Ancient Greek · ~2 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV Περὶ τῆϲ τοῦ βρέφουϲ ἐπιμελείαϲ.
Not analysed yet
9 [78]. Ὁ περὶ παιδοτροφίαϲ λόγοϲ ἐϲτὶν μὲν πλατὺϲ καὶ πολυ- μερήϲ. ἐν αὐτῷ γὰρ ἐξετάζεται, τίνα τῶν γεννηθέντων πρὸϲ ἀνατρο- φῆν ἐϲτιν ἐπιτήδεια καὶ πῶϲ ὀμφαλοτομητέον καὶ ϲπαργανωτέον καὶ ἀποϲμηκτέον τὸ ἀνατρεφόμενον καὶ τίνα τρόπον λουτέον καὶ πῶϲ κατακλιτέον καὶ ποταπὴν ἐκλεκτέον τιτθὴν ποῖόν τε τὸ ἄριϲτον γάλα καὶ τί πρακτέον ἐκλιπόντοϲ αὐτοῦ καὶ πότε καὶ πῶϲ ἀπογαλακτιϲτέον τὰ βρέφη περί τε ὀδοντοφυήϲεωϲ καὶ τῶν κατὰ χρόνουϲ αὐτοῖϲ ἐπι- γινομένων ϲυμπτωμάτων. ἵνα δὲ μὴ δυϲπερίγραφοϲ ἡ πραγματεία γέ- νηται, διὰ ϲυντόμων ὑφ’ ἓν παραδώϲομεν.