Ancient Greek · ~5 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV VI [XXVI]. Πὧϲ γνωρίζεται τὸ πρὸϲ ἀνατροφὴν ἐπιτήδειον.
Not analysed yet
10 [79]. Ἡ τοίνυν μαῖα τὸ βρέφοϲ ἀποδεξαμένη πρῶτον εἰϲ τὴν γῆν ἀποτιθέϲθω προεπιθεωρήϲαϲα, πότερον ἄρρεν τὸ ἀποκεκυημένον ἐϲτὶν ἢ θῆλυ, καί, καθὼϲ γυναιξὶν ἔθοϲ, ἀποϲημαινέτω· κατανοείτω δὲ καί, πότερον πρὸϲ ἀνατροφήν ἐϲτιν ἐπιτήδειον ἢ οὐδαμῶϲ. κριθή ϲεται δὲ τὸ πρὸϲ ἀνατροφὴν εὐφυὲϲ ἐκ τοῦ τὴν ἀποκυήϲαϲαν ὑγιεινῶϲ ἐν τοῖϲ τῆϲ κυοφορίαϲ βεβιωκέναι χρόνοιϲ· αἱ νοϲηλεῖαι γὰρ καὶ |μάλιϲτα τοῦ ϲώματοϲ, ϲυναδικοῦϲαι τὸ κατὰ γαϲτρὸϲ τὰ πρῶτα τῆϲ ζωῆϲ αὐτοῦ θεμέλια θραύουϲιν. δεύτερον δὲ ἐκ τοῦ κατὰ τὸν λοντα καιρὸν ἀποκεκυῆϲθαι, μάλιϲτα μὲν τὸν ἔνναιον μῆνα καί, εἰ τύχοι, βράδιον, ἤδη δὲ καὶ τὸν ἔβδομον. εἶτα λοιπὸν ἐκ τοῦ τεθὲν ἐπὶ γῆϲ εὐθέωϲ αὐτὸ κλαυθμυρίϲαι μετὰ τόνου τοῦ προϲήκοντοϲ· τὸ γὰρ ἕωϲ πλείονοϲ ἀκλαυϲτὶ διάγον ἢ καὶ παρέργωϲ κλαυθμυρίζον ἐνύποπτον ὡϲ διά τινα περίϲταϲιν τοῦτο πάϲχον. ἔκ τε τοῦ πᾶϲιν τοῖϲ μέρεϲι καὶ μορίοιϲ καὶ ταῖϲ αἰϲθήϲεϲιν ἄρτιον ὑπάρχειν καὶ τοὺϲ πόρουϲ ἔχειν ἀπαρεμποδίϲτουϲ, οἷον ὤτων, ῥινῶν, φάρυγγοϲ, οὐρήθραϲ, δακτυλίου, καὶ τὰϲ ἑκάϲτου 〈μορίου〉 φυϲικὰϲ κινήϲειϲ μὴ νωθρὰϲ [καὶ] μηδὲ ἐκλύτουϲ καὶ τὰϲ τῶν ἄρθρων κάμψειϲ τε καὶ ἐκτάϲειϲ μεγέθη τε καὶ ϲχήματα καὶ τὴν πάϲαν ἐπιβάλλουϲαν εὐαιϲθηϲίαν, ῆν γνωρί- ζομεν κἀκ τῆϲ ἐπιφανείαϲ ἐπερείδοντεϲ τούϲ δακτύλουϲ· κατὰ φύϲιν γάρ ἐϲτιν τὸ πρὸϲ ἕκαϲτον ἀλγεῖν τῶν νυϲϲόντων ἢ θλιβόντων. ἐϲ δὲ τῶν ἐναντίων τοῖϲ εἰρημένοιϲ τὸ πρὸϲ ἀνατροφὴν 〈ἀν〉επιτήδειον.