, ἐφ᾿ ὧν οὐδὲ παράκειται τὸ καθαρθηϲόμενον. ἐντεῦθεν ἐπαναβεβηκὸϲ μὲν τὸ μὴ καθαίρεϲθαι καὶ κοινὸν τοῦ παρὰ φύϲιν καὶ 〈τοῦ〉 κατὰ φύϲιν, ὑποβεβηκὸϲ δὲ καὶ πάντοτε παρὰ φύϲιν τὸ ἐπέχε- ϲθαι τὸ ἕμμηνον. 7. τῶν οὖν μὴ καθαιρομένων αἱ μὲν μηδὲν ἔχουϲαι πάθοϲ οὐ καθαίρονται φυϲικῶϲ, ἢ διὰ τὴν ἡλικίαν (καθάπερ αἱ λίαν νέαι καὶ πάλιν πρεϲβύτιδεϲ) ἢ αἱ ϲυνειληφυῖαι καὶ ἀνδρώδειϲ καὶ ϲτεῖραι φω- ναϲκοί τε καὶ γυμναϲτικαί, |[καὶ] μηδενὸϲ ἐπ᾿ αὐτῶν εὶϲ κάθαρϲιν περιϲϲεύοντοϲ, ἐξαναλιϲκομένου 〈δὲ〉 ὑπὸ τῶν γυμναϲίων ἢ μεταβάλ- λοντοϲ εἰϲ ϲάρκαϲ· αἱ δὲ διὰ νόϲον τῆϲ μήτραϲ ἢ τοῦ ἄλλου ϲώματοϲ ἢ ἑκατέρων, ὑϲτέραϲ μέντοι 〈τοῦ〉 ἀτρήτου λεγομένου ϲυμπτώματοϲ ὑποϲτάντοϲ ἢ περιτυλώϲεωϲ ἢ ϲκίρου ἢ φλεγμονῆϲ ἢ οὐλῆϲ ἐφ᾿ ἑλ- κώϲει γενομένηϲ ἢ μύϲεωϲ περὶ τὸ ϲτόμιον (διά τε ἄλλα καὶ μακρὰν χηρείαν) ἢ παρεγκλίϲεωϲ, τοῦ τε ἄλλου ϲώματοϲ οἷον ἀτροφίαϲ περὶ αὐτὸ γινομένηϲ καὶ πολλῆϲ ἰϲχνώϲεωϲ καὶ ϲυντήξεωϲ ἢ πιμελώδουϲ ϲαρκὸϲ παρεγχύϲεωϲ ἢ καχεξίαϲ ἢ πυρετῶν καὶ μακρᾶϲ ἀρρωϲτίαϲ ἢ δι᾿ αίμορροῖδων ἢ δι᾿ ἐμέτων ἢ τῆϲ διὰ ῥινῶν αἱμορραγίαϲ [ἢ] τῆϲ ὕληϲ εἰϲ ταῦτα τὰ μέρη μεταλαμβανομένηϲ. 8. ϲημειωτέον τοίνυν τὴν ἡλικίαν τῇ ἐντεύξει, γνωριζομένην τῇ ἀνακρίϲει τοῦ πλήθουϲ τῶν ἐτῶν, τὴν δὲ ϲύλληψιν ἐξ ὧν ἔμ- προϲθεν ὑπεδείξαμεν, τὰϲ δὲ ἀνδρώδειϲ ϲυγκρίνομεν ἐκ τῆϲ ὄψεωϲ, τὸ δὲ ἐπιτήδευμα καὶ τὸν βίον ἐκ τῆϲ ἀνακρίϲεωϲ· τὰϲ δὲ διὰ νόϲον τῆϲ. μήτραϲ τῇ τοῦ ἄλλου ϲώματοϲ ὑγείᾳ, τὰϲ δὲ διὰ πάθοϲ περὶ τοὺϲ. γυναικείουϲ τόπουϲ ἢ τὸν ἄλλον ὄγκον ὑποπῖπτον τῷ πρότερον πεφηνυῖαν τὴν κάθαρϲιν μηκέτι παρεῖναι τῆϲ γυναικὸϲ ἔτι ἀκμαζούϲηϲ, καὶ βάροϲ ὀϲφύοϲ ἢ διάταϲιν ἢ πόνον ἐφηβαίου τε καὶ βουβώνων παρακολουθεῖν, ἢ ἀνατροπὴν ϲτομάχου καὶ ὑπτίωϲιν ἦχόν τε τῶν ὤτων καὶ παραποδιϲμὸν τῆϲ ὁράϲεωϲ ἢ κεφαλῆϲ βάροϲ ἢ πόνον ἢ πύρωϲιν προϲώπου καὶ κύρτωϲιν ἀγγείων τῶν περὶ τὸ ἰνίον καὶ τὰϲ ῥίζαϲ τῶν ὀφθαλμῶν ἀλγεῖν. ϲυνδραμόντοϲ δέ ποτε τοῦ μὴ καθαίρε- ϲθαι διά τινα τῶν κατὰ φύϲιν προφάϲεων (οἷον εἰ τύχοι ϲύλληψιν παρεῖναι καὶ πάθοϲ τῶν εἰωθότων ἐπέχειν τὸ ἔμμηνον) ἐπιϲυντιθέντεϲ τὰϲ ϲημειώϲειϲ καταλαμβάνομεν, ὅτι [ὃ] μὴ τῷ τοῦ πάθουϲ λόγῳ γέγονεν ἡ ἐποχή. κὰν διαλάθῃ δέ, βλαβερὸν οὐδέν, ἐπεὶ μηδὲν ἐξαιρέ- τωϲ πρὸϲ τὴν ἐποχὴν τῶν ἐμμήνων πράττομεν, ἐξ εὐθείαϲ δὲ πᾶϲαν τὴν ὑποκειμένην νόϲον ἀναϲκευάζομεν, εἴτε ἐπέχει τὸ ἔμμηνον εἴτε καὶ μή. 9. τὰϲ μὲν οὖν δίχα πάθουϲ μὴ καθαιρομέναϲ δι᾿ ἡλικίαν [οὐ] φυϲικῶϲ οὐ δεῖ θεραπεύειν. οὐδὲν γὰρ ἐνοχλοῦνται, καὶ ἄλλωϲ μετα- θεῖναι φύϲιν ἢ ἀδύνατον ἢ οὐ ῥᾴδιον, ἔϲθ᾿ ὅπου δὲ καὶ ἐπιϲφαλέϲ. εἰ γὰρ ἐναντίωται τῷ κατὰ φύϲιν τὸ παρὰ φύϲιν, ἀνάγκη τὸ κατὰ φύϲιν μεταλαμβανόμενον εἰϲ τὸ ἐναντίον γενέϲθαι παρὰ φύϲιν. τὰϲ δὲ διὰ γυμναϲτικὴν ἀγωγὴν ἢ ἀναφωνήϲειϲ εὐτόνουϲ μὴ καθαιρομέναϲ οὐδὲ αὐτὰϲ δεῖ θεραπεύειν ἄτε μηδὲν πάθοϲ ἐχούϲαϲ. εἰ δ᾿ ἕνεκα τοῦ μὴ ϲυλλαμβάνειν ἐπιζητοῖεν τὴν κάθαρϲιν, τρυφερώτερον αὐτὰϲ ἀκτέον κατ᾿ ἐπίϲταϲιν τοῦ ἐμπράκτου τῆϲ διαίτηϲ, ἵν᾿ ἀκμὴν θηλύτερα τὰ ϲώ ματα γένηται. τὰϲ δὲ διά τι πάθοϲ μὴ καθαιρομέναϲ ἀκολούθωϲ τῷ πεποιηκότι πάθει τὴν ἐποχὴν τῶν ἐμμήνων θεραπευτέον, περικόπτοντα μὲν τὸν ὑμένα ἢ τὴν ϲάρκα ἐπὶ τῶν ἀτρήτων, μαλάϲϲοντα δὲ καὶ μεταϲυγκρίνοντα τὴν περιτύλωϲιν καὶ τὸν ϲκίρον, χαλῶντα δὲ παρηγο- ρικῶϲ τὴν φλεγμονήν, λεπτύνοντα δὲ ὡϲ ἔϲτιν τὴν οὐλήν, ἀνιέντα δὲ τὰϲ μύϲειϲ καὶ παρεγκλίϲειϲ, ἀναλαμβάνοντα δὲ καὶ ϲαρκοῦντα τὰϲ ἰϲχνὰϲ καὶ ἀτρόφουϲ, μεταβάλλοντα δὲ τὰϲ καχεξίαϲ καὶ τὴν πιμελὴν καθαιροῦντα, καὶ λούοντα μὲν τὰϲ πυρεϲϲούϲαϲ, ἀναϲκευάϲαντα δὲ πᾶν ἀρρώϲτημα ἢ νέον ἡ χρόνιον, καὶ τὰϲ μὲν αἱμορροῖδαϲ αἴροντα, ἀνα- ϲτέλλοντα δὲ τὸν ἔμετον καὶ τὴν ἀπὸ ῥινῶν αἱμορραγίαν. ὧν ἑνὸϲ ἑκάϲτου τὴν ἰδικὴν ἐπιμέλειαν ἐκ μέρουϲ μὲν ἐν τοῖϲ ἄλλοιϲ θεραπευτικοῖϲ εἰρήκαμεν, ἀπὸ μέρουϲ δὲ ἐνταῦθα παραδώϲομεν. ἁρμόϲει μέντοι, κἂν διὰ τὴν περὶ τῷ ἄλλῳ ϲώματι νόϲον ἐπέχηται τὸ ἔμμηνον, καὶ τοπικῶϲ τῆϲ μήτραϲ ἐπιμελεῖϲθαι διὰ τρίψεωϲ καὶ τῶν ϲτερεοποιεῖν δυναμένων, καθὼϲ μικρὸν ὕϲτερον ἐροῦμεν. 