Ancient Greek · ~11 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV ΙΙ [XXI]. Τίνα δεῖ παραϲκευάζειν πρὸϲ τὴν ἀποκύηϲιν.
Not analysed yet
2 [67]. Ἐπὶ τῆϲ κατὰ φύϲιν γινομένηϲ ἀποκυήϲεωϲ προπαραϲκευ- άζειν δεῖ ἔλαιον, ὕδωρ θερμόν, θερμάϲματα, ϲπόγγουϲ τρυφερούϲ, ἔριον, ἐπιδέϲμουϲ, ὑποκεφάλαιον, ὀϲφραντά, δίφρον μαιωτικὸν ἢ καθέδραν, κλίναϲ δύο οἰκόν τε ἐπιτήδειον. ἔλαιον μὲν εἰϲ τοὺϲ ἐγχυματιϲμοὺϲ καὶ τὰϲ ἐπιβροχάϲ· ὕδωρ δὲ θερμὸν χάριν τοῦ ἀποπλιθῆναι τοὺϲ τό- πουϲ· θερμάϲματα δὲ πρὸϲ τὴν παρηγορίαν τῶν ὠδίνων· ϲπόγγουϲ δὲ πρὸϲ τοὺϲ ἀποϲπογγιϲμούϲ· ἔρια δὲ πρὸϲ τὸ ϲκεπαϲθῆναι τούϲ τῆϲ γυναικὸϲ τόπουϲ· ἐπιδέϲμουϲ 〈δὲ〉 πρὸϲ τὸ ϲπαργανωθῆναι τὸ ἀπο- τεχθέν· ὑποκεφάλαιον δέ, ἵνα ἐπ’ αὐτῷ τεθῇ τὸ ἔμβρυον ὑπὸ τὴν κύουϲαν, ἕωϲ ἂν κομιϲθῇ καὶ τὸ χόριον· ὀϲφραντὰ δὲ (καθάπερ γλή- χωνα, γῆϲ βῶλον ἄλφιτόν τε καὶ μῆλον καὶ κυδώνιον κἂν ὁ καιρὸϲ ἐπιτρέπῃ κίτριον, πέπονα καὶ ϲίκυον 〈καὶ〉 πᾶν τὸ ἐμφερὲϲ τούτοιϲ) εἰϲ ἀνάκτηϲιν τῆϲ ἀποκυούϲηϲ. 3 [68]. δίφρον δὲ μαιωτικόν, ἵνα ἐπὶ τούτου ϲχηματιϲθῇ ἡ τίκτουϲα. δεῖ δὲ κατὰ τὴν μεϲότητα τοῦ δίφρου καὶ καθ᾿ ὃ μέροϲ ἐπικουφίζουϲιν, μηνοειδῶϲ ϲύμμετρον εὐρυχωρίαν ἐκκεκόφθαι πρὸϲ τὸ μήτε μείζονοϲ αὐτῆϲ ὑπαρχούϲηϲ [μήτε μικροτέραϲ] μέχρι τῶν ἰϲχίων καταφέρεϲθαι, μήτε τοὐναντίον ϲτενῆϲ [εἰϲ τὸ μὴ] πιέζεϲθαι τὸ γυναικεῖον αἰδοῖον, ὅπερ χαλεπώτερον, τὴν γὰρ πλατυτέραν ἔκτρηϲιν ἐνδέχεται προϲεκπλη- ροῦν ῥάκη παραβάλλουϲαν. τοῦ δὲ ὅλου δίφρου τὸ ϲύμπαν πλάτοϲ ἱκανὸν ἔϲτω πρὸϲ τὸ καὶ τὰϲ εὐϲαρκοτέραϲ χωρεῖν γυναῖκαϲ, ϲύμμετρον δὲ καὶ τὸ ὕψοϲ, ταῖϲ γὰρ μικρομεγέθεϲιν ὑποπόδιον ὑποτιθέμενον