Ancient Greek · ~21 min
Book 1
Soranus, Gynaeciorum Libri IV 1.VI, Εἰ ἐπὶ ϲυμφέροντι γέγονεν ἡ τῶν ἐμμήνων κάθαρϲιϲ..1
Not analysed yet
27. Ἐπεὶ τοῖϲ μὲν ϲυμφερόντωϲ γιγνομένοιϲ δεῖ ϲυνεργεῖν, τοῖϲ δὲ ἀϲυμφόρωϲ ἀποϲυνεργεῖν, ἀναγκαίωϲ τὸν περὶ τοῦ προκειμένου ποιούμεθα λόγον. ϲημαίνειν δὲ 〈δεῖ〉 ἐκ τῆϲ προτάϲεωϲ δύο, τὸ μὲν εἰ πρὸϲ ὑγείαν, τὸ δὲ εἰ πρὸϲ παιδογονίαν 〈ἐπὶ〉 ϲυμφέροντι γέγονεν ἡ κάθαρϲιϲ, καὶ περὶ ἀμφοτέρων αὐτῶν ἐϲτιν ἡ ϲκέψιϲ. ἔνιοι μὲν οὖν τῶν ἔμπροϲθεν, ὡϲ καὶ Ἡρόφιλοϲ ἐν τῷ Πρὸϲ τὰϲ κοινὰϲ δόξαϲ ἐμνημόνευϲεν, ἐπὶ ϲυμφέροντι λέγουϲιν γεγονέναι τὴν κάθαρϲιν καὶ πρὸϲ ὑγείαν καὶ πρὸϲ παιδοποιίαν, Θεμίϲων δὲ καὶ οἱ πλεῖϲτοι τῶν ἡμετέρων πρὸϲ μόνην παιδογονίαν, τινὲϲ δὲ τῶν ἐπιϲημοτέ- ρων οὔτε πρὸϲ ὑγείαν οὕτε πρὸϲ παιδοποιίαν. Ἡρόφιλοϲ δὲ καὶ Μναϲέαϲ κατὰ διαφόρουϲ ἐπιβολὰϲ τιϲὶ μὲν τῶν γυναικῶν πρὸϲ ὑγείαν ὠφέλιμον λέγουϲιν εἶναι τὴν κάθαρϲιν, τιϲὶ δὲ βλαβεράν. οἱ πρῶτοι μὲν οὖν φαϲιν, ὅτι προνοητικὴ τῶν ἀνθρώπων ἐϲτὶν ἡ φύϲιϲ ὁρῶϲα τοίνυν τοὺϲ ἄρρεναϲ γυμναϲίοιϲ τὸ περιττὸν ἀποκενοῦνταϲ, τὰϲ δὲ θηλείαϲ διὰ τὸ οἰκουρὸν καὶ καθέδριον διάγειν βίον πλῆθοϲ ὑποϲυλλεγούϲαϲ, προνοοῦϲα τοῦ μηδὲ ταύταϲ κινδύνῳ περιπεϲεῖν, διἀ τῆϲ καθάρϲεωϲ ἐπενόηϲεν τὸ περιττὸν ἀποχετεύειν. ἔνθεν ϲτραγγοττέραϲ γινομένηϲ καθάρϲεωϲ παρακολουθεῖ βάροϲ κεφαλῆϲ καὶ ἀμβλυωπία καὶ πόνοϲ ἄρθρων καὶ τῶν ἐν ὀφθαλμοῖϲ βάϲεων ὀϲφύοϲ τε καὶ ἤτρου ϲυναίϲθηϲιϲ, ἀπορία, ῥιπταϲμόϲ, ἀνατροπὴ ϲτομάχου, ποτὲ δὲ φρίκη καὶ πυρετόϲ, ὧν ἕκαϲτον λύεται τῆϲ καθάρϲεωϲ πάλιν ἐπιφανείϲηϲ. 