Ancient Greek · ~4 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV I [XX]. Τίνα ϲημεῖα προηγεῖται μελλούϲηϲ ἀποτέξεωϲ γίνεϲθαι τῆϲ κατὰ φύϲιν.
Not analysed yet
1 [66]. Εἰϲ προταραϲκευὴν τῶν εἰϲ τὴν ἀπότεξιν ἐπιτηδείων εὔχρηϲτον μαθεῖν τὰ ϲημεῖα τῆϲ μελλούϲηϲ ἀποκυήϲεωϲ. παρέπεται δὲ ταῖϲ μελλούϲαιϲ ἀποτίκτειν περὶ τὸν ἔβδομον ἢ τὸν ἔνναιον ἢ τὸν δέκατον μῆνα βάροϲ ἤτρου καὶ ἐπιγαϲτρίου μετὰ πυρώϲεωϲ τοῦ γυναι- κείου αἰδοίου 〈καὶ〉 ἄλγημα βουβώνων καὶ ὀϲφύοϲ καὶ ἰξύοϲ πρὸϲ τὸ ὑποκείμενον τῆϲ ὑϲτέραϲ· ἢ τε ὑϲτέρα προϲχωρεῖ τῷ αἰδοίῳ, ὥϲτε ῥᾳδίωϲ τὴν μαῖαν ϲημειουμένην ἅψαϲθαι αὐτῆϲ [καὶ διέϲτηκεν αὐτῆϲ τὸ ϲτόμα μετὰ εὐαφίαϲ 〈καὶ〉 καθυγραϲμοῦ], τὸ δὲ ϲτόμιον αὐτῆϲ μετὰ τρυφερίαϲ ἀναπετάννυται καὶ διέϲτηκε μετὰ τοῦ ἐπινοτίζεϲθαι, πρὸϲ λόγον δὲ τοῦ ϲυνεγγιϲμοῦ τῆϲ ἀποτέξεωϲ ϲυμπίπτει μὲν τὰ ἰϲχία καὶ τὸ ἐπιγάϲτριον, ϲυνογκοῦται δὲ μετὰ βουβώνων 〈τὸ〉 ἐφήβαιον, καὶ ϲυνεχὴϲ γίνεται πρὸϲ ἀπούρηϲιν προθυμία. φέρεται δὲ ὑγρὸν γλίϲχρον, εἶτα καὶ αἷμα ταῖϲ πλείϲταιϲ ῥηγνυμένων τῶν ἐν τῷ χορίῳ λεπτῶν ἀγγείων, τῷ δὲ καθιεμένῳ δακτύλῳ εἰϲ τὸ γυναικεῖον αἰδοῖον περιφερὴϲ ὄγκοϲ ὑποπίπτει [γὰρ] παρόμοιοϲ ψῶ. καὶ διὰ φλεγμονὴν ὁ πόνοϲ παρηκολούθηϲεν, διακριθήϲεται δὲ τῷ μεμυκέναι τὸ ϲτόμα τῆϲ ὑϲτέραϲ καὶ ἀνεξηράνθαι.