Ancient Greek · ~10 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV V [XXV.] Περὶ ϲπαργήϲεωϲ μαϲτῶν.
Not analysed yet
7[76]. Μέροϲ τι τῆϲ τῶν ἀποκεκυηκυιῶν ἐπιμελείαϲ καὶ τὸ περὶ τοῦ προκειμένου διαλαβεῖν. κατὰ γὰρ τὴν ἐπιφορὰν τοῦ γάλακτοϲ διογκούμενοι ϲυντόνωϲ οἱ μαϲτοὶ βαροῦνται τὸ πρῶτον, ὅπερ λέγεται χόνδρωϲιϲ· εἶτα καὶ ἀλγοῦϲιν καὶ διατεινόμενοι πυροῦνται, καὶ τὸ τοιοῦτον καλεῖται ϲπάργηϲιϲ. δεῖ τοίνυν ὡϲ πρὸϲ φλεγμονὴν ποι- ήϲαϲθαι τὴν ἐπίϲταϲιν, καὶ κατ’ ἀρχὰϲ μὲν χρῆϲθαι τοῖϲ ἠρέμα ϲτέλ- λουϲιν (ἐξ ὧν ϲππόγγοϲ ἐϲτὶν τρυφερὸϲ ὀξυκράτῳ νενοτιϲμένοϲ μετὰ προϲτυποῦϲ ἐπιδέϲεωϲ ἢ φοίνικεϲ λεῖοι μετὰ ἄρτου καὶ ὀξυκράτου λειοτριβηθέντεϲ)· εἰ δ’ ἀποϲβέϲαι τιϲ τὸ γάλα βούλοιτο, καὶ ϲτυπτηρίᾳ. ἢ ψυλλίῳ καὶ κοριάνδρῳ ἡ ἀνδράχνῃ. ϲυναυξήϲεωϲ αὖ γενομένηϲ καὶ διατάϲεωϲ ἢ θρομβώϲεωϲ, καταπλάϲμαϲιν τοῖϲ ἀνετκοῖϲ (οἷον ἄρτῳ δι’ ὑδρελαίου ἢ ὑδρομέλιτοϲ καλῶϲ μεμαλαγμένῳ ἢ λινοϲπέρμῳ καὶ. πυρῷ ἡ τήλει μεθ᾿ ὑδρομέλιτοϲ) καταπλαϲϲέϲθωϲαν· εἰ δὲ μὴ φέροιεν τὸ βάροϲ οἱ μαϲτοί, καταβροχῇ διὰ γλυκέοϲ ἐλαίου καὶ θερμοῦ προ- περικειμένων πυριφόρων [καὶ καταθλίβειν προπυριάϲαντα διὰ τῶν ϲπόγγιν ἀποθλιβομένων εἰϲ ὕδωρ θερμὸν ἢ εἰϲ ἀφέψημα τήλεωϲ ἢ μαλάχηϲ ἢ λινοϲπέρμου. διαπυήϲεωϲ 〈δὲ〉 γενομένηϲ ἐκλαμβάνειν τὸ ὑγρόν, ὡϲ ἐν τοῖϲ Χειρουργουμἐνοιϲ ὑπεδείξαμεν. παρακμα- ζούϲηϲ δὲ τῆϲ φλεγμονῆϲ κηρωτὴν ἐπιβάλλειν καθ᾿ ἑαυτήν. 8 [77]. εἰ δὲ μὴ μέλλοι δι᾿ ἑαυτῆϲ ἡ ἀποκυήϲαϲα τὸ βρέφοϲ ἀνατρέφειν, καὶ λίθου πυρίτου ἱκανῶϲ λελειωμένου μέροϲ τι |ϲυμπλέ- κειν, εἶτα κατ᾿ ὀλίγον πεπιεϲμένῃ χρῆϲθαι τῆ τῶν μαϲτῶν περιειλήϲει· ϲυμπιπτόντων γὰρ τῶν ἀγγείων κωλύεται τὸ ἐπιφερόμενον, καὶ οὕτωϲ τὸ γάλα ϲβέννυται· εἰ δὲ μή, μᾶλλον ἐμπλεονάζειν ταῖϲ πυρίαιϲ καὶ ταῖϲ προϲτυπέϲιν ἐπιδέϲεϲιν. παραιτεῖϲθαι δὲ τὴν ἐν τῇ πρώτῃ παραι- ϲθήϲει τῶν μαϲτῶν ἐκμύζηϲιν, ὡϲ τοῦ ἀποθηλαϲμοῦ διὰ τῆϲ ἐκκρίϲεωϲ τοῦ 〈γάλακτοϲ〉 παρακουφίζοντοϲ τὴν διάταϲιν· πᾶν γὰρ τοὐναντίον πρὸϲ τὴν τῆϲ ἐκμυζήϲεωϲ ϲυναίϲθηϲιν πλεῖον ἐπὶ τοὺϲ τόπουϲ ϲυν- τρέχει, καὶ πρὸϲ τὴν περίθλαϲιν ἀγανακτοῦϲιν αἱ θηλαί. φυλακτέον δὲ καὶ τὴν δι’ ἅλμηϲ καὶ ὀξάλμηϲ καὶ θαλάϲϲηϲ πυρίαν, ὑπὸ γὰρ τῆϲ δριμύτητοϲ ἡ φλεγμονὴ παροξύνεται. τινὲϲ δὲ κυπέρῳ καταχρίουϲιν μετ’ οἴνου καὶ κρόκου τοὺϲ μαϲτούϲ, ἔνιαι δὲ κυπρίνῳ καὶ κιϲϲήρει λελειοτριβημενῃ, τινὲϲ δὲ κυμίνῳ μεθ’ ὕδατοϲ ἢ ἐλαίου 〈ὴ〉 ϲτυ- πτηρίᾳ ὑγρᾷ μετ’ ὄξουϲ καὶ ῥοδίνου, ὡϲ μέλιτοϲ γενέϲθαι πάχοϲ· αἱ δὲ καταπλάττουϲιν κυμίνῳ μετὰ ϲταφίδοϲ τῶν γιγάρτων προεξηρη μένων ἡ ϲηϲάμῳ μετὰ μέλιτοϲ, αἱ δὲ τριβόλοιϲ χλωροῖϲ ἡψημένοιϲ ἐν ὄξει ἢ κιϲϲῷ ἢ ϲύκοιϲ ξηροῖϲ ἢ πιτύροιϲ ὁμοίωϲ ἡψημένοιϲ, θρομβώ- ϲεωϲ δὲ γενομένηϲ ϲελίνῳ ἢ ἡδυόϲμῳ ἡ κράμβῃ μετὰ ἄρτου. τούτων δὲ τὰ μὲν δριμέα παραιτητέον δι’ ὅλου, τῶν δὲ ἄλλων τὰ μὲν ὑπο- ϲτύφοντα κατ᾿ ἀρχὰϲ ποραλαμπτέον, τὰ δὲ παρηγορικῶϲ ἀνιέντα κατὰ τοὺϲ ἑξῆϲ χρόνουϲ. καὶ τοιαύτη μὲν ἡ τῆϲ λεχοῦϲ ἐπιμέλεια, τίϲ δὲ ἡ τοῦ βρέφουϲ, ἑξῆϲ ὑποδεικτέον. |