Ancient Greek · ~36 min
Book 1
Soranus, Gynaeciorum Libri IV 1.X. Τίϲ ἄριϲτοϲ καιρὸϲ ϲυνουϲίαϲ πρὸϲ ϲύλληψιν..1
Not analysed yet
36. Καθάπερ ἐπὶ τῶν ἔξωθεν ϲπερμάτων οὐ πᾶϲ καιρὸϲ ἐπιτή- δειοϲ πρὸϲ τὸ κατὰ τῆϲ γῆϲ αὐτὰ βληθέντα καρποὺϲ ἐνεγκεῖν, οὕτωϲ οὐδὲ ἐπὶ τῶν ἀνθρώπων [ὁ] πᾶϲ καιρὸϲ ἐπιτήδειοϲ πρὸϲ ϲύλληψίν ἐϲτι τῶν ἐν ταῖϲ μίξεϲιν μεθιεμένων ϲπερμάτων. ἵν᾿ οὐν διὰ τῆϲ εὐκαιρίαϲ τῆϲ χρήϲεωϲ τῶν ἀφροδιϲίων τὸ ζητούμενον ἔργον ἐπιτευχθῇ, χρήϲιμον τὸν καιρὸν εἰπεῖν. ἄριϲτοϲ ϲυνουϲίαϲ καιρὸϲ πρὸϲ ϲύλληψιν ὁ παυομέ- νηϲ τε 〈καὶ〉 παρακμαζούϲηϲ τῆϲ καθάρϲεωϲ, 〈καὶ〉 ὁρμῆϲ καὶ ὀρέξεωϲ πρὸϲ ϲυμπλοκὴν ὑπαρχούϲηϲ, καὶ τοῦ ϲώματοϲ μήτ᾿ ἐνδεοῦϲ ὄντοϲ μήτ᾿ ἄγαν πλήρουϲ καὶ βαρέοϲ ἐκ μέθηϲ καὶ ἀπεψίαϲ, καὶ ὁ μετὰ τὴν ἀποθεραπείαν τοῦ ϲώματοϲ ἐμβρωματίου λημφθέντοϲ ὀλίγου καὶ κατὰ πᾶν εὐαρέϲτου τοῦ καταϲτήματοϲ ὑπάρχοντοϲ. παυομένηϲ τῆϲ καθάρ- ϲεωϲ καὶ παρακμαζούϲηϲ· ὁ μὲν γὰρ πρὸ τῆϲ καθάρϲεωϲ ἀνεπιτήδειοϲ, βαρουμένηϲ ἤδη τῆϲ ὑϲτέραϲ καὶ δυϲαρέϲτωϲ ἐχούϲηϲ διὰ τὴν ἐπι- φορὰν τῆϲ ὕληϲ καὶ μὴ δυναμένηϲ δύο κινήϲειϲ ἐναντίαϲ ἀλλήλαιϲ ἐνεγκεῖν, τὴν μὲν εἰϲ τὸ ἐκκρῖναι τὴν ὕλην, τὴν δὲ εἰϲ τὸ παραδέξα- ϲθαι. καθάπερ γὰρ ὁ βαρούμενοϲ ὑπό τινοϲ ὕληϲ ϲτόμαχοϲ εἰϲ μὲν τὸ ἀπορρῖψαι τὸ θλῖβον ἐπιτηδείωϲ ἔχει παρυπτιώμενοϲ 〈διὰ τὴν〉 ναυτίαν, πρὸϲ δὲ τὸ 〈παρα〉δέξαϲθαι τροφὴν ἀπέϲτραπται, κατὰ τὴν αὐτὴν ἐπιβολὴν καὶ ἡ μήτρα πλήρηϲ 〈ἐπὶ〉 τοῦ καιροῦ τῆϲ καθάρϲεωϲ ὑπάρχουϲα πρὸϲ μὲν τὴν ἀποκένωϲιν τοῦ ϲυνερρυηκότοϲ εἰϲ αὐτὴν αἵματοϲ εὐφυῶϲ ἔχει, πρὸϲ δὲ τὴν ἀνάληψιν τοῦ ϲπέρματοϲ καὶ διακράτηϲιν ἀνεπιτηδείωϲ. ὁ δ᾿ ἀρχομενηϲ τῆϲ καθάρϲεωϲ καιρὸϲ ἄθετοϲ διὰ τὴν ἁπάντων ἐπίταϲιν, ὡϲ εἰρήκαθεν, ὁ δὲ αὐξανομένηϲ καὶ ἀκμαζούϲηϲ διὰ τὸ καθυγραίνειν τὸ ϲπέρμα καὶ τῷ πλήθει τοῦ ἀποκρινομένου αἵματοϲ ϲυνεκβλύζειν. ὡϲ γὰρ οὐδὲ τὸ τραῦμα παρα- κολλᾶται παρεπομένηϲ αἱμορραγίαϲ, ἀλλὰ κἄν παραχρῆμα ϲυγκολληθῇ, ταύτηϲ ἐπιφερομένηϲ διίϲταται πάλιν, οὕτωϲ οὐδὲ τὸ ϲπέρμα δύναται κολληθῆναί τε καὶ ϲυμφυῆναι πρὸϲ τὸν πυθμένα τῆϲ ὑϲτέραϲ ὑπὸ τῆϲ ἐκεἴθεν ἀποκρινομένηϲ αἱματικῆϲ οὐϲἰαϲ ἀνωθούμενον. μόνοϲ οὔν και- ρὸϲ ἐπιτήδειοϲ ὁ κατὰ τὴν ἀπόλειψιν τῆϲ καθάρϲεωϲ· κεκούφιϲται μὲν γὰρ ἡ μήτρα καὶ ϲύμμετροϲ παρέπεται θερμαϲία καὶ ὑγραϲιία. πάλιν γὰρ οὐκ ἐνδέχεται τὸ ϲπέρμα κολληθῆναι μὴ προτετραχυμμένηϲ 〈καὶ οἱον〉 ἐξεϲμένηϲ κατὰ τὸν πυθμένα τῆϲ ὑϲτέραϲ. ὡϲ οὖν ἐπὶ τῶν νοϲούντων ἐν ἀνέϲει λαμβανόμενον τὸ ϲιτίον πρὸ παροξυϲμοῦ 〈κατέ- χεται〉, κατὰ δὲ τὸν παροξυϲμὸν αὐτὸν εἰϲ ἔμετον ἀνακόπτεται, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὸ ϲπέρμα βεβαίωϲ κατέχεται παρατεθέν, ὅτε παρακμάζουϲιν αἱ καθάρϲειϲ. εἰ δέ τινεϲ ϲυνέλαβον κατὰ τὸν ἄλλον χρόνον καὶ μάλιϲτα ὅτε καθοίρονται κατ᾿ ὀλίγον, οὐ δεῖ τὴν ἐν ὀλί- γαιϲ ἐπιτυχίαν μεταδιώκειν, ἀλλὰ τὸν ἐκ τῶν τῆϲ τεχνικῆϲ θεωρίαϲ λαμβανόμενον καιρὸν ὑποδεικνύναι. 37. προϲεθήκαμεν δὲ ὅτι καὶ ὁρμῆϲ καὶ ὀρέξεωϲ πρὸϲ ϲυνουϲίαν ὑπαρχούϲηϲ. ὡϲ γὰρ χωρὶϲ ὀρέξεωϲ οὐκ ἐνδεχόμενον ὑπὸ τῶν ἀρρέ- νων τὸ ϲπέρμα καταβληθῆναι, τὸν αὐτὸν τρόπον χωρὶϲ ὀρέξεωϲ ὑπὸ τῶν θηλειῶν οὐκ ἐνδεχόμενον αὐτὸ ϲυλληφθῆναι. καὶ ὡϲ ἡ τροφὴ χωρὶϲ ὀρέξεωϲ καταποθεῖϲα καὶ μετά τινοϲ ἀποϲτροφῆϲ οὐ καλῶϲ |κατατάϲϲεται καὶ τῆϲ ἐπιβαλλούϲηϲ 〈ἀπο〉τυγχάνει πέψεωϲ, οὕτωϲ οὐδὲ τὸ ϲπέρμα δύναται