Ancient Greek · ~12 min
Book 1
Soranus, Gynaeciorum Libri IV 1.IX. Πῶϲ ϲημειωτέον τὰϲ δυναμέναϲ ϲυλλαμβάνειν..1
Not analysed yet
34. Ἐπεὶ τέκνων ἕνεκα καὶ διαδοχῆϲ, ἀλλ᾿ οὐχὶ ψιλῆϲ ἡδυπαθείαϲ οἱ πολλαὶ γάμοιϲ ϲυγκαταζεύγνυνται, παντελῶϲ 〈δ᾿〉 ἐϲτὶν ἄτοπον περὶ μὲν τῆϲ προγονικῆϲ αὐτῶν εὐγενείαϲ ἐξετάζειν καὶ τῆϲ τῶν χρη- μάτων περιουϲίαϲ, περὶ δὲ τοῦ πότερον δύνανται ϲυλλαμβάνειν ἢ μή, καὶ εἰ πρὸϲ τὸ τίκτειν εὐφυῶϲ ἔχουϲιν ἢ οὖ, ἀνεξέταϲτον ἀπολιπεῖν, δεόντωϲ τὸν περὶ τοῦ προκειμένου ποιούμεθα λόγον. εὐφυῶϲ δὴ πρὸϲ ϲύλληψιν διακεῖϲθαι ϲημειωτέον τὰϲ ἀπὸ πεντεκαιδεκαετοῦϲ ἡλικίαϲ ἕωϲ τεϲϲαρακονταετοῦϲ κατὰ τὸ πλεῖϲτον· μήθ᾿ οἶον ἀνδρώδειϲ καὶ πυκνὰϲ καὶ καταπαγίουϲ [ἢ καταπιμέλουϲ εἶναι] μήτε ἄγαν ἐκλελυ- μέναϲ καὶ καθύγρουϲ, 〈ὥϲτε〉 καὶ τὴν ὑϲτεραν ἐμφερῆ τοῖϲ ὅλοιϲ 〈ϲώμαϲιν〉 ὑπάρχουϲαν ἢ διὰ πολλὴν ϲκληρίαν 〈ἀρχὴν〉 μὴ δέχεϲθαι ῥᾳδίωϲ τὴν πρόϲφυϲιν τοῦ ϲπέρματοϲ ἢ δι᾿ ὑπερτεταμένην ἔκλυϲιν καὶ ἀτονίαν 〈αὐτὸ πάλιν ἀφιέναι〉· καὶ μήτε κάθυγρον τὴν μήτραν ἐχούϲαϲ μήτ᾿ αὐχμηρὰν μηδ᾿ ἄγαν εὔπορον ἢ πάλιν ἐϲφιγμένην, εὐτάκτωϲ δὲ καθαιρομέναϲ καὶ οὐ διά τινοϲ ὑγραϲίαϲ ἢ ἰχώρων ἑτερο- γενῶν, αἴματοϲ δέ, καὶ τούτου μήτε ἄγαν πολλοῦ μήτε πάλιν [ἄγαν] παντελῶϲ ὀλίγου· καὶ τὸ ϲτόμιον τῆϲ ὑϲτέραϲ ἐχούϲαϲ προκοπώτερον μᾶλλον καὶ κατ᾿ εὐθύ κείμενον (καὶ γὰρ φύϲει παρεγκεκλικὸϲ καὶ πορ- ρωτέρω τοῦ γυναικείου κόλπου κείμενον πρὸϲ ἐπιϲπαϲμὸν καὶ παρα- δοχὴν τοῦ ϲπέρματοϲ ἀφυέϲτερον)· καὶ τὰϲ εὐμαρῶϲ πεττούϲαϲ τὴν τροφὴν καὶ μὴ καθυγραινομέναϲ διηνεκῶϲ τὴν κοιλίαν, εὐϲταθεῖϲ δὲ τὴν διάνοιαν καὶ ἱλαράϲ (καὶ γὰρ αἱ ϲυνεχεῖϲ ἀπεψίαι *τοῖϲ ϲυλλαμ- βανομένοιϲ ἀνθίϲτανται, καὶ ῥευματιϲμὸϲ τῆϲ κοιλίαϲ ἐξίει τὸ κρατού- μένον δυϲέργητον, 〈τὸ δ᾿〉 ἐπίλυπόν τε καὶ θυμικὸν τῆϲ ψυχῆϲ 〈διὰ〉 τὴν ταραχὴν τοῦ πνεύματοϲ ἀπωθεῖ τὸ ϲυλλαμβανόμενον). 35. οἱ δὲ καὶ τὰϲ μήτε χαρὰϲ μήτε λύπαϲ τοῖϲ ὄμμαϲιν 〈ἐμφαι- νούϲαϲ καὶ τὰϲ〉 δὲ τῷ χρώματι ταχέωϲ τρεπομέναϲ, καὶ μάλιϲτα ἐπὶ τῶν μελανώτερον, ἀνεπιτηδειοτέραϲ ἔλεξαν· πολλὴν γὰρ εἶναι θερμαϲίαν ἐπὶ τούτων τῆϲ ὀρέξεωϲ τρέπουϲαν καὶ μελαίνουϲαν, δι᾿ ἢν καὶ τρόπῳ τινὶ τὸ ϲπέρμα φρυγόμενον ἐξαφανίζεϲθαι. βεβαιοτέρα δὲ 〈καὶ〉 πρώτι ϲημείωϲίϲ ἐϲτιν, 〈ὣϲ φηϲιν〉 Διοκλῆϲ, δύναϲθαι ϲυλλαμβάνειν τὰϲ κατ᾿ ὀϲφν καὶ λαγόναϲ εὐϲάρκουϲ, πλατυτέραϲ, φακώδειϲ, πυρράϲ, ἀρρενω- πούϲ, ἀγόνουϲ τὰϲ ἐναντίαϲ δὲ πάλιν· ἀτρόφουϲ, ἰϲχνὰϲ ἢ καταπιμέλουϲ, πρεϲβυτέραϲ λίαν ἢ νέαϲ. μάλιϲτα δὲ προϲέχει ϲημειώϲει τῇ διὰ τῶν προϲθέτων, οἱον ῥητίνηϲ, πηγάνου, ϲκόρδου, καρδάμου, καριάνδρου· εἰ μὲν γὰρ ἡ ποιότηϲ προϲτεθέντων αὐτῶν μέχρι τοῦ ϲτόματοϲ ἀναφἐ- ροιτο, δύναϲθαί φηϲιν ϲυλλαμβάνειν αὐτάϲ, εἰ δὲ μή, τοὐναντίον, εὐήνωρ δὲ καὶ Εὐρυφῶν ἐπὶ δίφρου μαιωτικοῦ καθίϲαντεϲ τοῖϲ αὐτοῖϲ ὑπεθυμίαϲαν. ἄπερ ψευδῆ· καὶ γὰρ οὐκ εὔϲαρκοϲ κατ᾿ ὀϲφὺν οὐϲα ϲυνέλαβε, τὰ προϲτεθέντα δὲ καὶ εἰλητικὰ καὶ [ἡ] διὰ τῶν λόγῳ θεωρητῶν ἀναδοθήϲεται πόρων, 〈εἰ〉 καὶ μὴ δυνηθήϲεταί τιϲ ϲυλλαμ- βάνειν. ὁ γοῦν Ἀϲκληπιάδηϲ φηϲὶν ἐπιτιθεμένηϲ τῆϲ διὰ πηγάνου κηρωτῆϲ ἑλκωμένῳ τὰ ϲκέλη ἀντίληψιν τῷ κάμνοντι [ἡ] γενέϲθαι τῆϲ ποιότητοϲ κατὰ διάδοϲιν. ἐν τῷ καθόλου δὲ ζητητέον τὰϲ κατὰ φύϲιν ἐχούϲαϲ τῷ τε ὅλῳ ϲώματι καὶ τῇ ὑϲτέρᾳ. καθάπερ γὰρ οὐδὲ λυπρὸν χωρίον τελειοῖ ϲπέρματα καὶ φυτά, τῇ δὲ παρ᾿ ἑαυτοῦ κακίᾳ καὶ τὰϲ ἀρετὰϲ τῶν φυτῶν τε καὶ ϲπερμάτων ἀπόλλυϲιν, οὕτω καὶ τὰ ϲώματα τὰ τῶν θηλειῶν παρὰ φύϲιν διακείμενα οὐ κρατεῖ τῶν μεθιεμένων εἰϲ αὐτὰ ϲπερμάτων, ἀλλὰ τῇ παρ᾿ ἑαυτῶν κακίᾳ ϲυννοϲεῖν ἢ καὶ ἀπόλλυϲθαι ταῦτα ἀναγκάζει. |