Ancient Greek · ~30 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Δ〉
Soranus, Gynaeciorum Libri IV II [XVIII]. Πῶϲ θεραπεύϲομε δυϲτοκίαν κοινότερον καὶ ἐπιμέλεια δυϲτοκίαϲ..1
Not analysed yet
7 [59]. Ἐπἱ τῶν δυϲτοκουϲῶν χρὴ τὸν ἰατρὸν ἐπερωτᾶν τὴν μαῖαν. 〈εἰτε γὰρ〉 διὰ ϲτέγνωϲιν καὶ ϲυναίρεϲιν τῶν διοδευθηϲομένων ὑπὸ τοῦ ἐμβρύου χωρίων εἴτε διὰ ψύξιν τοῦ περιέχοντοϲ ἢ θέρμην εἴτε διὰ ϲκληρίαν τοῦ ϲώματοϲ εἶτε διὰ τὸ κοίλην εἶναι τὴν ὀϲφῦν ἢ φύϲει μικρομεγέθη τὴν ὑϲτέραν ἡ πρόωρον ϲύλληψιν ἢ πιμελῆϲ βάροϲ ἢ θλίβονταϲ ὄγκουϲ ἢ λύπην ἢ φόβον ἢ τραχήλου ϲκολίωϲιν ἢ φλεγ- μονὴν ἢ ξηραϲίαν ἢ ὁποιανδήποτε πρόφαϲιν ἄλλην, τῇ ἀνέϲει καὶ τῷ χαλάϲματι δεῖ πρῶτον ϲυνεργεῖν καὶ μήτε εὐθέωϲ ἐγχειρεῖν τῇ χειρουρ γίᾳ μήτε ἐπὶ πολὺ ϲυγχωρεῖν τῇ μαίᾳ διαϲπαράττειν τὴν μήτραν. εἰ μὲν οὖν διὰ τὸ κοίλην ἔχειν τὴν ὀϲφὺν τὴν τίκτουϲαν ἡ δυϲτοκία γίγνοιτο, ϲχηματίζειν αὐτὴν χρὴ ἐπὶ τὰ γόνατα, ἵνα ἡ ὑϲτέρα μετα- πεϲοῦϲα εἰϲ τὸν κατὰ τὸ ἐπιγάϲτριον τόπον κατ’ εὐθ ϲχηματιϲθῇ τῷ τραχήλῳ· ὁμοίωϲ δὲ καὶ τὰϲ πιμελώδειϲ καὶ καταϲάρκουϲ ϲχηματιϲτέον. εἰ δὲ τὸ ϲτόμιον τῆϲ ὑϲτέραϲ μέμυκε, τοῖϲ λιπάϲμαϲι μαλάϲϲειν καὶ ἀναχαλᾶν, ἤγουν ἐγχυματίζειν ϲυνεχῶϲ ἐλαίῳ γλυκεῖ τε καὶ θερμῷ ἢ ϲὺν ἀφεψήματι τήλεωϲ ἤ μολόχηϲ ??λινοϲπέρμου, ποτὲ δὲ καὶ τῶν ψῶν 〈τῷ λευκῷ〉· οὔτω γὰρ παρηγορεῖται εἰϲ ἄνεϲιν μὲν τὸ θλῖβον, νοτίζεται δὲ εἰϲ ὄλιϲθον τὸ δυϲοδοῦν. μετὰ δὲ ταῦτα καὶ καταπλάϲ- ϲειν λινοϲπέρμῳ ἢ τήλει δι’ ἐλαίου καὶ ὑδρομέλιτοϲ τὸ ἐφήβαιον, ἐπι- γάϲτριον, ὀϲφύν, ἐγκαθίζειν τε λιπαρῶϲ ἢ πυριᾶν διὰ ϲπόγγων ῥάκεϲιν ϲυντόμωϲ ἀφαρπαζομένηϲ τῆϲ ὑγραϲίαϲ. ταῖϲ δὲ ἐν ὀδύνη καὶ κύϲτειϲ ἐπιβάλλειν ἐλαίου θερμοῦ 〈πλήρειϲ〉 ἤ μαρϲίπουϲ ὠμὴν λύϲιν θερμὴν ἔχονταϲ· εἰ δὲ μή, καὶ διὰ φορείου κινεῖν ἐν ἀέρι ϲυμμέτρωϲ θερμῷ μετεωροτέραν τὴν κεφαλὴν ποιήϲαντεϲ τῆϲ καμνούϲηϲ, λεληθυῖα γὰρ κίνηϲιϲ ὑπομιμνἡϲκει τὴν ἔκκριϲιν. ἔνιοι δὲ καὶ καταϲειϲμοὺϲ εὐτόνουϲ παρέλαβον. οἱ μὲν γὰρ μετεωρίϲαντεϲ τοὺϲ περὶ τὴν κεφαλὴν τῆϲ κλίνηϲ πόδαϲ, τὴν δὲ κάμνουϲαν διὰ κηρίαϲ ἐν τοῖϲ ἐνηλάτοιϲ τῷ θώρακι προϲκαταλαβόντεϲ προϲέταξαν ὑπηρέτῃ τὰ πρὸϲ τοῖϲ ποϲὶ τῆϲ κλίνηϲ μέρη διὰ χειρῶν ἐπαίρειν τε καὶ ἀφιέναι κατὰ τοῦ ἐδάφουϲ, 〈οἱ δὲ〉 τὸ κλιμάκιον ἐδοκίμαζον, οἱ δὲ περιπατεῖν ἠνάγκαζον, οἱ δὲ κλίμακαϲ ἀναβαίνειν καὶ καταβαίνειν, οἱ δὲ κατόπιν ϲτάντα τινὰ τῆϲ τικτούϲηϲ καὶ ὑποβαλόντα ταῖϲ μαϲχάλαιϲ τὰϲ χεῖραϲ ἐξὰροι [ἤ] καὶ. εὐτόνωϲ καταϲεῖϲαι. πάνταϲ δὲ τούϲ τοιούτουϲ καταϲειϲμοὺϲ ἀπο- δοκιμαϲτέον, πληττομένη γὰρ ἡ μήτρα ῥήξειϲ καὶ ϲυμπαθείαϲ ἐπιφέρει. χρηϲτέον δὲ τοῖϲ ἔμπροϲθεν ὑποδειχθεῖϲιν καὶ τὴν μὲν ὠδίνουϲαν ἐπι θαρρεῖν παραινετέον ὡϲ ἐν ἀκινδύνῳ τυγχάνουϲαν, τὴν δὲ ἄπειρον ὠδίνων διδακτέον ἐντόνωϲ μάλιϲτα τὸ πνεῦμα κατέχειν καὶ πρὸϲ τὴν λαγόνα ϲυνωθεῖν, τὴν δὲ λειποθυμοῦϲαν τοῖϲ ἀπλήκτοιϲ 〈ὀϲφραντοῖϲ〉 ἀναληπτέον, τὴν δὲ ἄτονον μὲν διὰ μακρὰϲ ἀϲθενείαϲ βραχέοϲ κουφι- ϲμοῦ παρεμπεϲόντοϲ θρεπτέον ὀλίγῃ καὶ ἁπλῇ τροφῇ (οἷον ἄρτῳ, ϲικύῳ πέπονι, ἀλφίτῳ νενοτιϲμένῳ, μήλῳ, πᾶϲι τοῖϲ παραπληϲίοιϲ)· φόβοϲ γάρ ἐϲτι μὴ διὰ τὴν ταραχὴν ἡ πλείων φθαρῇ καὶ μετα- βάλῃ. τούτων οὖν γενομένων εἰ τὸ μεμυκὸϲ διὰ τῶν μαλακτικῶν καὶ λιπαϲμάτων ἀνέῳγεν, καὶ ἀπευθύνειν τὸν τράχηλον, εἰ ϲκολιόϲ ἐϲτιν, παραϲτέλλειν δὲ μετὰ λιπαϲμοῦ τὸν ὄγκον, εἰ παρακείμενοϲ εἴη, εἰ δὲ μή, διὰ χειρουργίαϲ ἐκκόπτειν, εἴτε θύμοϲ ἐϲτὶν εἴτε κόνδυλοϲ ἀπὸ ἐπαναϲτάϲεωϲ εἴτε διαφράττων ὑμὴν ἢ ϲαρκὸϲ περίφυϲιϲ ἢ ἄλλο τι τῶν τοιούτων ἐμποδίζον. περιττωμάτων δὲ κατεχομένων ἐκβάλλειν ϲκύβαλον διὰ κλυϲτῆροϲ ὑδρελαίου ἤ ὑδρομέλιτοϲ ἐνεθέντοϲ, τὸ δὲ οὖρον κομιϲτέον διὰ τοῦ καθετῆροϲ, εἰ πεπληρωμένη ἡ κύϲτιϲ οὔρου εἴη. λίθου δὲ αἰτίου ὄντοϲ ἐϲφηνωμένου διώϲαϲθαι χρὴ τὸν λίθον καθετῆρι ἐκ τοῦ τραχήλου τῆϲ κύϲτεωϲ καὶ εἰϲ τὸ κύτοϲ ἀπωθεῖν. χόριον δὲ μὴ ἀναϲτομούμενον κατιάδι προϲεχόντωϲ διαιρεῖν τῷ δακτύλῳ προκοιλαίνοντά τι μέροϲ· προεκκεκριμένου δὲ τοῦ ὑγροῦ διὰ κλυϲτη- ριδίου τι τῶν λιπαρῶν ὑγρῶν εἰϲ τὸν γυναικεῖον ἐνιέναι κόλπον. 8 [60]. παρὰ φύϲιν δὲ ἐϲχηματιϲμένου τοῦ ἐμβρύου τὸν κατὰ φύϲιν ἀποδιδόναι ϲχηματιϲμόν. καὶ εἰ μὲν ἐπὶ κεφαλὴν ἐνεχθὲν παρεγκέκλιται, καθεῖναι τὴν εὐώνυμον χεῖρα λελιπαϲμένην (ὠνυχιϲμέ- νων τῶν ἄκρων εἰϲ τὸ μὴ νύϲϲειν ἐκτεταμένων τῶν δακτύλων 〈και〉 κατὰ τὰϲ ῥᾶγαϲ ϲυμβεβλημένων ἀλλήλοιϲ μειούρου χάριν ϲχηματιϲμοῦ εἰϲ τὸ ἀϲκυλτότερον τῆϲ καθέϲεωϲ) 〈καὶ〉 καθ’ ἔν καιρὸν φυϲικῶϲ τὸ τῆϲ ὑϲτέραϲ διαϲτέλλεται ϲτόμιον (εἰϲ τὸ μὴ ϲυνιόντοϲ αὐτοῦ καὶ ϲυϲτελ λλομένου μετὰ ϲκληρᾶϲ ἀντιβάϲεωϲ γίνεϲθαι τὴν ἔνθεϲιν], τοῦ ἐμβρύου λαβόμενον κατ’ εὐθὺ τοῦ ϲτόματοϲ τῆϲ ὑϲτέραϲ παράγειν αὐτὸ ϲυνεργοῦντα τῇ μεταθέϲει καὶ διὰ τῆϲ ἀκολούθου κατακλίϲεωϲ. ἑπὶ γὰρ τὸ ἀντικείμενον μέροϲ ἐϲχηματίϲθαι δεῖ τὴν κάμνουϲαν, ἐπὶ δεξιὰν μέν, εἰ τύχοι, πλευρὰν εἰϲ τὰ εὐώνυμα τοῦ ἐμβρύου παρεγκεκλι- κότοϲ, ἐπὶ δὲ τὴν ἀριϲτερὰν ἐπὶ τὰ δεξιὰ τοῦ ἐμβρύου τὴν ὁρμὴν λαβόντοϲ, ὑπτίαν δὲ κατωφερῆ τὴν θέϲιν ἔχουϲαν εἰϲ τὰ ἔμπροϲθεν καὶ ὡϲ πρὸϲ τὸ ἐπιγάϲτριον τοῦ βρέφουϲ παρεγκλίναντοϲ, πρηνῆ δὲ ἐπὶ γονάτων εἰϲ τὰ ἐνδον καὶ ὡϲ ἐπ’ ὀϲφὺν τοῦ ἐμβρύου παρεγκλί- ναντοϲ. εἰ δὲ καὶ μετὰ ϲφηνώϲεωϲ γέγονεν ἡ παρέγκλιϲιϲ, ἀναβιβά- ζειν πρότερον τὸ ἔμβρυον καὶ μετεωρίζειν, ὥϲτε ἀπὸ τοῦ ϲτομίου τῆε ὑϲτέραϲ ἀποϲτῆναι, καὶ οὕτωϲ ἀπευθύνειν. εἰ δὲ καὶ χεῖρα προβέβλη- κεν, μὴ ἐπιϲπἅϲθαι λαβόμενον αὐτῆϲ (μᾶλλον γὰρ ἐπιϲφηνοῦται προϲ- ανακλωμένηϲ ἢ ἐπινευούϲηϲ τῆϲ κεφαλῆϲ ἢ ἔξαρθρον γίνεται, ποτὲ δὲ 〈καὶ〉 ἀπορρήγνυται), 〈ἀλλὰ〉 κατὰ τοῦ ὤμου τοὺϲ δακτύλουϲ ἄκρουϲ ἐπερείϲαντα προανωθεῖν αὐτὸ κάν τῷ κύτει γενόμενον ἀπευθύνειν κάμ- ψαντα τὸν ἀγκῶνα καὶ οὕτωϲ πλευρᾷ τε καὶ μηρῷ παρατείναντα τὴν χεῖρα πρὸϲ τὸ ἀπαραπόδιϲτον τῆϲ ἀποτέξεωϲ. εἰ δὲ ἀμφοτέραϲ προ βέβληκεν τὰϲ χεῖραϲ, κατὰ τῶν δυοῖν ὤμων ἄκρουϲ ἐρείϲαντα τοὺϲ δακτύλουϲ ἀνωθεῖν αὐτὸ κἄπειτα τοὺϲ βραχίοναϲ ἀπώϲαντα, κάμψαντα. δὲ τοὺϲ ἀγκῶναϲ ἐπὶ πλευρὰν 〈καὶ〉 παρατείναντα τὰϲ χεῖραϲ τοῖϲ μηροῖϲ [καὶ] τοῦ κεφαλίου λαβόμενον ἐξέλκειν ἠρεμαίωϲ. εἰ δὲ μικροῦ τοῦ κεφαλίου τυγχάνοντοϲ τὰϲ δύο προβέβληκε χεῖραϲ, ἀπευθύνειν μὲν τὸ κεφάλιον ἀνακεκλαϲμένον, ϲυλλαμβανόμενον δὲ τῶν χειρῶν ἐπι- ϲπᾶϲθαι· διὰ γὰρ τὴν μικρότητα τοῦ κεφαλίου ϲφήνωϲιϲ ἐνιάκιϲ οὐ γίνεται. εἰ δὲ ἐπὶ πόδαϲ ἐνεχθὲν παρεγκέκλικεν εἰϲ τι μέροϲ, μετ- ἀκτέον αὐτὸ καὶ ἀπευθυντέον τῷ ἐπὶ κεφαλὴν παραπληϲίωϲ. εἰ δὲ τὸν ἕτερον πόδα προβέβληκε, πάλιν μὲν οὐ δεῖ τούτου λαβόμενον ἕλκειν (μᾶλλον γὰρ ϲφηνοῦται τὸ ἔμβρυον τοῦ ἑτέρου ϲυγκαμπτομένου), τούϲ δακτύλουϲ δὲ ἄκρουϲ κατὰ τὸν 〈τοῦ〉 περιναίου τόπον ἐρείδειν καὶ εἰϲ τὸ κύτοϲ ἀπωϲάμενον αὐτὸν τῆϲ μήτραϲ, εἴτα καθέντα τὴν χεῖρα τὸ ἕτερον ϲκέλοϲ ἁπλοῦν καὶ τῷ ἑτέρῳ παρεκτείνειν. 