Ancient Greek · ~8 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV XXVIII[XLVIII]. Περὶ ῥευματιϲμοῦ κοιλίαϲ.
Not analysed yet
56 [125]. Ῥευματιζομένου δὲ τοῦ βρέφουϲ τὴν κοιλίαν τὸ μὲν λουτρὸν καὶ τὴν αἰώραν παραιτούμεθα, χρώμεθα δὲ τοῖϲ ϲτυπτικοῖϲ τῶν ἐπιθεμάτων καὶ δι᾿ ὠτικοῦ κλυϲτηριδίου κύαθον ἐνίεμεν χυλοῦ 〈ἢ〉 ἀρνογλώϲϲου ἤ τινοϲ τῶν ὁμογενῶν |τὸ ϲύνολον, ἃ καὶ ἐπὶ τῶν τελείων παϲχόντων ἐγκρίνομεν, ἕωϲ ἡ δύναμιϲ ἐπιτρέπει. μαϲτὸν δὲ λαμβάνοντοϲ αὐτοῦ τὴν τροφὸν διαιτῶμεν τῷ περὶ τὸ βρέφοϲ πάθει καταλλήλωϲ ἀλουτεῖν κελεύοντεϲ καὶ ὑδροποτεῖν καὶ τροφὰϲ λαμβάνειν ϲταλτικάϲ· ϲυναναφέρεται γὰρ αὐτῶν ἡ ποιότηϲ, ὥϲτε τὸ νήπιον εἰϲ ϲυναίϲθηϲιν αὐτῆϲ μᾶλλον ἔρχεϲθαι. καθὼϲ γὰρ αἱ ϲύεϲ αἴραϲ φαγοῦϲαι ϲκοτοῦϲι τοὺϲ ὑπ᾿ αὐτῶν τρεφομένουϲ γαλαθηνοὺϲ αὐταὶ μὴ ϲκοτού μεναι καὶ ὡϲ τῶν αἰγῶν ϲκαμωνίαν νεμηθειϲῶν οἱ ὑπ᾿ αὐτῶν τρεφό- μενοι ἔριφοι καθαίρονται τὴν κοιλίαν καίτοι τῶν αἰγῶν μὴ ῥευμα- τιϲθειϲῶν, οὕτῳ διὰ τὴν προϲφορὰν τῶν ϲταλτικῶν ϲιτίων ἦττον μὲν ἡ τροφὸϲ ἀντιλαμβάνεται τῆϲ ϲφίγξεωϲ, μᾶλλον δὲ τὸ βρέφοϲ τῷ ἐξ αὐτῆϲ γάλακτι τρεφόμενον. διὸ καὶ τοὐναντίον 〈ἐὰν〉 ἀδιαχώρητον μένῃ μέχρι πλείονοϲ, τῇ τροφῷ δίδομεν τὰ μαλάϲϲοντα τὴν κοιλίαν. 57 [126]. καίτοι γὰρ καὶ καθολικῶϲ ἕωϲ τῷ γάλακτι τρέφεται τὸ βρέφοϲ, καταλλήλωϲ τῇ νόϲῳ τοῦ νηπίου τὴν τροφὸν διαιτῶμεν, τοῖϲ δὲ ἐπιθέμαϲιν ἢ καταπλάϲμαϲιν ἢ καταβροχαῖϲ ἐπὶ τοῦ νηπίου χρώ- μεθα καταλλήλωϲ. ἐπὶ δὲ τοῦ ἀπογαλακτιϲθέντοϲ ϲιτίον αὐτῷ κατάλ- ληλον τῷ πάθει ϲυντάϲϲομεν, ἅπερ ἐκ τῶν θεραπευτικῶν ῥηθηϲομένων ἔϲτι μετενεγκεῖν. τὸ δὲ πόϲων ἐτῶν αὐτὸ γενόμενον παιδαγωγῷ παραδοτέον καὶ πυταπῷ τούτῳ καὶ ἢν ϲυνήθειαν αὐτῷ καταϲκευαϲτέον πρὸϲ τοὺϲ γονεῖϲ, ὅτε μὴ τρέφεται παρ᾿ αὐτοῖϲ, καὶ πάν τὸ ἐμφερῶϲ ζητού- μενον τούτοιϲ οὐ κατ᾿ ἰατρικάϲ ἐϲτιν ὑποθήκαϲ, φιλοϲοφωτέραν δὲ τὴν διάταξιν ἔϲχηκεν, ὥϲτε |παρὰ τρόπον ἄλλοιϲ ἐπιτρέψαντεϲ φιλο ϲοφεῖν αὐτοῖϲ τὸν περὶ παιδοτροφίαϲ λόγον ἐνθάδε τελειοῦμεν. ϲυν- απηρτικότεϲ δὲ αὐτῷ πάντα τὸν περὶ τῶν κατὰ φύϲιν λόγον ἀναγκαίωϲ ἐπάνιμεν ἐπὶ τὸ πλειϲτοδυναμοῦν τῶν λεγομένων περὶ τῶν παρὰ φύϲιν ϲυνιϲτανομένων περὶ τὰϲ γυναῖκαϲ. καὶ ἠνα καθαρὸν γένηται τὸ ἰδίωμα τῆϲ πραγματείαϲ, περὶ αὐτοῦ πρῶτον ἐξετάϲομεν τοῦ κατὰ τὸ ϲημαι- νόμενον, εἰ ἴδια πάθη γίνεται γυναικῶν.