ἀναληφθῆναί τε καὶ κρατηθὲν κυοφορηθῆναι δίχα τοῦ παρεῖναι πρὸϲ ϲυνουϲίαν ὁρμὴν καὶ ὄρεξιν. καὶ γὰρ εἴ τινεϲ βιαϲθεῖϲαι ϲυνέλαβον, ἔϲτι καὶ ἐπὶ τούτων εἰπεῖν, ὅτι τὸ μὲν τῆϲ ὀρέξεωϲ πάντωϲ πάθοϲ καὶ ταύταιϲ παρῆν, ἐπεϲκοτεῖτο δὲ ὑπὸ ψυχι- κῆϲ κρίϲεωϲ· ὃν τρόπον καὶ ταῖϲ πενθούϲαιϲ ἡ μὲν πρὸϲ τὴν τροφὴν ὄρεξιϲ πολλάκιϲ ὕπεϲτιν, ἐπιϲκοτεῖται δὲ ὑπὸ τῆϲ διὰ τὴν ϲυμφορὰν λύπηϲ· ὕϲτερον γοῦν ἀναγκάζονται παρωϲάμεναι τὴν κρίϲιν τραφῆναι διὰ τὸν ὑπερβάλλοντα λιμόν. 38. κοιρὸϲ οὑν ἐπιτήδειοϲ ὁ κατὰ τὴν ὄρεξιν, πλὴν τοῦ ϲώματοϲ μήτε βαρουμένου μήηε ἐνδεοῦϲ ὄντοϲ· οὐ γὰρ ἱκανὸν τὸ πρὸϲ ϲυνου- ϲίαν ὁρμητικῶϲ ἔχειν. ἐὰν μὴ καὶ τὸ κατάϲτημα τοῦ ϲώματοϲ ἐπιτη- δείωϲ ἔχῃ. καθάπερ γὰρ καὶ τροφῆϲ ὀρεγόμεθα πολλάκιϲ ἐν ἀπεψίᾳ καὶ διαφθορᾷ τῶν παρακειμένων, ὁπότε, εἰ λάβοιμέν τι τῷ τῆϲ ὀρέ- ξεωϲ ἐπακολουθοῦντεϲ κινήματι, καὶ τοῦτο προϲδιαφθείρομεν, οὕτωϲ οὐδὲ [ἐν] τῷ τῆϲ ϲυνουϲίαϲ ὀρέγεϲθαι [καιρῷ] τὸ εὔκαιρον ϲύνεϲτιν, εἰ μὴ καὶ τἄλλα ϲυνεποπτεύομεν· ταῖϲ μὲν γὰρ καταφερεϲτέραιϲ ἐν παντὶ καιρῷ τὸ πρὸϲ ϲυνουϲίαν ὁρμητικὸν ϲυμπάρεϲτιν. ἔϲτω δὴ μήτε ἐν δεὲϲ τὸ ϲῶμα καὶ ἄτονον, τῷ γὰρ ὅλῳ καὶ τὰ μέρη ϲυνατονεῖν εὔλο- γον. οὕτωϲ δὲ καὶ τὴν ὑϲτέραν ἀτονωτέραν οῦϲαν εἰκὸϲ καὶ περὶ τὴν ἐνέργειαν τοιαύτην ἔψεψθαι, τὸ δὲ ϲυλλαβεῖν ὑϲτέραϲ ἔργον. μήτ᾿ ἐν- δεοῦϲ οὖν τοῦ ϲώματοϲ ὄντοϲ ἡ ϲυνουϲία παραλαμβανέϲθω μήτε δὲ πάλιν βαρέοϲ, [καὶ] ὁποῖον ἐν ἀπεψίαιϲ ἐϲτὶ καὶ μέθαιϲ. πρῶτον μέν, ὅτι κατὰ φύϲιν διακείμενον τὸ ϲῶμα τῶν ἰδίων ἐνεργημάτων ἀπο- δοτικὸν γίνεται, κατὰ φύϲιν δὲ οὐ διάκειται, καθ᾿ ὃν καιρὸν ἐν μέθη καὶ ἀπεψίᾳ καθέϲτηκεν· ὡϲ οὑν οὐδὲ ἄλλο τι