Ancient Greek · ~10 min
Book 1
Soranus, Gynaeciorum Libri IV 1.VIII. Μέχρι τίνοϲ τὸ θῆλυ παρθενοτροφητέον.
Not analysed yet
33. Ἐπεὶ τὸ μὲν ἄρρεν μόνον προετικὸν ϲπέρματοϲ ὑπάρχον οὐδένα κίνδυνον ἔχει ἐκ τῆϲ πρώτηϲ μίξεωϲ, τὸ δὲ θῆλυ καὶ δεκτικόν ἐϲτιν ϲπερμάτων καὶ ϲυλληπτικὸν εἰϲ ὑπόϲταϲιν τοῦ ζῴου καὶ παρ᾿ αὐτὸ τοῦτο κινδυνεῦϲαν εύρίϲκεται θᾶττον ἢ προϲῆκεν ἐπὶ τὰϲ δια- κορήϲειϲ ἀγόμενον ἢ βράδιον, εὐλόγωϲ περὶ τοῦ προκειμένου ϲκέμμα- τοϲ ἐπιζητοῦμεν. ἔνιοι μὲν οὐν μέχρι τοϲούτου διατελεῖν ἐν παρθενίᾳ τὸ |θῆλυ καλῶϲ ἔχειν ὑπέλαβον μέχριϲ οὐ μήπω πρὸϲ τὴν υίξιν ἔϲχηκεν ὁρμήν- αὐτὴ γὰρ ἡ φύϲιϲ, ὡϲ ἐπὶ τῶν ἀλόγων ζῴων οὕτωϲ καὶ ἐπὶ τῶν ἀν θρώπων, καθ᾿ ἣν δεῖ προθεϲμίαν ἐπὶ τὴν μίξιν ἐλθεῖν, οἴϲτρουϲ τινὰϲ ἐφύτευϲεν καὶ ὁρμὰϲ ἐκίνηϲεν, ὁρμῶντοϲ ἤδη τοῦ ϲώματοϲ ἐπὶ τῆν τῶν ἀφροδιϲίων ἀπόλαυϲιν ἐλθεῖν. λέληθεν δὲ τούτουϲ, ὅτι τὰ μὲν ἄλογα ζῷα μὸνῃ φύϲει καὶ ἀλόγῳ τύχῃ διοικούμενα παρ᾿ ἑαυτῶν οὐδὲν εἰϲ ἐπιθυμίαν ϲυνειϲφέρει. διὸ καὶ τῶν πλείϲτων ἐμπρόθεϲμοϲ 〈καθέϲτηκεν〉 ὁ χρόνοϲ τῆϲ ἐπὶ τὴν μίξιν ὁρμῆϲ, ἐπὶ δὲ τῶν ἀνθρώ- πων ἀπρόθεϲμοϲ, πολλαχοῦ καὶ τοῦ λόγου διὰ καινάϲ τιναϲ ἡδονάϲ ἢ δόξαϲ ϲαλεύοντοϲ τὰϲ ὁρμάϲ. ἐπεὶ τοίνυν αἱ μὴ ϲωφρονικῶϲ ἀγό- μενοι παρθένοι διὰ τὸ ἀπαιδαγώγητον προωροτέραϲ ἕλκουϲι τὰϲ ἐπι. θυμίαϲ, διὰ τοῦτο ταῖϲ ὁρμαῖϲ οὐ καταπιϲτευτέον. μέχρι δὲ τοϲούτου διατηρεῖν ἐν παρθενίᾳ ϲυμρἑρει, μέχριϲ οὐ δι᾿ ἑαυτῆϲ γένηται κάθαρ- ϲιϲ· ἔϲται γὰρ τεκμήριον τοῦ δύναϲθαι τὴν ὑϲτέραν ἥδη τὰϲ ἰδίαϲ ἀποτελεῖν ἐνεργείαϲ, ὧν 〈ἐϲτιν〉 μία καὶ ἡ ϲύλληψιϲ, ὡϲ ἔμπροϲθεν εἰρήκαμεν. κίνδυνοϲ 〈γὰρ〉 τὸ καταβληθὲν ϲπέρμα ϲυλληφθῆναι μικρο- μεγέθουϲ ἔτι τῆϲ μήτραϲ ὑπαρχούϲηϲ καὶ διὰ τοῦτο θλιβηϲομένου μετὰ τὴν ὄγκωϲιν τοῦ ἐμβρύου καὶ οὕτωϲ ἤτοι φθαρηϲομένου παντε- λῶϲ ἢ τοὺϲ χαρακτῆραϲ ἀπολέϲαντοϲ ἢ πάντωϲ ἐν τῷ καιρῷ τῆϲ ἀποτέξεωϲ κίνδυνον παρεξομένου τῇ κυοφορούϲῃ τῇ διὰ ϲτενῶν ἔτι καὶ ἀτελειώτων ἀκμὴν τῶν περὶ τὸ ϲτόμιον τῆϲ ὑϲτέραϲ μερῶν διέρ- χεϲθαι. ϲυιιβαίνει δὲ οὕτωϲ καὶ ἀτροφεῖν ἔνια τῷ μήπω τὴν ὑϲτέραν μεγάλοιϲ ἀγγείοιϲ καταπεπλέχθαι, λεπτοῖϲ δὲ καὶ οὐχ ἱκανοῖϲ τοϲοῦ- τὸν αἷμα παρακομίζειν, ὅϲον ἱκανόν ἐϲτιν τὸ κατὰ γαϲτρὸϲ διαθρέψαι. τὸ μέντοι τὴν κάθαρϲιν ἐπιφαίνεϲθαι πρῶτον κατὰ τὸ πλεῖϲτον περὶ τὸ τεϲϲαρεϲκαιδέκατον ἔτοϲ ἀπαντᾷ τοῦτο τοίνυν ὄντωϲ ἐϲτὶ φυϲικὸν καὶ τὸν τῆϲ διακορήϲεωϲ ἐμφαῖνον χρόνον. οὐκ ἀϲφαλὴϲ δὲ πάλιν οὐδ᾿ ἡ μετὰ πολυετῆ χρόνον διακόρηϲιϲ· μένει γὰρ ϲυμπεπτωκὼϲ ὁ τράχηλοϲ τῆϲ ὑϲτέραϲ, ὄν τρόπον καὶ τὰ τῶν ἀρρένων μόρια παρὰ τὸ μὴ χρῆϲθαι τοῖϲ ἀφροδιϲίοιϲ. οὕτωϲ οὐν ἐν εὐρυχώρῳ μὲν τῷ κύτει τῆϲ ὑϲτέραϲ τὸ ϲπέρμα διαπλαϲθὲν καὶ τελειωθὲν εἰϲ ζῷον, διὰ ϲτενοῦ δὲ τοῦ τραχήλου κατὰ τὴν ἀπότεξιν οὐκ εὐμαρῶϲ διελθεῖν δυνάμενον μεγάλαϲ ὀχλήϲειϲ καὶ κινδύνουϲ ἐπιφέρει. διόπερ ὁ προ- ειρημένοϲ χρόνοϲ, ἐν ῷ τελειούμενον τὸ χωρίον τῆϲ γενέϲεωϲ δύναται τὴν ϲύλληψιν ὑπομένειν, ἐπιτήδειόϲ ἐϲτιν εἰϲ διακόρηϲιν.