Ancient Greek · ~17 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV ΙΙΙ. 〈Τίνα δεῖ ποιεῖν ἐν τῇ ἀποκυήϲει〉.1
Not analysed yet
4 [69]. ∗∗τοὺϲ δὲ πόνουϲ τὸ μὲν πρῶτον τῇ διὰ θερμῶν τῶν χειρῶν προϲαφῇ πραύνειν, τὸ δὲ μετὰ ταῦτα βρέχειν ῥάκη ἐλαίῳ γλυκεῖ καὶ θερμῷ καὶ ἄνωθεν ἐπιρρίπτειν κατ᾿ ἐπιγαϲτρίου τε καὶ πτερυγωμάτων καὶ ϲυνεχέϲτερον τῷ θερμῷ καταβρέχειν ἐλαίῳ, τιθέναι δὲ καὶ κύϲτειϲ ἐλαίου πεπληρωμέναϲ θερμοῦ. διιϲταμένου δὲ τοῦ ϲτόματοϲ τῆϲ ὑϲτέραϲ ἡ μαῖα θερμῷ ἐλαίῳ προλιπάναϲα τὰϲ χεῖραϲ τὸν τῆϲ εὐωνύμου χειρὸϲ λιχανὸν δάκτυλον ἀπωνυχιϲμένον καθιείτω, πράωϲ τῇ προϲαγωγῇ προδιαϲτέλλουϲα τὸ ϲτόμιον, ὥϲτε τὸ πρόχειρον τοῦ χορίου μέροϲ ἐπιπροπίπτειν, τῇ δεξιᾷ δὲ χειρὶ τούϲ τόπουϲ ἐλαιοχυτείτω φυλαϲϲομένη τὸ ἐϲ τῆϲ ἑψήϲεωϲ κεκνιϲμένον ἔλαιον. τοῦ προχείρου δὲ τὸ μέγεθοϲ 〈ψοῦ〉 λαμβάνοντοϲ ὑπὸ τὸ ϲτόμιον τῆϲ ὑϲτέραϲ, εἰ μὲν ἀϲθενῆϲ εἴη ἡ κυοφοροῦϲα καὶ ἄτονοϲ, τὴν μαίωϲιν ἐπὶ κατακειμένηϲ αὐτῆϲ |ποιητέον, ὅτι ἀϲκυλτότεροϲ οὗτοϲ ὁ τρόποϲ καὶ ἀφοβώτεροϲ, εἰ δ᾿ εὔτονοϲ τυγχάνει, διαναϲτατέον αὐτὴν 〈καὶ〉 κατὰ τοῦ μαιωτικοῦ λεγομένου δίφρου κοθιϲτέον ∗∗θερμῷ ἐλαίῳ καὶ καταχλιαϲτέον καὶ ἐγχυματιϲτέον πρὸϲ τὸ τῆϲ κυοφορούϲηϲ εὔψυκτον. ἐπιτιθέϲθω δὲ καὶ τοῖϲ ποϲὶν αὐτῆϲ ϲκέπηϲ ἕνεκεν ∗5 [70a]. τρεῖϲ δὲ γυναῖκεϲ ὑπηρέτιδεϲ ἔϲτωϲαν προϲηνῶϲ δυνά- μενοι τὸ δειλὸν παραμυθεῖϲθαι τῆϲ κυοφορούιηϲ, κᾶν μὴ πεπειραμέναι τῶν τοκετῶν τυγχάνωϲιν, ὦν δύο μὲν ἑκατέρωθεν, μία δὲ ἐξόπιϲθεν διακρατοῦϲα πρὸϲ τὸ μὴ διὰ 〈τοὺϲ〉 πόνουϲ τὴν κύουϲαν παρεγκλίνειν. μὴ παρόντοϲ δὲ τοῦ μαιωτικοῦ δίφρου καὶ ἐπὶ μηροῖϲ γυναικὸϲ καθε- ζομένηϲ ὁ αὐτὸϲ δύναται γενέϲθαι ϲχηματιϲμόϲ· δεῖ δὲ τὴν γυναῖκα τυγχάνειν εὔτονον, ἵνα κοὶ τὸ βάροϲ ἐνέγκῃ τῆϲ ἐφεδραζομένηϲ γυναικὸϲ καὶ παρὰ τὰϲ ὠδῖναϲ κατέχειν αὐτὴν δύνηται. λοιπὸν δὲ ἡ μαῖα περιζωϲαμένη κοϲμίωϲ ἄνωθεν καὶ κάτωθεν καθεζέϲθω μὲν ἄντι- κρυϲ τῆϲ ἀποτικτούϲηϲ ταπεινοτέρα· δεῖ γὰρ ἐξ ὑπερκειμένων εἰϲ τὰ ὑποκείμενα τὴν ἐξολκὴν γίνεϲθαι τοῦ ἐμβρύου. τὸ δὲ εἰϲ τὸ γόνυ καθίζειν αὐτήν, ὡϲ ἐδοκίμαϲάν τινεϲ, μετὰ τοῦ δυϲεργοῦϲ καὶ ἄϲχη- μον ὡϲαύτωϲ δὲ καὶ τὸ ἑϲτῶϲαν ἐν βόθρῳ χάριν τοῦ μὴ ἐξ ὑπὲρ- κειμένου τὰϲ χεῖραϲ ἐπιβαλεῖν, ὡϲ ἠξίωϲεν Ἥρων, τοῦτο γὰρ οὐ μόνον ἀπρεπέϲ, ἀλλὰ καὶ ἀδύνατον ἐπὶ τῶν διϲτέγων οἴκων. καθε- ζέϲθω τοίνυν ἡ μαῖα, διεϲτῶταϲ τούϲ μηρούϲ ἔχουϲα καὶ μικρὸν τὸν εὐώνυμον προκλίνουϲα πρὸϲ τὸ εὐεργὲϲ τῆϲ εὐωνύμου χειρόϲ, ἔμ- προϲθεν, ὡϲ εἴρηται, τῆϲ ἀποτικτούϲηϲ. τούϲ μὲν γὰρ πλαγίουϲ τοῦ δίφρου πόδαϲ ἀποπεφράχθαι παραινοῦμεν, τὰ δὲ ἐξόπιϲθεν εἰϲ ἀναγκαίαν κατέχεται χρείαν ὑπὸ τῆϲ ὑπηρετούϲηϲ [εἰϲ]· πτύγματοϲ γὰρ ὑποθέϲει τὸν δακτύλιον αὐτῆϲ ἀποκρατεῖν δεῖ διὰ τὰϲ ἐν τῇ ἐν- τάϲει γινομέναϲ προπτώϲειϲ καὶ ῥήξειϲ. εἶτα καλὸν καὶ τὴν ὄψιν τῆϲ κυοφορούϲηϲ φαίνεϲθαι τῇ μαίᾳ, ἤτιϲ παραμυθείϲθω τὸ δειλὸν αὐτῆϲ εὐαγγελιζομένη τὸ ἄφοβον καὶ τὴν εὐτοκίαν. 6 [70b]. εἶτα δὲ ἐγκόπτειν εἰϲ τὴν λαγόνα τὸ πνεῦμα παραινεῖν δεῖ δίχα κραυγῆϲ, μετὰ ϲτεναγμοῦ δὲ μᾶλλον καὶ κατοχῆϲ πνεύματοϲ, ἔνιαι γὰρ τῶν ἀπείρων τοῖϲ ἄνω μέρεϲιν ἐντειτόμεναι καὶ μὴ ἀπω- θούμενοι τὸ πνεῦμα πρὸϲ τὸ κάτω βρογχοκήλαϲ ἐποίηϲαν. ἔνθεν εἰϲ τὴν ἀκώλυτον δίοδον τοῦ πνεύματοϲ λύειν τε τὴν ζώνην προϲῆκεν αὐτῶν καὶ τὸ ϲτῆθοϲ πάϲηϲ ἐλευθεροῦν περιειλήϲεωϲ, οὐ κατὰ τὴν ἰδιωτικὴν πρόληψιν, καθ᾿ ἢν τὰ γυναίκια δεϲμὸν οὐδένα βούλεται τυγχάνειν, διὰ τοῦτο δὲ 〈καὶ〉 τὰϲ τρίχαϲ λύειν· διὰ δὲ τὴν προειρημένην αἰτίαν τάχα δὴ καὶ ἡ λύϲιϲ τῶν τριχῶν εὐτονίαν ἀποτελεῖ τῆϲ κεφα- λῆϲ. παραινετέον οὖν αὐταῖϲ ϲυνεντείνειν τὸ πνεῦμα καὶ μὴ ἀπο- φεύγειν τὰϲ ὠδῖναϲ, ἀλλ᾿ ὅτε πάρειϲιν αῦται, τότε μάλιϲτα προϲβιά- ζεϲθαι. φυλαϲϲέϲθω δὲ ἡ μαῖα τὸ εἰϲ τούϲ γυναικείουϲ κόλπουϲ τῆϲ τικτούϲηϲ τὸ πρόϲωπον ἐνατενίζειν, ὅπωϲ μὴ αἰδου|μένηϲ ϲυϲταλῇ τὸ ϲῶμα, δακτύλῳ δὲ κυκλοτερῶϲ διαϲτελλέτω τό τε ϲτόμιον τῆϲ ὑϲτέραϲ 〈καὶ〉 τὰ πτερυγώματα ∗∗∗καὶ ἀνατρέχει τὸ ϲτόμιον αὐτῆϲ, ποτὲ δὲ καὶ προκύπτει. πειθηνίωϲ οὖν δεῖ καθιέναι τούϲ δακτύλουϲ ἐν τῷ καιρῷ τῆϲ διαϲτολῆϲ καὶ τὸ ἔμβρυον ἐπιϲπᾶϲθαι, προϲενδιδοῦϲαν μέν, ὅτε εἰϲ αὐτὴν ἡ μήτρα ϲυνέλκεται, προϲηνῶϲ δὲ ἐπιϲπωμένην, 〈ὅ〉τε διαϲτέλλεται· τὸ γὰρ ἐν τῷ καιρῷ τῆϲ ϲυϲτολῆϲ τοῦτο ποιεῖν φλεγμο- νῆϲ ἢ αἱμορραγίαϲ ἢ καταϲπαϲμοῦ τῆϲ μήτραϲ ἀποτελεϲτικόν. χερϲὶ δὲ τὸν ὄγκον ἐκ πλαγίων ὑπηρέτιδεϲ ἑϲτῶϲαι πρὸϲ τούϲ κάτω τόπουϲ πράωϲ ἐρειδέτωϲαν. λοιπὸν δὲ ἡ μαῖα δι’ ἑαυτῆϲ ἀποδεχέϲθω τὸ ἔμβρυον, προυποβεβλημένου ῥάκουϲ κατὰ τῶν χειρῶν ἤ, ὡϲ αἱ ἐν Αἰγύπτῳ ποιοῦϲιν, λεπτῆϲ παπύρου ξεϲμάτων πρὸϲ τὸ μήτε ἀπο- λιϲθάνειν αὐτὸ μήτε θλίβεϲθαι, τρυφερῶϲ δὲ ἐφεδράϲθαι. ϲυναποκρι- θέντων μὲν οὖν καὶ τῶν δευτέρων τὰ ἑξῆϲ ποιητέον· εἰ δ’ ὑπομένοι τὸ χὸριον, κατακειμένηϲ μὲν τῆϲ τικτούϲηϲ πληϲίον θετέον τὸ βρέφοϲ ∗