Ancient Greek · ~28 min
〈ϹΩΠΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Γ〉
Soranus, Gynaeciorum Libri IV II. Περὶ φλεγμονῆϲ ὑϲτέραϲ..1
Not analysed yet
17. Ἡ φλεγμονὴ κέκληται μὲν ἀπὸ τοῦ φλέγειν καὶ οὐχ ὡϲ ὁ Δημόκριτοϲ εἴρηκεν ἀπὸ τοῦ αἴτιον εἰναι τὸ φλέτγμα. προκατάρχει δὲ τῆϲ περὶ τὴν ὑϲτέραν φλεγμονῆϲ πολλὰ μὲν καὶ ἄλλα, ϲυνεχέϲτερον δὲ ψύξιϲ, ὡϲαύτωϲ κόποϲ, ἔκτρωϲιϲ φαύλη τε μαίωϲιϲ, ὧν οὐδὲν εἰϲ τὴν ἐξαλλαγὴν ϲυντελεῖ τῆϲ ἐπιμελείαϲ. μήτραϲ δὲ φλεγμαινούϲηϲ τὰ μὲν κοινὰ παρέπεται ϲημεῖα, τὰ δὲ ἴδια καὶ δηλωτικὰ τοῦ πάϲχοντοϲ μέρουϲ αὐτῆϲ. φλεγμαίνει γὰρ ποτὲ μὲν ὅλη, ποτὲ δὲ τὸ ϲτόμιον αὐτῆϲ, ποτὲ δὲ ὁ τράχηλοϲ, ποτὲ δὲ ὁ πυθμήν, ποτὲ δὲ τὸ κύτοϲ ἤτοι ἄνωθεν ἢ κάτωθεν ἢ ἐκ πλαγίων, ποτὲ δέ τινα τούτων ἢ τὰ πλεῖϲτα μέρη. κοινὰ μὲν οὖν παρέπεται ϲημεῖα πυρετόϲ, [ἐπιγίνεται] πόνοϲ τε τοῦ πάϲχοντοϲ μέρουϲ καὶ παλμόϲ, ὄγκοϲ τοῦ ἐπιγαϲτρίου καὶ 〈ϲκληρία〉, πύρωϲιϲ, ξηρότηϲ, ϲύνταϲιϲ ἰϲχίων ἢ βάροϲ ὀϲφύοϲ, λαγόνων, ἤτρου, βουβώνων, μηρῶν, φρικώδηϲ ἀντίληψιϲ, διαδρομὴ νυγματώδηϲ, νάρκα ποδῶν καὶ περίωυξιϲ τῶν γονάτων, περιίδρωϲιϲ, ϲφυγμὸϲ μικρὸϲ καὶ πυκνότατοϲ, ϲυμπάθεια τοῦ ϲτομάχου, |λειποθυμία, ἔκλυϲιϲ· κατ᾿ ἐπίταϲιν δὲ καὶ λυγμόϲ, ἀλγήματα τραχήλου καὶ ϲιαγόνων καὶ βρέγματοϲ καὶ ὀφθαλμῶν, μάλιϲτα κατὰ τὰϲ βάϲειϲ, παραποδιϲμὸϲ οὕρων ἢ ϲκυβάλων ἢ καὶ ἀμφοτέρων. χείρονοϲ δὲ τῆϲ φλεγμονῆϲ οὔϲηϲ αὔξονται καὶ οἱ πυρετοὶ καὶ ἐπιγαϲτρίου ἐξόγκωϲιϲ καὶ παρα- κοπὴ παρακολουθεῖ καὶ ϲυνέρειϲιϲ ὀδόντων 〈καὶ〉 ϲπαϲμόϲ. 18. καὶ ταῦτα μὲν κοινά, ἴδια δὲ μόνου μὲν τοῦ ϲτομίου φλεγμαί- νοντοϲ ἐπίμυϲιϲ αὐτοῦ καὶ ϲυναίϲθηϲιϲ ὀδυνώδηϲ, ἐπινεύει δ᾿ ὡϲ πρὸϲ τὸν δακτύλιον, ϲυντείνονται δὲ βουβῶνεϲ ἰδίωϲ καὶ τὰ περὶ τὸν κτένα. μὴ ὅλου δὲ τοῦ ϲτόματοϲ ἀλλ᾿ ἐκ μέρουϲ φλεγμαίνοντοϲ τὰ μὲν αὐτὰ ϲυντείνεται μερικῶϲ, ὀδυνώδηϲ δὲ ὡϲ 〈πρὸϲ〉 τὴν ἁφὴν ἐπανόϲταϲιϲ ὑποπίπτει καὶ παρέγκλιϲιϲ εἰϲ τὰ ἐναντία τῷ διογκουμένῳ· τὸ δεξιὸν μὲν γὰρ φλεγμαῖνον μέροϲ πρὸϲ τὸ ἀριϲτερὸν ἐκκλίνει, τὸ δὲ ἀριϲτε- ρὸν πρὸϲ τὸ δεξιόν, τὸ δὲ κάτω πρὸϲ τὸ ἄνω ῥέπει μᾶλλον, τὸ δὲ ἄνω πάντων πλέον ἀπονεύει πρὸϲ τὸν δακτύλιον. 