Ancient Greek · ~12 min
Book 1
Soranus, Gynaeciorum Libri IV 1.V. Τίνα ϲημεῖα μελλούϲηϲ γίνεϲθαι καθάρϲεωϲ..1
Not analysed yet
24. Μέλλουϲαν δὲ γίνεϲθαι κάθαρϲιν ϲημειωτέον ἐκ τοῦ κατὰ τὴν προθεϲμίαν τοῦ ϲυνήθουϲ καιροῦ δυϲκινηϲίαν παρακολουθεῖν καὶ βάροϲ ὀϲφύοϲ, ἔϲθ᾿ ὅτε δὲ καὶ πόνον καὶ νωθρότητα χάϲμην τε ϲυνεχῆ καὶ κώλων ἔκταϲιν, ποτὲ δὲ καὶ μήλων ἔρευθοϲ ἤτοι μένον ἢ διαφορού- μενον καὶ ἐκ διαϲτήματοϲ πάλιν ἐπανθοῦν, ἐπ᾿ ἐνίων δὲ καὶ ἐκ τοῦ ναυτιώδη τὸν ϲτόμαχον εἶναι καὶ ἀνόρεκτον. τὴν δὲ πρῶτον γενηϲο- μένην κάθαρϲιν καὶ ἐκ τούτων μέν, μάλιϲτα δὲ ἐκ τῆϲ ὡϲ ἐν πλάτει περὶ τὸ τεϲϲαρεϲκαιδέκατον ἔτοϲ ἐκφύϲεωϲ τῶν μαϲτῶν καὶ ἐκ τοῦ περὶ τὸ ἦτρον βάρουϲ κνηϲμοῦ καὶ ἡβήϲεωϲ. **ϲυμβαίνει δὲ τὰϲ τῇ ϲυνουϲίᾳ προϲβιαζομέναϲ τοῦτο πάϲχειν. 25. τῆϲ δὲ ἐπιμελείαϲ χάριν πρὸ μὲν τοῦ ἐκκρίνεϲθαι τὸ ἔμμηνον πειρᾶϲθαι δεῖ ϲυνεργεῖν ἀπὸ τῆϲ τριϲκαιδεκαετοῦϲ ἡλικίαϲ, ὅπωϲ δι᾿ ἑαυτοῦ καὶ πρὸ διακορήϲεωϲ ἐνεχθῇ. πρὸϲ γὰρ τὴν ϲυνουϲίαν τῆϲ ὕληϲ ἐπὶ τὰ μέρη φερομένηϲ ὡϲ ἐπὶ ἀρρένων οὕτωϲ καὶ ἐπὶ θηλειῶν, φόβοϲ μή πωϲ τῇ ἀποκρίϲει καθυπηρετουμένου τοῦ ζῴου διάτοϲιϲ γέ- νηται καὶ φλεγμονή. διὸ πρᾷοϲ μὲν ὁ περίπατοϲ ἔϲτω καὶ ὁμαλόϲ. ἐπιμήκηϲ δὲ ἡ αἰώρα καὶ ἀνειμένα τὰ γυμνάϲια καὶ μετὰ πολλοῦ λίπουϲ ἀναβεβλημένη ἡ τρίψιϲ καὶ καθ᾿ ἡμέραν τὸ λουτρὸν καὶ πᾶϲα ψυχῆϲ διάχυϲιϲ. ϲυνεξανίεται γὰρ αὐτῇ τὸ ϲῶμα καὶ ἀπαραποδίϲτουϲ φέρει τὰϲ ἀποκρίϲειϲ, χωρὶϲ εἰ μὴ κακῶϲ τιϲ ἠγμένη λίαν ἐϲτὶν εὔθρυ- πτοϲ. τότε γὰρ ἐπιτονοῦν δεῖ τὸ ϲῶμα, ὡϲ μὴ ϲυνεκλύεϲθαι τοῖϲ ὅλοιϲ καὶ τὴν ὑϲτέραν καὶ διὰ τοῦτο περὶ τὴν οἰκείαν ἐνέργειαν ἀτονεῖν. |26. πρῶτον ἠργμένηϲ τῆϲ καθάρϲεωϲ μεθ᾿ ὦν ἐξεθέμεθα δυϲ- αρεϲτημάτων ἠρεμία τὰ πολλὰ χρήϲιμοϲ. καθάπερ γἀρ οἱ ἀπὸ κραιπά- ληϲ γέμοντεϲ ϲυντόνοιϲ κινήϲεϲιν ἐλέγχονται μέχρι τοῦ νόϲῳ περι- πεϲεῖν καὶ οἱ πλήρειϲ τὴν κεφαλὴν βιαιότερον ἀναφωνήϲαντεϲ εἰϲ ἄλγημα περιτρέπονται, τὸν αὐτὸν τρόπον καὶ ἡ ὑϲτέρα πεπληρωμένη τῆϲ ἐπὶ τὴν κάθαρϲιν φερομένηϲ ὕληϲ ὑπὸ τῶν κινήϲεων εἰϲ κοπώδη ϲυναίϲθηϲιν καταπυκνοῦται. διὸ καὶ ταῖϲ εὐχύλοιϲ καὶ ϲυμμέτροιϲ τρο- φαῖϲ χρῆϲθαι προϲῆκεν, ἔτι δὲ τοῖϲ δι᾿ ἐλαίου θερμοῦ πεϲϲοῖϲ. ἐπὶ δὲ τῶν ἤδη πολλάϲιϲ κεκαθαρμένων ὡϲ ἔθοϲ ἑκάϲτῃ ποιεῖν ἐπιτρεπτέον. αἱ μὲν γὰρ ϲυνήθωϲ ἠρεμοῦϲιν, αἱ δὲ ἐπὶ μετρίαϲ προΐαϲιν κινήϲειϲ. ἀϲφαλέϲτερον δὲ τὸ ἠρεμεῖν καὶ ἀλουτεῖν καὶ μάλιϲτα τῇ πρώτῃ τῶν ἡμερῶν. ἐπὶ δὲ τῶν ἤδη μηκέτι καθαίρεϲθαι μελλουϲῶν διὰ τὸν παρα- βεβηκότα χρόνον φροντιϲτέον, ὅπωϲ μὴ ἀθρόα τῶν ἐμμήνων ἡ ἀπο- κοπὴ γένηται. πᾶν γὰρ τὸ αἰφνίδιον ἐν μεταβολῇ, κἂν ἐπὶ τὸ βέλτιον [ἢ] μεταφέρηται, διὰ ξενοπάθειαν λυπεῖ τὸν ὄγκον· οὐκ ἐπιγιώϲκεται γὰρ τὸ μὴ προμελετηθέν, ἀλλ᾿ ὡϲ ἄηθεϲ δυϲαρέϲτημά τι ϲύνεϲτιν. ὅϲα 〈δὲ〉 παραλαμβάνομεν ἐπὶ τῆϲ πρώτηϲ γενηϲομένηϲ καθάρϲεωϲ, ταῦτα νῦν ϲυντακτέον ἐπὶ τῆϲ ἤδη καταπαυομένηϲ διὰ τὸν χρόνον· ἅ γὰρ τὴν μὴ ὑπάρχουϲαν ἔκκριϲιν ἱκανὰ προϲκαλεῖν, ταῦτα καὶ τὴν ἔτι ἀκμὴν παροῦϲαν ἱκανώτερα μέχρι τινὸϲ φυλάξαι. προϲπαραλαμ- βανέϲθωϲαν δὲ καὶ πεϲϲοὶ οἱ μαλάϲϲειν δυνάμενοι καὶ οἱ τῆϲ 〈αὐτῆϲ〉 δυνάμεωϲ ἐγχυματιϲμοὶ 〈ϲὺν〉 πᾶϲι τοῖϲ τὰ ϲκληρυνόμενα ϲώματα τρυφερὰ ποιεῖν δυναμένοιϲ. εἰ δὲ πλείων ἡ κάθαρϲιϲ τῆϲ δυνάμεωϲ εἴη ἤ τιϲιν |ἔμπαλιν ἐπέχοιτο παρὰ φύϲιν, τότε χρεία θεραπευτικῆϲ ἐπιμελείαϲ, ἢν ἐν τῷ περὶ τῶν παρὰ φύϲιν λόγῳ ϲυντάξομεν.