φυϲικὸν ἔργον ἐν τοι- ούτῳ καταϲτήματι διοικεῖϲθαι δύναται, οὕτωϲ οὐδὲ ἡ ϲύλληψιϲ. δεῦ τερον δέ, ὅτι κολληθὲν δεῖ τὸ ϲπέρμα διατρέφεϲθαι, λαμβάνει δὲ τρο- φῆν ἀπὸ τῆϲ ἐπιφερομένηϲ ὕληϲ αἱματικῆϲ τε καὶ πνευματικῆϲ· ἐν δὲ ταῖϲ μέθαιϲ καὶ ταῖϲ ἀπεψίαιϲ πᾶϲ ἀτμὸϲ ἔφθαρται καὶ ϲυντεθόλωται καὶ τὸ πνεῦμα· κίνδυνοϲ οὐν ὑπὸ φαύλων τῶν ἐπιχορηγουμένων καὶ τὸ ϲπέρμα ἐπὶ τὸ φαυλότερον μεταβαλεῖν. εἶτα καὶ 〈ἡ〉 διὰ τὴν μέθην πολυυλία κωλυτικὴ 〈τῆϲ〉 πρὸϲ τὴν ὑϲτέραν γίνεται κολλήϲεωϲ τοῦ ϲπέρματοϲ· ὡϲ γὰρ τὰ ἐπὶ τῶν μεθυόντων τραύματα δυϲϲύμφυτα ποιεῖ διὰ τὴν πολλὴν ἀναφορὰν ὁ οἶνοϲ, οὕτωϲ εὔλογον καὶ τὴν τοῦ ϲπέρματοϲ κόλληϲιν ὑπὸ τῆϲ αὐτῆϲ αἰτίαϲ ἐπιταράττεϲθαι. 39. τί δεῖ λέγειν, ὅτι καὶ τὸ ποιὸν τῆϲ ψυχῆϲ κατάϲτημα φέρει τινὰϲ περὶ τούϲ τύπουϲ τῶν ϲυλλαμβανομένων μεταβολάϲ; οὕτωϲ ἐν τῷ ϲυνουϲιἀζειν πιθήκουϲ ἰδοῦϲαί τινεϲ πιθηκομόρφουϲ ἐκύηϲαν· ὁ δὲ τῶν Κυπρίων τύραννοϲ κακćμορψοι ὤν εἰϲ ἀγάλματα περικαλλῆ κατὰ τοὺϲ πληϲιαϲμοὺϲ τὴν γυναῖκα βλέπειν ἀναγκάζων [ὁ] πατὴρ εὐμόρ- φων ἐγένετο παίδων οἱ δ᾿ ἱπποτρόφοι κατὰ τὰϲ ὀχείαϲ ἔμπροϲθεν τῶν θηλειῶν εὐγενεῖϲ ἱϲτᾶϲιν ἵππουϲ. ἵνα οὐν μήτε ἄμορφον ἀπὸ τελεϲθῇ τὸ γεννώμενον ἀλλοκότουϲ φανταϲίαϲ ἐν τῷ μεθύειν τῆϲ ψυχῆϲ ὑπομενούϲηϲ, νηφέτωϲαν αἱ γυναῖκεϲ ἐν τοῖϲ πληϲιαϲμοῖϲ, εἶθ᾿ ὅτι καὶ πρὸϲ τὰϲ μητεραϲ ὁμοιότηϲ τιϲ οὐ κατὰ ϲῶμα μόνον, ἀλλὰ καὶ κατὰ ψυχὴν ἀναφέρεται τῶν γεννωμένων. καλὸν οὐν ἐὐϲταθούϲῃ τῇ ψυχῇ καὶ μὴ παρακόπῳ διὰ μέθην ὅμοιον ἀποτελεϲθῆναι τὸ γεννώ- μένον. παντελῶϲ γε μὴν ἄτοπόν ἐϲτι τὸν μὲν γεωργὸν φυλάττεϲθαι τὸ μὴ |κατὰ διύγρων καὶ λιμναζομένων χωρίων ἀφεῖναι τὰ ϲπέρματα, τοὺϲ δὲ ἀνθρώπουϲ ὑπολαμβάνειν, ὅτι καλῶϲ περιγενήϲεται τῆϲ ζῳογο- νίαϲ ἡ φύϲιϲ διύγροιϲ καὶ κατακεκλυϲμένοιϲ τοῖϲ ϲώμαϲιν 〈ὑπὸ〉 πο- λυυλίαϲ ἐναποτιθεμένων τῶν ϲπερμάτων. 