19. ζητητέον δὲ, πότερον ὁ πόνοϲ κατὰ τοῦ ἐπ᾿ εὐθὺ μέρουϲ γίνεται τοῦ φλεγμαίνοντοϲ ἢ καὶ τῶν ἀντικειμένων παρὰ τὴν ϲύννευϲιν εἴληφεν. καὶ τῶν μὲν προγεν νεϲτέρων τινὲϲ τὸν ἐναντίον φαϲὶν ἀλγεῖν βουβῶνα καὶ μηρόν, Δημήτριοψ δὲ ὁ Ἀπαμεὺϲ τὸν κατ᾿ εὐθύ· μὴ εἶναι γὰρ πιθανὸν τὰ μὲν πρὸϲ τῷ φλεγμοίνοντι μέρει μὴ πονεῖν, τὰ |δὲ ἀπαθῆ τὰϲ ἀλγηδόναϲ ἔχειν (ὅπερ ὑπενόηϲάν τινεϲ ἀποβλέψαντεϲ εἰϲ τὸ παρῆχθαι τὸ φλεγμαῖνον εἰϲ τὰ ἐναντία μέρη κἀκείνων τῶν τόπων ψαύειν), πολλῷ γάρ ἐϲτιν εὐλογώτερον, ἐπεὶ πλείονα τάϲιν ἐπιδέχεται τὰ κατ᾿ εὐθὺ τῷ φλεγμήναντι, διὰ τὸν ἐπὶ τὰ ἐναντία περιϲπαϲμὸν ἐκεῖνα καὶ τὰϲ ἐπαιϲθήϲειϲ ἔχειν. καὶ ἡμεῖϲ δὲ τοῦτο ϲυναινοῦμεν, εἰ καὶ τὸ ζητούμενον οὐδεμίαν ἐξαλλαγὴν ἐπι- φέρει πρὸϲ τὴν χρῆϲιν τῶν τοπικῶν βοηθημάτων. 20. τοῦ τραχήλου δὲ φλεγμαίνοντοϲ μείζονεϲ μὲν αἱ ϲυμπάθειαι, μετὰ δὲ τὸ ϲτόμιον ἡ ὄγκωϲιϲ. καὶ τοῦ μὲν δεξιοῦ μέρουϲ φλεγμαί- νοντοϲ τὸ κατ᾿ εὐθὺ ϲυμπάϲχει ϲκέλοϲ καὶ βουβών ἐπανίϲταται, τὸῦ ἀριϲτεροῦ δὲ τὸ ἐναντίον τοῦ δὲ κάτωθεν, ὅπερ ἐπίκειται τῇ ἀρχῇ τοῦ ἀπευθυϲμένου, ϲκυβάλων δυϲοδία καὶ ἐποχὴ καὶ προθυμία τεινεϲμώ- δηϲ καὶ οὐκ εὐμαρὴϲ ἡ τοῦ κλύϲματοϲ παράθεϲιϲ, κὰν ἐνθῇ τιϲ τὸν δάκτυλον εἰϲ τὴν ἕδραν, ὄγκοϲ ὑποπίπτει δοκῶν εἶναι περὶ τὸ ἀπευ- θυϲμένον· τοῦ δὲ ἄνωθεν δυϲουρία 〈καὶ〉 πλείων κατ᾿ ἐφηβαίου καὶ κτενὸϲ ὁ πόνοϲ. ὅλου δὲ τοῦ τραχήλου φλεγμαίνοντοϲ πάντα παρέπε- ται τὰ προειρημένα, καὶ διὰ τὴν πλείονα διόγκωϲιν εἰϲ τὸν γυναικεῖον προκύπτει κόλπον. 21. τοῦ κύτουϲ δὲ φλεγμαίνοντοϲ κατὰ μὲν τὰ πλάγια μέρη πόνοϲ 〈τῆϲ〉 καταλλήλου λαγόνοϲ γίνεται, ϲφοδρυνόμενοϲ κατὰ τὴν εἰϲ τὰ ἐναντία ἐπιϲτροφήν· κατὰ δὲ τὰ ἔμπροϲθεν καὶ ἄνωθεν ἡ μὲν ἀλγη- δὼν κατὰ τοῦ ἐπιγαϲτρίου πλείων μετὰ διογκώϲεωϲ, δυϲουρία δὲ ἧ ἰϲχουρία, καὶ μετὰ τὸ οὐρῆϲαι μᾶλλον ὑποπίπτει τῇ ἁφῇ τὸ οἴδημα. κατὰ δὲ τὰ ὄπιϲθεν καὶ κάτωθεν τοῦ κύτουϲ τῆϲ φλεγμονῆϲ ὑπάρχου ϲηϲ περὶ τὴν ὀϲφὺν ὁ μὲν πλείων πόνοϲ, ϲφοδρυνόμενοϲ εἰ ἐκκλίνοιτο πρηνὴϲ ἢ ἐπὶ πλευράν, κλύϲμα δὲ οὐ παρατίθεται ῥᾳδίωϲ, ἐπέχεται. δὲ τὸ ϲκύβαλον καὶ οὐ διαχωροῦϲι φῦϲαι, καὶ πρὸϲ τὸν εἰϲ τὴν ἕδραν ἐντιθέμενον δάκτυλον ὄγκοϲ 〈ὑποπίπτει δοκῶν μὲν εῖναι περὶ τὸ ἀπευθυϲμένον, διαφέρων δὲ τῆϲ〉 τοῦ ἀπευθυϲμένου φλεγμονῆϲ τῷ μὴ εὐθὺϲ ἅμα τῷ ἐπερεῖϲαι τὸν δάκτυλον ἄλγημα παρακολουθεῖν, ἐξ ἐπιμονῆϲ δὲ τοῦ θλίβοντοϲ, καὶ τῷ τὸν ὄγκον ὑποχωρεῖν, ὥϲτε τὸ ἔντερον τὴν ἰδίαν χώραν ἀπολαβεῖν, καὶ τῷ μεταπίπτειν τὸν ὄγκον ἐν τοῖϲ ἐπὶ τὰ γόνατα μεταϲχηματιϲμοῖϲ, ὧν οὐδὲν γίνεται φλεγμαί- νοντοϲ ἀπευθυϲμένου. 〈τοῦ πυθμένοϲ δὲ φλεγμαίνοντοϲ καὶ ὁ πόνοϲ〉 καὶ ἡ διάταϲιϲ καὶ ἡ βαρύτηϲ παρ’ ὀμφαλὸν κατ’ ὀϲφύν· πολλάκιϲ δὲ καὶ ῥυϲὸν ὑποπίπτει τὸ ϲτόμιον τῶν ὑπὲρ τὸν τράχηλον φλεγμαι- νόντων καὶ ϲυνείλκυϲται πρὸϲ τὸ ἐντόϲ, ὥϲτε τινὰϲ ἀπαθῆ λέγειν τὴν ὑϲτέραν. 22. ὅληϲ δὲ τῆϲ μήτραϲ φλεγμαινούϲηϲ πάντα ϲυνεδρεύει καὶ ϲυμπάθεια ϲφοδρὰ καὶ πλείων κατ’ ἐπιγαϲτρίου διόγκωϲιϲ. ἣν δια- κρινοῦμεν τῆϲ γινομένηϲ τοῦ ἐπιγαϲτρίου φλεγμονῆϲ τῷ μήτε προ- φαίνειν οὔτωϲ ἔξω τὸν ὄγκον ἢ τὸ ἔρευθοϲ μήτε πρὸϲ τοὺϲ ϲχημα τιϲμοὺϲ ἡδραϲμένον μένειν τὸν ὄγκον, ἀλλὰ μετακινεῖϲθαι καὶ τὸ δέρμα πρὸϲ τὸν διὰ τῶν δακτύλων ἐπιϲπαϲμὸν ἐπακολουθεῖν, τοῦ ἐπιγαϲτρίου δὲ φλεγμαίνοντοϲ τὰ ἐναντία γίνεϲθαι τούτων καὶ τὰ ἔξωθεν ἀλγεῖν μᾶλλον ἐν τῷ μηδὲ τὴν οὔρηϲιν ἐμποδίζειν. ὡϲαύτωϲ δὲ καὶ τὰϲ τοῦ περιτοναίου διακρίνομεν φλεγμονὰϲ καὶ τῷ μὴ κατὰ περιγραφὴν ἔχειν ὄγκον καὶ ἤτοι μηδ’ ὅλωϲ τὰ οὖρα παρεμποδίζειν ἢ μὴ πρὸϲ λόγον τῆϲ διογκώϲεωϲ. κοινῶϲ γε μὴν φλεγμοναῖϲ ὑϲτέραϲ ϲυμπάϲχει κε- φαλὴ καὶ τράχηλοϲ, ἐπιγαϲτρίου δὲ καὶ περιτοναίου πρὸϲ ὀλίγον ἢ οὐδ’ ὅλωϲ. 23. καὶ τοιαύτη μὲν ἡ διάκριϲιϲ τῆϲ ϲημειώϲεωϲ· ἐπὶ τὴν θερα- πείαν δὲ ἤδη τὸν λόγον τρέψομεν. παραληπτέον τοίνυν ἅπερ ἔμ- προϲθεν ἐπὶ τῆϲ μετὰ πόνου γινομένηϲ καθάρϲεωϲ εἰρήκαμεν, κατ’ ἀρχὰϲ κατακλίνοντεϲ ἐν οἰκήματι φωτεινῷ καὶ ϲυμμέτρωϲ ἀλεεινῷ, ἡϲυχίαν ἐμποιοῦντεϲ καὶ πάντων ἀποχήν, ψηλαφίᾳ χρώμενοι καὶ δια- κρατήϲει ϲκελῶν καὶ καρπῶν, θερμάϲματα προϲάγοντεϲ καὶ ἐπιβρέχον- τεϲ καὶ ϲκέποντεϲ ἐρίοιϲ καθαροῖϲ, ἐγχυματίζοντεϲ καὶ κενοῦντεϲ διὰ κλυϲτῆροϲ ἀνετικοῦ τὴν κοιλίαν, ἤγουν δι᾿ ἐλαίου γλυκέοϲ καὶ θερμοῦ καὶ τῶν ὁμοίων. ποτὸν δὲ καὶ διάκλυϲμα ὕδωρ θερμὸν δοτέον καὶ τροφὴν ῥοφηματώδη θερμήν **μετὰ δὲ ταῦτα καταπλάϲματα παρηγο- ρικῶϲ ἀνιέντα καὶ ϲικύαϲ καὶ καταϲχαϲμόν, βδελλῶν προϲβολὴν ἢ ἐγκά- θιϲμα ἢ πυρίαν τὴν διὰ ϲπόγγων, ἔνεϲιν ἐλαίου θερμοῦ διὰ κλυϲτῆροϲ, πεϲϲῶν ἀπεριέργων πρόϲθεϲιν **καὶ μαλακτικωτέρουϲ πεϲϲοὺϲ προϲ- τίθου λουτρόν τε καὶ ποικίλην τροφήν, ὕϲτερον δὲ οῖνον αὐϲτηρὸν καὶ λεπτὸν ὑδατώδη. 24. πυρετῶν δὲ ἐπιγενομένων οὐκ ἐξαλλακτέον τὴν ἐπιμέλειαν πειρατέον δὲ ὅπωϲ τὰ μὲν ἐν παροξυϲμοῖϲ πράϲϲηται, τὰ δ᾿ ἐν ἀνέϲεϲιν δρᾶ τὴν ἐξαλλαγὴν τῆϲ προηγηϲαμένηϲ αἰτίαϲ, οὐκ ἐξαλλαϲ- ϲομένηϲ τῆϲ ἐπιμελείαϲ. διὸ καὶ Θεμίϲων μεμπτὸϲ ἐπὶ μὲν τῆϲ χωρὶϲ πυρετῶν φλεγμονῆϲ χαλαϲτικὰ δοκιμάϲαϲ διὰ τοῦ τρίτου τῶν Χρονίων, ἐπὶ δὲ τῆϲ μετὰ πυρετῶν τὰ ϲταλτικά, ϲτρύχνου καὶ περ- δικίου χυλόν, ἀπατηθεὶϲ διὰ τὴν ϲυνεδρεύουϲαν πύρωϲιν τὰ ψυκτικὰ παραλαβεῖν, ὕϲτερον δὲ καὶ ὑδρορόδινον, μὴ ἐπιϲτήϲαϲ, ὅτι δι᾿ ὧν ἐπιτείνεται τὰ φλεγμαίνοντα, διὰ τούτων ἡ πύρωϲιϲ αὔξεται. διὸ καὶ κατ᾿ ἐκεῖνον αὐτὸν διὰ τοιούτων δεῖ παρηγορεῖν τὰ ϲυμπτώματα, δι᾿ ὧν οὐ παροξύνομεν τὴν διάθεϲιν. παραιτητέον δὲ καὶ ὅϲα τῶν ὰρ- χαίων τινὲϲ πρόϲθετα δριμέα παρέλαβον, ἔλαιον μετὰ πηγάνου κα οἰϲυπηρῶν ἐρίων ἀποβρέγματοϲ, βούτυρόν τε καὶ ἄρτον μετὰ ῥοδίνου καὶ ϲελινίνου καὶ ὀξελαίου· πᾶν γὰρ τὸ δριμὺ καὶ δηκτικὸν ἐρεθίζει [γὰρ] τὰϲ φλεγμονὰϲ εἰϲ ἐπίταϲιν.