Ancient Greek · ~21 min
Book 1
Soranus, Gynaeciorum Libri IV 1.IV, Περὶ ἐμμήνων καθάρϲεωϲ..1
Not analysed yet
19. Τὸ ἔμμηνον ὠνόμαϲται καὶ κα αταμήνιον ἀπὸ τοῦ κατὰ μῆνα γίνεϲθαι, καὶ ἐπιμήνιον, ὅτι καὶ τροφὴ γίνεται τῶν ἐμβρύων, ὡϲ καὶ τῶν πλοιζομένων τὰ εἰϲ τροφὴν παρεϲκευαϲμένα ἐπιμήνια καλοῦμεν. λέγεται δὲ καὶ κάθαρϲιϲ, ἐπεί, καθὼϲ ἔνιοι λέγουϲιν, ὡϲ περιϲϲεῦον αίμα τοῦ ϲώματοϲ ἀποκρίνουϲα κάθαρϲιν παρέχει τῷ ϲώματι τὸ μέντοι καταμήνιον ἐπὶ μὲν τῶν πλείϲτων γυναικῶν εἰλικρινέϲ ἐϲτιν αἰμα, ἐπ᾿ ἐνίων δὲ ὑγραϲία ὕφαιμοϲ ἢ ἰχώρ τιϲ, ὡϲ ἐπὶ τῶν ἀλόγων ζῴων. οὐθὲν δὲ τούτων παρὰ φύϲιν, ὡϲ ἄνευ δυϲχερείαϲ ἀποκρίνεται. διὸ κατ᾿ ἔννοιάν ἐϲτιν καταμήνιον οἶμα ἢ ἀνάλογον ὑγρὸν φυϲικῶϲ κατὰ χρόνουϲ εὐτάκτουϲ ἀποκρινόμενον, μάλιϲτα διὰ μήτραϲ. τὰ μὲν οὑν ἄλλα φανερά, τῷ δὲ ‘διὰ μήτραϲ’ τὸ ‘μάλιϲτα’ πρόϲκειται διὰ τὸ καὶ ἀπὸ τοῦ γυναικείου κόλπου γίνεϲθαί ποτε κάθαρϲιν. 20. τὸ δὲ ἔμμηνον ἐπιφαίνεται πρῶτον περὶ τὸ τεϲϲαρεϲκαι. δέκατον ἔτοϲ κατὰ τὸ πλεῖϲτον, ὅτε καὶ τὸ ήβᾶν καὶ τὸ διογκοῦϲθαι τούϲ μαϲτούϲ. τὸ δὲ πλῆθοϲ τῆϲ ἀπο|κρίϲεωϲ ἀρξάμενον ἀπὸ ὀλίγου πρόειϲιν ἐπὶ πλεῖον καὶ χρόνον 〈τινὰ〉 μεῖναν ἐπὶ τοῦ αὐτοῦ πάλιν ἐλαττοῦται καὶ οὕτωϲ ἀποπαύεται τελείωϲ, οὕτε τάχιον ἐτῶν τεϲϲαρά- κοντα κατὰ τὸ πλεῖϲτον οὕτε βρόδιον ἐτῶν πεντήκοντα. καὶ νῦν δὲ πρόϲκειται τὸ ‘κατὰ τὸ πλεῖϲτον’ [γινόμενον], ἐνίαιϲ γὰρ καὶ μέχρι τῶν ἑξήκοντα παραμένει ἡ κάθαρϲιϲ. ἡ μέντοι ϲυναύξηϲιϲ καὶ ἡ μεί- ωϲιϲ οὐχ οὕτωϲ γίνεται πρὸϲ ἀκρίβειαν, ὡϲ ὑπενόηϲεν Διοκλῆϲ, λέγων 〈ἐπι〉μένον αὐτὸ μέχρι ἐτῶν ἑξήκοντα γίνεϲθαι 〈πρῶτον ὀλί- γον, ἔπειτα〉 τέλειον, εἰτα μεῖναν ἐπί τινα χρόνον πρὸϲ 〈τῷ αὐτῷ μετὰ〉 τοῦτο πάλιν παύεϲθαι πρὸϲ λόγον ἐλαττού〈μενον〉. τοῦτο γὰρ οὐ διηνεκῶϲ, ἄλλαιϲ δὲ ἄλλωϲ κατὰ τὸ ἀόριϲτον πλεονάζει τε καὶ μειοῦται. τὸ πλεῖϲτον δὲ καταμήνιον δυοῖν ἐϲτι κοτυλῶν. καὶ τοῦτο δὲ πάλιν 〈τοῦ〉 ὡϲ ἐπὶ τὸ πολὺ παραϲτοχαϲάμενοι λέγομεν. 21. καθαίρονται δὲ τινὲϲ μὲν ἐπὶ μίαν ἡμέραν, τινὲϲ δὲ ἐπὶ δύρ τινὲϲ δὲ μέχρι καὶ τῆϲ ἑβδόμηϲ καὶ περαιτέρω, 〈αἱ〉 πλεῖϲται δὲ μέχρι τριῶν ἢ τεϲϲάρων. καὶ τοῦτο γίνεται κατὰ μῆνα, καὶ οὐ πρὸϲ ἀκρί- βειαν ἐπὶ παϲῶν, ἀλλὰ κατὰ πλάτοϲ· ἔϲτιν γὰρ ὅτε καὶ προπαρα- λαμβάνει τινὰϲ ἡμέραϲ ἢ ἐφυϲτερεῖ. τοῦτο δὲ ἑκάϲτη κατὰ τὴν ἰδίαν ἀπαντᾷ προθεϲμίαν, καὶ οὐ 〈λαμβάνει〉 κατὰ τὰϲ αὐτὰϲ 〈περιόδουϲ〉, ὥϲπερ ὁ Διοκλῆϲ 〈φηϲιν〉, πάϲαϲ, καὶ πάλιν Ἐμ πεδοκλῆϲ, ἐλατ- τουμένου τοῦ φωτὸϲ |τῆϲ ϲελήνηϲ. αἱ μὲν γὰρ πρὸ εἰκάδοϲ, αἱ δὲ ἐν εἰκάδι καθαίρονται, καὶ πάλιν αἱ μὲν αὐξανομένου τοῦ φωτὸϲ τῆε ϲελήνηϲ, αἱ δὲ μειουμένου καθαίρονται, ἄλλαι δὲ ἐν τοϲαύταιϲ τιϲὶν ἡμέραιϲ ῶϲ ἔθοϲ εἶχεν αὐταῖϲ. τὴν δὲ ϲύμμετρον ἑκάϲτῃ κάθαρϲιν ἐκ τῆϲ ϲυναριθμήϲεωϲ τῶν ἡμερῶν ἔκρινάν τινεϲ, μὴ περαιτέρω γὰρ τῆϲ τρίτηϲ ἡμέραϲ ἢ τετάρτηϲ τὴν κατὰ φύϲιν ἀπόκριϲιν προέρχεϲθαι. μεμπτέον δὲ τούτουϲ· καὶ γὰρ μέχρι πλειόνων ἡμερῶν ἔνιαι καθαί- ρονται κατὰ φύϲιν τοῦ ἴϲου πλήθουϲ εἰϲ πλείοναϲ ἡμέραϲ ἐπιμεριϲθέν τοϲ, καὶ πρὸϲ μίαν ἡμέραν δύναται πλεῖον ἀποκριθῆναι τοῦ κατὰ φύϲιν. ϲμμμέτρωϲ οὖν κεκαθάρθαι λεκτέον τὰϲ μετὰ τὴν ἀπόκριϲι εὐϲταθεῖϲ, εὔπνουϲ, ἀταράχουϲ τήν τε δύναμιν ἀκαθαιρέτουϲ, τὰϲ δὲ μὴ τοιαύταϲ ἀϲυμμέτρωϲ. τὸ γὰρ ἴϲον καὶ ὀλιγωτέραιϲ καὶ πλείοϲι κενώϲεϲιν αἱματοϲ κατά γε τὰϲ ἡλικίαϲ καὶ τὰϲ ἄλλαϲ περιϲτάϲειϲ καὶ τὸ ποτὲ μὲν παχυντικὰϲ προϲενέγκαϲθαι τροφάϲ, ποτὲ δὲ δριμείαϲ καὶ λεπτυντικὰϲ φαίνεται. 22. τὺ δὲ πλῆθοϲ τῆϲ καάρϲεωϲ αὐτῶν ἄνιϲόν ἐϲτι φύϲει καὶ παρὰ τὴν ἡλικίαν καὶ παρὰ τὴν ὥραν καὶ παρὰ τὴν ϲύγκριϲιν καὶ. παρὰ τὸ ἐπιτήδευμα καὶ τὴν ἀγωγὴν καὶ παῤ ἄλλαϲ τινὰϲ ἐμφερεῖϲ ἐξαλλαγάϲ. φύϲει μέν, ἐπειδήπερ αὐτὸ τοῦτο φυϲικῶϲ τιϲὶ μὲν πλεῖον ἐκκρίνεται τὸ αἷμα, τιϲὶ δὲ ἔλαττον. παρὰ δὲ τὴν ἡλικίαν· ὀλιγώ- τερον γὰρ ταῖϲ μελλούϲαιϲ μηκέτι καθαίρεϲθαι καὶ ταῖϲ πρῶτον ἀρχο- μέναιϲ. ταύταιϲ γοῦν πολλάκιϲ μόνον τὸ παρακείμενον τῇ μήτρᾳ χωρίον περινοτίζεται· ὀλίγαιϲ γὰρ παντελῶϲ καὶ ταύταιϲ ὑπεράκμοιϲ πρὸ τῆϲ διακορήϲεωϲ ἀθροῦν ἐπιφαίνεται, μόνον δέ, ὡϲ ἔφην, |ἐπιμολύνει τοὺϲ τόπουϲ. παρὰ δὲ τὴν ὥραν· ἔαροϲ μὲν γὰρ πλεῖον, θέρουϲ δὲ ἔλαττον ὡϲ ἂν πολλῆϲ διαφορήϲεωϲ δι’ ὅλου γινομένηϲ τοῦ ϲώματοϲ, φθινοπώρου δὲ πλεῖον μὲν παρὰ τὸ θέροϲ, ἔλαττον δὲ παρὰ τὸ ἔαρ, χειμῶνοϲ δὲ πάλιν ἔλαττον τοῦ φθινοπώρου. παρὰ δὲ τὰϲ ϲυγκρίϲειϲ· καταπιμέλοιϲ μὲν γὰρ καὶ παχείαιϲ ὀλιγώτερον, ὡϲ ἂν τῆϲ ὕληϲ διὰ τὴν εὐτροφίαν τοῦ ϲυγκρίματοϲ ἀναλιϲκομένηϲ, ταῖϲ ἰϲχνοτέραιϲ δὲ καὶ ἀϲάρκοιϲ πλεῖον· ὃ γὰρ οὐκ ἐδαπάνηϲεν εἰϲ εὐτρο- φίαν ἡ φύϲιϲ, τοῦτο ἐπλεόναϲεν εἰϲ ἔκκριϲιν. παρὰ δὲ τὸ ἐπιτήδευμα καὶ τὴν ἀγωγήν· ταῖϲ μὲν 〈γὰρ〉 ἀργῷ βίῳ χρωμέναιϲ πλεῖον, ταῖϲ δὲ γυμνα- ϲτικῷ καθ’ ὁνδήποτε τρόπον ἔλαττον. καὶ διὰ τοῦτο φωναϲκοῖϲ καὶ ταῖϲ ἀποδημίαν τινὰ ϲτελλομέναιϲ, καὶ μάλιϲτα ταῖϲ ἐκ μεϲογείων το- πων εἰϲ πελαγίουϲ τόπουϲ, ὑποϲτέλλεται τὸ πλῆθοϲ. 23. ποτὲ δὲ καὶ τὸ μηδ᾿ ὅλωϲ καθαίρεϲθαι κατὰ φύϲιν, οὐ μόνον παρὰ τὴν ἡλικίαν παιδικὴν οὖϲαν ἢ πρεϲβυτικήν, ἀλλὰ καὶ παρὰ τὸ φωναϲκίαιϲ ἀγωνιϲτικαῖϲ χρῆϲθαι περιελκομένηϲ καὶ ἀπαναλιϲκομένηϲ τῆϲ ὕληϲ ἢ τοῖϲ ὅλοιϲ ϲώμαϲιν ἀνδρώδειϲ ὑπάρχειν, ἢ διὰ τὸ ἀπὸ μακρᾶϲ εἴναι νόϲου δαπανωμένηϲ τῆϲ ὕληϲ εἰϲ τὸ ἐλλεῖπον, ἢ διὰ ϲύλληψιν ἀναλιϲκομένου τοῦ αἵματοϲ εἰϲ τὴν τοῦ ἐμβρύου διατροφήν. ἐνίαιϲ δὲ καὶ μετὰ ϲύλληψιν ἐπιφαίνεται κάθαρϲιϲ ἤτοι ἀπὸ τοῦ γυναι- κείου κόλπου ἢ ἀπὸ τοῦ τραχήλου τῆϲ ὑϲτέραϲ καὶ τῶν πλευρῶν· ἡ γὰρ πρόϲφυϲιϲ τοῦ ϲπέρματοϲ οὐ καθ’ ὅληϲ γίνεται τῆϲ μήτραϲ, κατὰ μόνου δὲ τοῦ πυθμένοϲ αὐτῆϲ. ποτὲ δὲ καὶ ἀπὸ τοῦ καθ’ ὃ μὴ προϲπέφυκεν τὸ ϲπέρμα γίνεται διαπήδηϲιϲ αἵματοϲ, καὶ διὰ τοῦτό τινεϲ ἐπιϲυλλαμ- βάνουϲιν. κοινῶϲ 〈δὲ〉 ὅτι κατὰ φύϲιν ἐϲτὶν τὸ μὴ γίνεϲθαί ποτε τὴν κάθαρϲιν, ϲημειωτέον ἐκ τοῦ μηθὲν ὀχληρὸν παρακολουθεῖν.