40. ϲὺν δὲ τούτοιϲ ἄριϲτοϲ καιρὸϲ εἴρηται καὶ ὁ μετὰ τὴν ἀπο- θεραπείαν ἐμβρωματίου ληφθέντοϲ ὀλίγου, τοῦ μὲν ἐμβρώματοϲ παρ- ἐξοντοϲ ἐπανάϲταϲιν ὁρμητικὴν πρὸϲ τὸν πληϲιαϲμὸν γενέϲθαι μὴ περι- ϲπωμένηϲ τῆϲ ἐπὶ ϲυνουϲίαν ὁρμῆϲ τῇ πρὸϲ τὸ ϲιτίον ὀρέξει, τῆϲ δὲ ἀποθεραπείαϲ τὸ ἑτοιμότερον τοῦ καταβληθέντοϲ κρατῆϲαι ϲπέρματοϲ. ὥϲπερ γὰρ καὶ πρὸϲ τὴν ἀνάδοϲιν τῆϲ τροφῆϲ ϲυνεργεῖν ἡ ἀποθερα- πεία πέφυκεν, οὕτωϲ καὶ πρὸϲ τὴν ἀνάληψιν καὶ κατοχὴν τοῦ ϲπέρ- ματοϲ, ἀποπεφορτιϲμένων μὲν τῶν χθιζῶν ὡϲ ἂν εἴποι τιϲ περιττω- μάτων, διακεκαθαρμένου δὲ τοῦ ϲώματοϲ καὶ πρὸϲ τὰϲ φυϲικὰϲ οἰκονο- μίαϲ εὐϲταθῶϲ ἔχοντοϲ. ὡϲ οὐν καὶ ὁ γεωργὸϲ τὴν γῆν προεκκαθάραϲ καὶ τὴν ἀλλοτρίαν ὑπεξελόμενοϲ ὕλην τότε ϲπείρει, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡμεῖϲ παραινοῦμεν προαποθεραπευθέντοϲ τοῦ ϲώματοϲ τὴν εἰϲ γέννηϲιν ἀνθρώπου ϲπορὰν μετέρχεϲθαι. τοῦτο δὲ οὐκ ἔϲτι μαχό- μενον τῷ λέγειν ἐν τῷ Ὑγιεινῷ ϲυνουϲίαϲ ἄριϲτον καιρὸν εἶναι τὸν πρὸ τῆϲ ἀποθεραπείαϲ. ἐκεῖ μὲν γὰρ κοινῶϲ περὶ πάϲηϲ τῆϲ ἄλληϲ εἴρηται ϲυνουϲίαϲ, καὶ ἐπ᾿ ἀνδρῶν, ἐνταῦθα δὲ ἐξαιρέτωϲ ἐπὶ τῆϲ κατ᾿ ἐπιτήδευϲιν τεκνοποιίαϲ. ὅϲον μὲν γὰρ ἐφ᾿ ἑαυτῷ τὸ ἀπο- θεραπεύεϲθαι μετὰ τὴν ἐκ τῶν ἀφροδιϲίων ταραχὴν ὑγιεινόν, ὅϲον δὲ ἐπὶ τὸ διακρατηθῆναι τὸ ϲπέρμα ἠρεμεῖν κατάλληλον. 