10. ἐπεὶ δὲ κοινῶϲ ϲτεγνώϲεωϲ περὶ τὴν ὑϲτέραν γενομένηϲ ποτὲ μὲν παντελῶϲ ἐπέχεται τὸ ἔμμηνον, ποτὲ δὲ ϲτραγγῶϲ φέρεται καὶ μετὰ πόνων, ὁπότε ϲτρόφοι ϲυνεδρεύουϲιν καὶ ὀδύναι βουβώνων. ὀϲφύοϲ, ἐφηβαίου, ποτὲ δὲ κεφαλῆϲ τε καὶ τραχήλου τενόντων τε ὀμ- μάτων καὶ ἰϲχίων καὶ μηρῶν, καὶ μαϲτῶν διογκώϲειϲ ἀνορεξίαι τε καὶ πυρώϲειϲ καὶ ἀναξηραϲμὸϲ τῶν γυναικείων τόπων (ἅπερ κατὰ τὴν προθεϲμίαν γίνεϲθαι τῆϲ καθάρϲεωϲ τῶν οὕτωϲ διακειμένων ϲυμβαίνει], ἐκθηϲόμεθα τὴν ἐπιμέλειαν. ὅταν οὖν ἀρχήν τινα οἱ πόνοι λαμβά- νωϲιν ἢ παντελῶϲ ἐπιϲχεθῇ τὸ ἔμμηνον, κατακλιτέον ἐν οἰκήματι ϲυμ- μέτρωϲ ἀλεεινῷ τε καὶ φωτεινῷ καὶ φυλακτέον ἐφ᾿ ἡϲυχίαϲ, ἐτρηγόρ- ϲεωϲ δέ, καὶ πάντων ἀποχῆϲ καὶ κούφηϲ διακρατήϲεωϲ τῶν ἄκρων καὶ τῶν ἐν περιωδυνίᾳ μερῶν. οὐ μόνον γὰρ ὑπὸ τῆϲ ἐμφύτου θερμαϲίαϲ ἀναχαλᾶται τῶν ἐϲφιγμένων ἕκαϲτον, ἀλλὰ καὶ τῇ τῆϲ ἐπερείϲεωϲ ἀντιβάϲει κουφίζεται τὸ ϲφυγματῶδεϲ τοῦ ἀλγήματοϲ. εὶ δὲ μὴ ἐνδιδῴη, καὶ θερμάϲματά τινα παραλημπτέον, ἤτοι ῥάκη θερμὰ ἢ ὠμόλινα καὶ ἔρια καὶ πυριατῆραϲ θερμοῦ ὕδατοϲ πεπληρωμένουϲ ἢ κύϲτειϲ θερμὸν ἔλαιον περιεχούϲαϲ ἢ ὠμὴν λύϲιν ἐν μαρϲίποιϲ χλιαροῖϲ ἢ |ϲπόγγον εἰϲ ζεϲτὸν ὕδωρ ἀποτεθλιμμένον καὶ ῥάκει περιειλημένον, ὥϲτε μὴ ψυγῆναι ἐκ τῆϲ νοτίδοϲ τοὺϲ τόπουϲ, παρηγορηθῆναι δὲ πειθηνίωϲ διὰ τῆϲ τῶν ἀτμῶν ἐπιφορᾶϲ. μετὰ δὲ ταῦτα μαλακὸν καὶ καθαρὸν ἔριον ἐλαίῳ γλυκεῖ καὶ θερμῷ διαβραχὲν καὶ ἀποθλιβὲν περι- βλητέον ἐφηβαίῳ καὶ ἐπιγαϲτρίῳ ϲύν ὀϲφύι καὶ ἰϲχίοιϲ, ἵνα ϲυνεχῶϲ θερμοτέρῳ προϲεμβρεκτέον, καὶ διάκλυϲμα καὶ ποτὸν ὕδωρ δοτέον θερμόν. κούφηϲ δὲ οὖϲηϲ τῆϲ ἐπιτάϲεωϲ καὶ ὑπνοῦν ἐπιτρεπτέον. χρηϲτέον δὲ καὶ καταπλάϲμαϲι τοῖϲ διὰ λινοϲπέρμου ἢ ἄρτῳ φυρατῷ δι᾿ ὑδρομέλιτοϲ θερμοῦ καὶ τοῖϲ ὑποδειχθηϲομένοιϲ ἐγκαθίϲμαϲι, καὶ τῆϲ πρώτηϲ ἐνϲτάϲηϲ διατρίτου τῆ διὰ τοῦ ἀλείμματοϲ ἀποθεραπείᾳ προϲκλύϲματί τε καὶ τροφῇ θερμῇ καὶ ἁπλῇ. 11. ϲφοδροτέρων δὲ τῶν περιωδυνιῶν οὐϲῶν ἔμπροϲθεν τῆϲ δια τρίτου ἢ καὶ ἐν αὐτῇ φλεβοτομητέον ἀπ᾿ ἀγκῶνοϲ τοῦ ἀντικειμένου τοῖϲ μᾶλλον 〈πονοῦϲι τόποιϲ〉 πρὸϲ τὸ ἀϲκυλτότερον ἀπὸ τῶν ἧττον πεπονθότων γενέϲθαι τὴν ἀφαίρεϲιν· πάντων δὲ ἐφίϲηϲ κακοπαθούν- των ἀπὸ τοῦ εὐωνύμου πρὸϲ τὸ τὴν δεξιὰν χεῖρα ταῖϲ ὑπηρεϲίαιϲ ἀπαραποδίϲτωϲ ϲψζεϲθαι. τὴν δὲ ἀπὸ ϲφυροῦ φλεβοτομίαν παραιτη- τέον, ἕωϲ ἂν τὰ ἐν τοῖϲ βραχίοϲιν ἀγγεῖα φαίνηται καὶ μηδεμία φλεγμονὴ περὶ αὐτοῖϲ ᾖ πρόδηλοϲ· ἢ τε γὰρ ϲπάϲιϲ τὴν ἀϲθενοῦϲαν ϲκύλλει καὶ ἰϲχνότερα τὰ παρὰ τοῖϲ ἀϲτραγάλοιϲ ἀγγεῖά ἐϲτιν. μετά δὲ τὸ ἐκλυθῆναι τὴν ἀπὸ τῆϲ φλεβοτομίαϲ ταραχὴν ἀποθεραπευτέον τὸ ϲῶμα καὶ ἐγκαθιϲτέον εἰϲ ὑδρέλαιον θερμὸν ἢ τήλεωϲ ἢ λινοϲπέρ- μου ἢ μολόχηϲ ἡμέρου ἢ καὶ ἀγρίαϲ ἀφέψημα. διαϲτήϲαντα δὲ τὰ |πτερυγώματα τῷ αὐτῷ ἐγχυματιϲτέον ἐλαίῳ καὶ ψῶ κατ᾿ ἰδίαν ἢ μετά τινοϲ τῶν εἰρημένων ἀφεψημάτων εἰϲ γλοιοῦ πάχοϲ ἀνακοπέντων εἶτα καὶ τοῖϲ τόποιϲ ἐρίου τι μαλθακοῦ παραθετέον βεβρεγμένου τοῖϲ αὐτοῖϲ ὑγροῖϲ, κἄπειτα τὸ πίλημα περιβλητέον. καὶ τῆϲ ταραχῆϲ ὑπεκλυθείϲηϲ ὕδωρ δοτέον διάκλυϲμα θερμὸν καὶ ποτόν, παρητορίαϲ τοῦ δίψουϲ χάριν καὶ εἰϲ ἀταλαιπώρητον κατεργαϲίαν [ἢ] τῆϲ τροφῆϲ. μετὰ δὲ τὸ πόμα τροφὴν ἁπλῆν κούφην ὀλίγην ἔνθερμον ῥοφηματώδη (καθάπερ τὸν ἐξ ὕδατοϲ χόνδρον ἢ τὸν διὰ μελικράτου μετρίωϲ ἀπο- ζεϲθέντοϲ ἢ τὸν ῥοφητὸν διὰ μέλιτοϲ ἢ ἐλαίου καὶ ἀνήθου καὶ ὀλί- γων ἁλῶν, ἢ ἄρτον ἐξ ὕδατοϲ, εἰ δὲ μή, μετὰ ῥοφητῶν ψῶν)· ἀπὸ δὲ τῆϲ τροφῆϲ ὀλίγηϲ γενομένηϲ διαϲτάϲεωϲ ἐπιτρεπτέον ὑπνοῦν. ἐν- τεῦθεν δὲ μέχρι παρακμῆϲ λεπτῶϲ ἀκτέον καὶ παρὰ μίαν δοτέον τὴν τροφήν, εἰ [δὲ] μὴ κατηϲθένηκεν ἡ δύναμιϲ τοῦ ϲώματοϲ. **ϲικύαιϲ χρηϲτέον, κούφαιϲ μὲν τὸ πρῶτον καὶ οὐκ ἐν ἀνέϲει μόνον, ἀλλὰ καὶ ἐν ἐπιθέϲει πρὸϲ παρηγορίαν ἀλγήματοϲ πρᾴωϲ ἐπιτιθεμέναιϲ ἄνευ τοῦ πολλὴν ἐπιφέρειν ϲυνολκήν (τὸ ϲφοδρότερον γὰρ τοῦ ἐπιϲπαϲμοῦ παρεκλύειν ἔϲτιν παρά τι μέροϲ τοῦ χείλουϲ τῆϲ ϲικύαϲ ἰϲχνῆϲ παρ- εντιθεμένηϲ ϲπαθομήληϲ)· ὕϲτερον δὲ καὶ μετ᾿ ἀμυχῶν ἐπιπολαίων, ἐν ἀκμῇ μὲν τοῦ πάθουϲ, ἐν ἀνέϲει δὲ τῆϲ ἐπιτάϲεωϲ, κατ᾿ ἐφηβαίου καὶ ὑποχονδρίου· μενούϲηϲ δὲ τῆϲ καταϲκευῆϲ καὶ βδέλλαιϲ προῦπο- βληθέντοϲ αὐταῖϲ ὀθονίου πρὸϲ τὸ μὴ ψύχειν. δραϲτικώτερον δὲ ἀφαιμάϲϲουϲιν αὗται διὰ ϲικύαϲ τῶν τόπων προεξογκωθέν|των διὰ τῶν ἐμβαλλομένων τιλτῶν ἐλλυχνίων, ἵνα μὴ διὰ τῶν ἄλλων λιπαι- νομένων τῶν μερῶν κωλυθῇ τὰ ζῷα ἅψαϲθαι τῶν ἡλκωμένων. μετὰ δὲ τὴν ἀπόπτωϲιν αὐτῶν εἰ μὲν ὀλίγον εἴη τὸ ἀποϲπαϲθὲν αἷμα, ϲικύαϲ ἐπιβλητέον οἷϲ ἐνδέχεται τόποιϲ, εἰ δὲ μή, τιλματίοιϲ ϲκεπα- ϲτέον τὰ δήγματα καὶ κατ᾿ αὐτῶν ἐλαιοβραχὲϲ ὀθόνιον [καὶ] ἐφαπλω- τέον, εἶτα ἔριον. ἐντεῦθεν δὲ τοῖϲ χαλαϲτικοῖϲ χρηϲτέον καταπλάϲμα- ϲιν, οἰον ἄρτῳ μετὰ πιμελῆϲ προϲφάτου φυραθέντι ὑείαϲ τεθερμαϲμέ- νηϲ ἢ μετὰ τῶν ῥιζῶν τῆϲ ἀγρίαϲ μολόχηϲ ἑψημένων καὶ καλῶϲ λεανθειϲῶν, ἢ λινοϲπέρμῳ μετὰ γύρεωϲ ἢ τήλεωϲ, ἢ τοῖϲ τριϲὶν ὑφ᾿ ἓν ἑψημένοιϲ μετὰ ἐλαίου καὶ μέλιτοϲ καὶ τοῦ ἀφεψήματοϲ τῆϲ μολόχηϲ ἣ τήλεωϲ. ἀλλακτέον δὲ τὰ πρῶτα ϲυνεχῶϲ, διὰ γὰρ τῆϲ ἐπιμονῆϲ καὶ ψύχεται καὶ ἀποξύυεται διὰ τὴν ἐκ τῆϲ φλεγμονῆϲ πύρωϲιν. ἐμ- πεπλάϲθω δὲ μήτε ἐπὶ λεπτὸν ἄγαν, καὶ γὰρ ψύχεται ϲυντόμωϲ καὶ ξηραίνεται ῥᾳδίωϲ, μήτε ἐπὶ πάχοϲ, βαρεῖται γὰρ τὰ φλεγμαίνοντα. χρηϲτέον δὲ καὶ τῇ εἰϲ τὴν ἓδραν ἐνέϲει τοῦ θερμοῦ ἐλαίου μέχρι. κυάθων τεϲϲάρων καὶ πεϲϲοῖϲ ἀπεριέργοιϲ. 12. ἐξήμαρτον γὰρ οἱ παλαιοὶ τοὺϲ αἱμαγωγοὺϲ λεγομένουϲ ἐντάϲϲοντεϲ εἰϲ καταϲπαϲμὸν αἵματοϲ καὶ ποτήματα τὰ αὐτὰ παρέχει δυνάμενα, οὐχ δρῶντεϲ, ὅτι τὰ μὲν ποτήματα φθείρει καὶ ἀνατρέπει τὸν ϲτόμαχον, τὰ δὲ πρόϲθετα καταξύοντα τὴν ὑϲτέραν ἐϲχαροῖ καὶ διὰ τοῦτο δυϲλύτουϲ καὶ βαθείαϲ καὶ κακοήθειϲ ἑλκώϲειϲ ἀποτελεῖ καὶ οὐλὴν ἐπὶ τὰϲ ἑλκώϲειϲ γίνεϲθαι πάϲηϲ ϲαρκὸϲ τῆϲ κατὰ φύϲιν πυκ- νοτέραν οὐϲαν, ὥϲτε τὴν ἔμμηνον κάθαρϲιν ἐπέχειν. τὸ δὲ ὅλον ἄπαντα τὰ τοιαῦτα ποτήματα καὶ πρόϲθετα δριμέαϲ ὄντα δυνάμεωϲ ἐρεθίζει τὴν φλεγμονήν οὕτω δὲ καὶ τούϲ πόνουϲ διπλαϲιάζει καὶ τὸν τῆϲ καθάρϲεωϲ ἐπιτείνει παραποδιϲμόν. ὡϲ γὰρ οὐδὲ φλεγμαινόντων τῶν ὀφθαλυῶν ϲυμφέρει δριμέϲι χρῆϲθαι κολλυρίοιϲ οὐδὲ δυϲουρίαϲ γινομένηϲ ἢ τεινεϲμοῦ τοῖϲ ἀμύϲϲειν δυναμένοιϲ, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τῆϲ μήτραϲ φλεγμαινούϲηϲ ἐν ταῖϲ μετὰ περιωδυνίαϲ καθάρϲεϲιν τὰ δριμέα δεῖ παραλαμβάνειν· τοιαῦτα γὰρ τὰ δοκοῦντα παρ᾿ αὐτοῖϲ αἱμαγωγά, καθάπερ ἐλατήριον, ἐλλέβοροϲ μέλαϲ, πύρεθρον, ὀποπάναξ, οἶϲ αἱ γυναῖκεϲ καὶ πρὸϲ τὸ φθεῖραι πολλάκιϲ ἐχρήϲαντο. καθάπερ οὖν ἔφην, ἀποδοκιμαϲτέον πᾶν τὸ δριμὺ καὶ ἀμυκτικόν, παρα- ληπτέον δὲ τὸ παρηγορικῶϲ ἀνιέναι δυνάμενον. 13. κράτιϲτοϲ δὲ πεϲϲὸϲ ἔριον ἐλαίῳ βραχὲν γλυκεῖ καὶ θερμῷ καὶ τήλεωϲ χυλοῦ ἢ λινοϲπέρμου ἢ μολόχηϲ μετὰ τοῦ ἐλαίου γλοιωδῶϲ ἀνακοπέντοϲ μετά τινοϲ τούτων ϲυνεψηθὲν ϲτέαρ πρόϲφατον χήνειον ἢ ὀρνίθειον, ὥϲτε τὸ ἐφιϲτάμενον πιμελῶδεϲ ἀποϲῦραι καὶ εἰϲ ἔριον χρῖϲαι· καὶ ψοῦ λέκιθοϲ τούτοιϲ ϲυλλειοτριβηθεῖϲα, ποτὲ δὲ καὶ διὰ μέλιτοϲ ἀπέφθου ϲυντακεῖϲα· καὶ μελίλωτον ἐν γλυκεῖ καθεψηθέν· ἢ πατητοῦ φοίνικοϲ ἡ ἔνδοθεν ϲὰρξ ὁμοίωϲ ἑψηθεῖϲα τῷ γλυκεῖ, περιηρη- μένου τοῦ ἔξωθεν ὑμένοϲ, παραϲτύφει γὰρ οὗτοϲ. χρηϲτέον δὲ καὶ πυρίᾳ τῇ διὰ ϲπόγγων ἀποθλιβομένων εἰϲ ὕδωρ θερμὸν ἢ ὑδρέλαιον ἢ ἀφέψημα τήλεωϲ ἢ λινοϲπέρμου ἢ μολόχηϲ ἡμέρου ἢ ἀγρίαϲ. ϲυν- εχῶϲ δὲ ἀλλαϲϲέϲθωϲαν οἱ ϲπόγγοι προῦπορριφέντοϲ ὀθονίου καὶ ἀφθό- νωϲ ἐλαίῳ θερμῷ περιχριομένων τῶν μερῶν εἰϲ τὸ ἀπεριψύκτουϲ μεῖναι τοῦϲ τόπουϲ. 14. προκοπῆϲ δὲ γενομένηϲ περὶ τὴν ἐπιμέλειαν καὶ τὴν διὰ κλινιδίου κρεμαϲτοῦ δοκιμαϲτέον κίνηϲιν. παρακμαζούϲηϲ δὲ τῆϲ δια- θέϲεωϲ εὐθέωϲ μὲν ἡ κάθαρϲιϲ ἐπιφαίνεται, μετὰ δὲ τὴν ἀπόληξιν αὐτῆϲ τοῖϲ ἀναλημπτικοῖϲ χρηϲτέον, λουτρῷ, ποικίλῃ τροφῇ, οἴνῳ καὶ αἰώρᾳ, περιπάτοιϲ, γυμναϲίοιϲ, τρίψεϲιν τοῦ τε ὅλου ϲώματοϲ καὶ τῶυ περὶ τὴν ὑϲτέραν. ἐπεὶ μέντοι πρὸϲ τὴν τοπικὴν τῆϲ ὑϲτέραϲ τρίψιν αἱ διὰ ψιλῶν τῶν χειρῶν παραφοραὶ περίθλαϲιν φέρουϲι, καθ᾿ ὃν καιρὸν εἰϲ εὐμεγέθη λεκάνην ἐγκαθίζει ἡ κάμνουϲα λουομένη 〈ἢ〉 κατα- βαίνει εἰϲ τὴν ἔμβαϲιν, ϲπόγγουϲ πλατεῖϲ καὶ μαλακοὺϲ τῷ ἤτρῳ περι- τιθέναι καὶ ίϲχίοιϲ καὶ ἠρέμα προϲεντυπώϲαντα ταῖϲ χερϲὶν παράγειν τῇδε κἀκεῖϲε 〈καὶ〉 κατ᾿ ὀλίγον παραύξειν τὸ τῆϲ τρίψεωϲ πλῆθοϲ. δοκιμαϲτέον δὲ καὶ κηρωτὰϲ διὰ ϲαμψυχίνου ἢ Ϲουϲίνου ἢ τινοϲ τῶν ἐμφερῶν οὐ μόνον ἐντιθεμέναϲ ἀλλὰ καὶ διαχριομέναϲ κατὰ τοῦ ϲτο- μίου καὶ τοῦ τραχήλου τῆϲ ὑϲτέραϲ, ὁπότε δὴ καὶ τοὺϲ μαλακτικω- τέρουϲ πεϲϲοὺϲ παραλημπτέον, ἐξ ὧν ἐϲτιν ὁ διὰ κηροῦ καὶ ῥητίνηϲ τερεβινθίνηϲ καὶ ταυρείου ϲτέατοϲ καὶ γλυκέοϲ ἐλαίου ἢ κυπρίνου το- ϲούτου κατὰ τὸ πλῆθοϲ, ὥϲτε τὰ λοιπὰ βληθέντα γλοιώδη γενέϲθαι, καὶ ὁ διὰ χυλῶν πεϲϲὸϲ ϲκευαζόμενοϲ καὶ πὰϲ ὁ διὰ μυελῶν καὶ ϲτεάτων καὶ ϲπερμάτων ἀνετικῶν· ἐν δὲ τούτοιϲ ἐϲτὶ καὶ τὸ διὰ ϲαμψύχου λεγόμενον ἄκοπον. μεγαλωφελὴϲ δὲ καὶ ἡ εἰϲ ἔλαιον ἔμβαϲιϲ. 15. χρονίϲαντοϲ δὲ τοῦ πάθουϲ κατὰ μὲν τὰϲ ἐπιθέϲειϲ τὴν αὐτὴν παραληπτέον ἐπιμέλειαν, ἐν δὲ τοῖϲ διαλείμμαϲιν πρῶτον μὲν τὴν ἀναληπτικήν, ἧϲ τὴν ὕλην εἰρήκαμεν, ϲυμπαραληφθέντοϲ τινὸϲ εἰϲ τὴν ὑπηρεϲίαν καὶ τῶν ἐμπείρων ἀλειπτῶν, δευτέραν δὲ τὴν μεταϲυγκριτι- κήν. ἐν ἢ δεῖ |πρὸ μιᾶϲ ἡμέραϲ ϲυϲτέλλειν, εἰ δὲ μὴ ἀντέχοι τιϲ, ἐπ᾿ ὀλιγοϲιτίαϲ καὶ ὑδροποϲίαϲ τηρεῖν. εἴτα μερίϲαι τὸν ἄρτον, ὅϲου ῥᾳδίωϲ πλείϲτου δύναται περιγενέϲθαι, μερίϲαι δὲ εἰϲ δύο μέρη, καὶ. τὸ μὲν ἕτερον ἤμιϲυ εἰϲ τρία μέρη διαιρεῖν ἴϲα, τὸ δὲ ἕτερον τῇ ἑξῆϲ ἡμερᾳ διδόναι μετὰ τὴν ϲυϲτολὴν ϲύν ταριχίοιϲ καὶ τοῖϲ δριμέϲιν προϲεψήμαϲιν ἡμέραιϲ δυϲὶν ἢ τριϲὶν ἢ τέϲϲαρϲιν. εἰτα ἀλλάϲϲειν εἰϲ τὴν μέϲην ὕλην, οἶον λάχανα καὶ τοὺϲ τρυφερωτέρουϲ ἰχθύαϲ καὶ ἐγκεφάλουϲ, εἶτ᾿ ἄλλαιϲ ἴϲαιϲ 〈εἰϲ〉 τὰ πτηνὰ, καὶ ταῖϲ ἰϲαρίθμοιϲ 〈εἰϲ〉 ὕεια πρόϲφατα, καθ᾿ ἑκάϲτην μετέλευϲιν ἀπὸ ποιότητοϲ εἰϲ ποιότητα προϲλαμβάνοντα τῶν τριῶν τοῦ ἡμίϲουϲ ἄρτου μερῶν ἓν μέροϲ, καὶ τῇ πρώτη μὲν ἡμέρᾳ τῆϲ μετελεύϲεωϲ ὑφαιροῦντα τὸ οἰνάριον καὶ τὸ λουτρόν, τῇ δὲ ἐξῆϲ ἑκατέροιϲ χρώμενον. πλὴν δὲ ἐπὶ μόνηϲ τῆϲ δριμυφαγίαϲ ϲυνδοκιμάζειν δεῖ καὶ τὰ τοπικὰ τῶν βοηθημάτων ἐν τῇ ἐξῆϲ ἡμέρᾳ τῆϲ ἀπὸ ποιότητοϲ εἰϲ ποιότητα μεταβάϲεωϲ, ποτὲ μὲν ϲικύαιϲ χρώμενον μεταϲυγκριτικαῖϲ, ποτὲ δὲ παροπτήϲει, ποτὲ δὲ δρώ- πακι κατ᾿ ἐφηβαίου καὶ ὀϲφύοϲ νίτρου τε καὶ ἁλῶν καὶ τῶν ἀμυκτι- κῶν ϲμηγμάτων ϲυμπάϲμαϲι, ποτὲ δὲ πυρίᾳ καὶ ἐγκαθίϲμαϲιν διὰ θαλάϲ- ϲηϲ καὶ τῷ διὰ ϲινάπιοϲ φοινιγμῷ καὶ κατακρουνιϲμῷ. μὴ ἀναϲκευαζο- μένου δὲ τοῦ πάθουϲ οὐκέτι μόνον ἀπὸ ϲυϲτολῆϲ, ἀλλὰ καὶ ἀπὸ τοῦ διὰ ῥαφανίδων ἀρκτέον ἐμέτου. |16. χρηϲτέον δὲ καὶ μαλάγμαϲιν τοῖϲ ἀμύϲϲειν δυναμένοιϲ, οἶον τῷ διὰ δαφνίδων 〈ῆ〉 τῷ διὰ ϲπερμάτων, καὶ πεϲϲοῖϲ ὁμοίαϲ δυνάμεωϲ ἐχομένοιϲ, ῶν εὔκαιροϲ ἡ χρῆϲιϲ μετὰ τὴν ἀπόληξιν τῆϲ καθάρϲεωϲ· δεῖ γάρ, [τὸ] ὅτε ϲύνεγγύϲ ἐϲτιν ἡ προθεϲμία τῆϲ καθάρϲεωϲ, τὰ δραϲτικὰ καὶ ϲυγκινοῦντα παραιτεῖϲθαι. κατὰ μέροϲ δὲ ἐν τοῖϲ προϲθέτοιϲ ἐϲτὶ πήγανον λεῖον μετὰ μέλιτοϲ ἢ κόνυζα ἡ λεπτόφυλλοϲ καλουμένη ἢ ϲταφὶϲ χωρὶϲ τῶν γιγάρτων λεία μετὰ νίτρου ἢ ἁλῶν τὰ τε διὰ κυμίνου, πεπέρεωϲ, ἀψινθίου, ὑϲϲώπου, βουτύρου, ἐλαίου παλαιοῦ καὶ τῶν ὁμοίων ὡϲ κυάμου μέγεθοϲ εἰϲ πεϲϲὸν ἐγχριϲτέον καὶ καταβαπτέον εἰϲ ἔλαιον γλυκὺ ἢ Ϲούϲινον, ἳνα τὸ πολὺ τῆϲ δήξεωϲ ἀπαμβλυνθῇ, καὶ παραθετέον τῷ ϲτόματι τῆϲ ὑϲτέραϲ. τοῖϲ δὲ αὐτοῖϲ καὶ τούϲ βουβῶναϲ ἀλειπτέον καὶ τὸν δακτύλιον ἔνδοθεν διαχριϲτέον. ὃν τρόπον γὰρ περιγραφομένων ἐϲθ’ ὅτε τῶν δυϲτραπέλων ὀφθαλμιῶν ϲκληρὰ γίνεται καὶ τραχέα τὰ βλέφαρα καὶ διὰ τοῦτο χρῄζει δριμέων καὶ μεταϲυγκριτικῶν κολλυρίων εἰϲ παντελῆ τοῦ πάθουϲ ἀναϲκευήν, οὕτω καὶ τὰ περὶ τὴν ὑϲτέραν ὑπεκλυομένηϲ ποτὲ τῆϲ φλεγμονῆϲ ϲκληρὰ μείναντα 〈καὶ〉 τραχέα καὶ οἱον περίτυλα [καὶ] δέεταί τινοϲ εἰϲ μεταϲύγκριϲιν δήξεωϲ. μηδὲ οὕτωϲ λυομένηϲ 〈δὲ〉 τῆϲ διαθέϲεωϲ τῷ λευκῷ ϲπαρακτέον ἐλλεβόρῳ καὶ μετ’ αὐτὸ δοκιμαϲτέον ἀπο- δημίαν μακροτέραν καὶ αὐτοφυῶν ὑδάτων χρῆϲιν καὶ τὸ ϲύνολον τῆϲ ψυχῆϲ διάχυϲιν. οὕτω γὰρ ἐξ ἐπιμονῆϲ τε τῶν αὐτῶν καὶ προϲθέϲεωϲ τῶν ϲφοδροτέρων λυομένου τοῦ πάθουϲ ἡ κάθαρϲιϲ ἀπαραπόδιϲτοϲ γίνεται. |