ἀναπληροῖ τὸ ἐλλεῖπον. τῶν δὲ ὑπὸ τῆϲ ἕδραϲ πλευρῶν τὰ μὲν ἐκ πλαγίων ὅλα ϲανίϲιν ἐϲκεπάϲθω, τὸ δὲ ἔμπροϲθεν καὶ τὸ ὄπιϲθεν ἀνεψχθω πρὸϲ τὴν λεχθηϲομένην ἐν ταῖϲ μαιώϲεϲιν χρείαν. ἐκ δὲ τῶν ἄνω πλευρῶν κατὰ μὲν τὰ πλάγια μέρη δύο πιοειδῆ τυγχανέτω τῷ διαπήγματι πρὸϲ τὸ κατὰ τὰϲ ἐντάϲειϲ ἐπ᾿ αὐτὰ τὰϲ χεῖραϲ ἐνϲτη- ρίζειν, ἐξόπιϲθεν δὲ ἀνάκλιτον, ὥϲτε καὶ τὴν ὀϲφύν καὶ τὰ ἰϲχία τὸ ἀντιβαῖνον ταῖϲ ὑπαναχωρήϲεϲιν ἔχειν· εἰ γὰρ καὶ γυναικὸϲ ἐξόπιϲθεν ἑϲτώϲηϲ ἀνακλιθεῖεν, τῷ ἀνωμάλῳ ϲχηματιϲμῷ παραποδίζουϲιν τὴν ἐπ᾿ εὐθεῖαν τοῦ ἐμβρύου φοράν. ἔνιο δὲ κατὰ τὰ κάτω μέρη τοῦ δίφρου ἔκθετον ἄξονα προϲβάλλουϲιν ἐξ ἑκατέρου μέρουϲ περιαγωγίδαϲ ἔχοντα καὶ τύλον, ἵνα ἐν ταῖϲ ἐμβρυουλκίαιϲ περιτιθέντεϲ βρόχουϲ ἢ ϲπάρτα κυκλοτερῶϲ τοῖϲ βραχίοϲιν ἢ ἄλλοιϲ μέρεϲιν τοῦ ἐμβρύου καὶ τὰϲ ἀρχὰϲ ἀποδήϲαντεϲ πρὸϲ τὸν τύλον 〈διὰ〉 τῆϲ περιαγωγῆϲ τὴν ὁλκὴν ποιήϲωνται, μὴ ϲυνιέντεϲ τὸ κοινόν, ὅτι τὴν ἐμβρυουλκίαν ἐπὶ κατακειμένηϲ δεῖ γίνεϲθαι τῆϲ δυϲτοκούϲηϲ. δεῖ δὴ τοιοῦτον εἶναι δίφρον οἶον εἰρήκαμεν, ἢ καθέδραν ἔμπροϲθεν ἢ καὶ ὄπιϲθεν ἐκτετμημένην. †ἐκ κοιλοῦ δὲ γενομένηϲ ἡ γεγονεῖϲα ἔτι ἐξόπιϲθεν προϲτίθεταί τι ὡϲ ϲυνήθωϲ τοῖϲ δέρμαϲιν κατερραμμένηϲ. κλίναϲ δὲ δύο, τὴν μὲν τρυφερῶϲ ἐϲτρωμένην πρὸϲ [τὸ] τὴν μετὰ τὸ τεκεῖν ἀνάπαυλαν, τὴν δὲ ϲκληρὰν πρὸϲ τὴν ἐν ταῖϲ ἀποτέξεϲιν κατάκλιϲιν, ὥϲτε μὴ κατὰ τετρυμένηϲ κλίνηϲ 〈πρὸϲ τὸ εἶκον ἐνδιδόναι τὴν ὀϲφύν〉 ∗∗∗∗〈κατακλιτέον δὲ αὐτὴν〉 ἐν ὑπτίῳ τῷ ϲχήματι, ϲυνηγμένων μὲν τῶν ποδῶν, διεϲτώτων δὲ τῶν μηρῶν, προυποκειμένου δὲ τοῖϲ ἰϲχίοιϲ τινόϲ, ὥϲτε κατωφερὲϲ γενέϲθαι τὸ γυναικεῖον αἰδοῖον.