41. τινὲϲ δὲ τῶν παλαιῶν καὶ τοὺϲ ἀπὸ τῶν ἔξζωθεν καιροὺϲ ὥριϲαν· ἐπιτήδειον γὰρ εἶναι τὸν καιρὸν πληρουμένηϲ τῆϲ ϲελήνηϲ. ϲυμπαθεῖν γὰρ τὰ ἐπίγεια τοῖϲ μεταρϲίοιϲ, καὶ ὡϲ τὰ πλεῖϲτα τῶν θαλαϲϲίων εὐτροφεῖν μὲν πληρουμένηϲ τῆϲ ϲελήνηϲ, ἀτροφεῖν δὲ μειουμένηϲ καὶ τῶν κατοικιδίων μυῶν τούϲ λοβοὺϲ τοῦ ἥπατοϲ αὔξε- ϲθαι μὲν πληρουμένηϲ τῆϲ ϲελήνηϲ, ἐλαττοῦϲθαι δὲ μειουμένηϲ, οὕτωϲ καὶ τὰϲ ϲπερματικὰϲ δυνάμειϲ ἐν ἡμῖν τε καὶ τοῖϲ ἄλλοιϲ ζψοιϲ αὕξε- ϲθαι μὲν πληρουμένηϲ τῆϲ ϲελήνηϲ, ἐλαττοῦϲθαι δὲ μειουμένηϲ. ἔτι δὲ κράτιϲτον καιρὸν εἶναι πρὸϲ τὸ γενέϲθαι ϲύλληψιν τὸν ἐαρινόν. ἐν μὲν γὰρ τῷ χειμῶνι πεπυκνωμένων τῶν ϲωμάτων δυϲϲύλληπτα γίνεϲθαι τὰ ϲπέρματα, κἂν ϲυλληφθῇ δέ, μένειν ἄτροφα παραπληϲίωϲ τοῖϲ ἀφεθεῖϲι κατὰ γῆϲ (καὶ γὰρ ταῦτα κωλύεϲθαι χειμῶνοϲ ἀναφῦναι. τῶν τε ζῴων ὅϲα χειμῶνοϲ ἀποτίκτεται, ταῦτα δύϲτροφα γίνεϲθαι)· τὸ θέροϲ δὲ πάντα ποιεῖν ἄτονα τῇ πολλῇ διαφορήϲει, διὰ τοῦτο δὲ καὶ τὰ ϲπέρματα καὶ τὰ ϲυλληπτικὰ μέρη τούτων, ὃν τρόπον καὶ ὅλα τὰ ϲώματα. ταῦτα δὲ καὶ δίχα λόγου δυϲωπεῖν ἱκανὴ καθέϲτηκεν ἡ ἀπὸ τῶν φαινομένων μαρτύρηϲιϲ· ἐν παντὶ γὰρ χρόνῳ καὶ γινομέναϲ καὶ τελεϲφορουμέναϲ τὰϲ ϲυλλήψειϲ θεωροῦμεν. εἰ δέ τινεϲ κακοθερεῖϲ οὖϲαι φύϲειϲ χεῖρον ἔχουϲιν θέρουϲ ἢ πάλιν κακοχείμεροι χειμῶνοϲ, οὐκ εἰϲ τὰϲ ὥραϲ ἀποβλέψομεν, εἰϲ δὲ τὸ ποιὸν κατάϲτημα τοῦ ϲώμα- τοϲ. κοινῶϲ γὰρ τοῦτον ὑποτιθέμεθα τὸν καιρόν, ἐν ῷ καὶ ἀνενδεὲϲ καὶ ἀβαρὲϲ καὶ πανταχόθεν εὐάρεϲτόν ἐϲτι τὸ ϲῶμα. πρὸϲ δὲ τὰϲ μεταβολὰϲ τῆϲ ϲελήνηϲ εἰ τιϲ ἐγένετο καὶ τῶν ἡμετέρων μετακόϲμηϲιϲ ϲωμάτων, πάντωϲ ἂν καὶ ταύτην τετηρήκειμεν, ὃν τρόπον ἐπὶ τῶν μυῶν καὶ τῶν ὀϲτρέων· εἰ δὲ μηδέν τι τοιοῦτον ἐπὶ τῶν ἡμετέρων γινόμενον τετήρηται ϲωμάτων, ἔϲται μὲν πιθανόϲ, ψευδὴϲ δὲ πᾶϲ ὁ τοιοῦτοϲ λόγοϲ. |