〈εἰ〉 δὲ τοὺϲ δύο πόδαϲ προβέβληκεν τῆϲ ἑτέραϲ χειρὸϲ ἀνακεκλαϲμένηϲ ἢ καὶ τῶν δυοῖν, πάλιν ὡϲαύτωϲ ἀνωθεῖν τὸ ἔμβρυον καὶ τὰϲ χεῖραϲ καταϲτέλλειν. εἰ δὲ διαϲτῆϲαν τοὺϲ πόδαϲ διαφόροιϲ μέρεϲι τῆϲ ὑϲτέραϲ ἐνήρεικεν, ζευγνύειν τούττϲυϲ 〈καὶ〉 κατ’ εὐθὺ τοῦ ϲτομίου τῆϲ ὑϲτέραϲ τάϲϲειν. εἰ δὲ ἐπὶ γόνατα τὴν ὁρμὴν εἶληφεν, ἀνωθεῖν αὐτὸ καὶ οὕτωϲ τῶν ϲκελῶν ἁπλωθέντων ἐπὶ πόδαϲ ἐξέλκειν. εἰ δὲ ἐπὶ πυγὴν ἐνήνεκται, καὶ τοῦτο ἀναβιβάζειν, εἶτα τὰ ϲκέλη ἐξαπλοῦν, τὰϲ χεῖραϲ δὲ παρα- τείναντα τοῖϲ μηροῖϲ ἐπὶ πόδαϲ ἐξέλκειν. εἶτα πλάγιον ἐπικείμενον, εἰ μὲν πρηνὲϲ 〈ἤ〉 ὕπτιον, πράωϲ αὐτὸ διὰ τῶν δακτύλων ἐπὶ πλευρὰν ϲτρέφειν, ὅπωϲ εἰϲ κάθεϲιν τῇ χειρὶ γένηται τόποϲ. εἰ δὲ αὐτόθεν ἐπὶ πλευρὰν ἐϲχηματιϲμένον ὑπάρχει, παρενείραντα τὴν χεῖρα πράωϲ ἀνατρέπειν αὐτό ,πλὴν ἀνίϲου μὲν τοῦ πλαγιαϲμοῦ τυγχάνοντοϲ κατὰ τὰ μᾶλλον ἀποκεκρυμμένα τοῦ ϲώματοϲ **ὁ κατὰ τοὺϲ πόδαϲ· ἀμεί- νων γὰρ ὁ ἐπὶ κεφαλὴν ϲχηματιϲμὸϲ προδιοδευθέντων τῶν πλατυτέ- ρων, μὴ προϲανακλωμένων τῶν χειρῶν. εἰ δὲ διπλοῦν εἴη τὸ ἔμβρυον, ἄνω μὲν τοῦ διπλώματοϲ ὑπάρχοντοϲ, ἐξ ἴϲου δὲ τῶν ἄκρων ἀλλήλοιϲ παρακειμένων, ἁπλοῦν αὐτὸ προανωθοῦντα τούϲ κατὰ ϲκέλη τόπουϲ· ἀνίϲου δὲ τοῦ διπλώματοϲ ὄντοϲ ϲτρέφειν αὐτὸ πρῶτον καὶ τὸ δί- πλωμα πρὸϲ τὸν πυθμένα ποιεῖν, εἶτα ἁπλοῦν ἀνατρέποντα, καθάπερ εἰρήκαμεν. εἰ δὲ πλέονα τοῦ ἑνὸϲ ἐμβούου καταφέροιτο, πάλιν ἀνωθεῖν αὐτὰ καὶ ἀνατρέπειν ὡϲ ἐπὶ τὸ κύτοϲ καὶ καθ’ ἕν κομίζεϲθαι. πάντα δὲ ποιεῖν ἠρέμα καὶ ἀπεριθλάϲτωϲ καὶ ϲυνεχῶϲ ἐλαιοχυτοῦντα τοὺϲ τόπουϲ, ὥϲτε καὶ τὴν κύουϲαν ἀϲυμπαθῆ καὶ τὸ κυούμενον ϲῶον δια- φυλάξαι· πολλὰ γὰρ οὕτωϲ δυϲτοκηθέντα βιώϲαντα βλέπομεν.