28. πρὸϲ τούτουϲ δὲ λεκτέον, ὅτι τὸ προνοητικὴν εἶναι τὴν φύϲιν διαπεφώνηται καὶ βαρυτέραν ἔχει τοῦ νῦν ζητουμένου τὴν ἐπίκριϲιν, εἴτε δύναται προνοοῦϲα τῶν ἀνθρώπων μετρῆϲαι τὰϲ ὀρέξειϲ, ὅπωϲ μὴ πλείονα λάβωϲι τὴν τροφήν, ἢ κωλῦϲαι γενέϲθαι τι περιϲϲόν. ἧϲ γὰρ ἴδιον κηδεμονικῶϲ ἀποκρῖναι τὸ πλεονάϲαν, τῆϲ αὐτῆϲ καὶ τὸ κωλῦϲαι τὸν πλεοναϲμὸν γενέϲθαι τῆϲ ὕληϲ. εἰ δὲ καὶ προνοητικῶϲ ἐγέννηϲε τὴν κάθαρϲιν, οὐ πρὸϲ ὑγείαϲ τήρηϲιν ἀλλὰ πρὸϲ παιδο- ποιίαν ἐπενόηϲεν αὐτήν. ἔνθεν οὔτε ταῖϲ μήπω ϲυλλαμβάνειν δυνα- μένοιϲ, οἶον ταῖϲ νηπίαιϲ, παρέϲχε τὴν κάθαρϲιν οὔτε ταῖϲ μηκέι, καθάπερ ταῖϲ παρήλιξιν, ἀλλὰ τῇ περιγραφῇ τῆϲ χρείαϲ ϲυναπέϲβεϲε τὸ ἔργον. ἐπεχομένηϲ δὲ τῆϲ καθάρϲεωϲ ὀχλεῖ〈ται〉 τὸ ϲῶμα διὰ τὴν ϲτέγνωϲιν, ὑφ᾿ ἧϲ κεκώλυται φέρεϲθαι τὸ ἔμμηνον. διὸ καὶ ἡ φορὰ τῆϲ καθάρϲεωϲ ἀλυϲιτελὴϲ ἔδοξεν, οὐκ ἀναϲκευάζουϲα τὴν ϲτέγνωϲιν ἤ τι τῶν ϲυμπτωμάτων αὐτῆϲ, λυομένηϲ δὲ τῆϲ ϲτεγνώϲεωϲ ἐπιφαινο- μένη καθάπερ καὶ ἡ τῶν ϲκυβάλων καὶ ἡ τῶν ἱδρώτων ἀπόκριϲιϲ. ἐπὶ πολὺ δὲ διαφέρει νόϲοϲ ὑγείαϲ· οὐκέτι τοίνυν τὸ ὠφέλιμον εἰϲ τὸ ἀναϲκευάϲαι πάθοϲ τοῦτο καὶ εἰϲ τὸ τηρῆϲαι τὴν ὑγείαν εὔχρηϲτον. ἡ γοῦν φλεβοτομία λύουϲα τὴν ϲτέγνωϲιν οὐ τηρεῖ τὴν ὑγείαν. ἀλλ᾿ οὐδὲ πρὸϲ παιδοποιίαν ὠφελεῖν οἱ τὴν κάθαρϲιν ὑπο- λαμβάνοντέϲ φαϲιν, ὅτι τῆϲ ὑϲτέραϲ ἑλκουμένηϲ ἡ κάθαρϲιϲ γίνεται. πᾶϲα δὲ ἔλκωϲιϲ παρὰ φύϲιν, οὐδὲν δὲ τῶν παρὰ φύϲιν ἀποδοτικόν ἐϲτιν τοῦ κατὰ φύϲιν ἐνεργήματοϲ [αἵματοϲ], ὥϲτε οὐδὲ πρὸϲ ϲύλληψίν ἐϲτιν εὔχρηϲτοϲ. ἀμέλει τινὲϲ μὲν ἐξ ὅλου 〈μὴ〉 κεκαθαρμέναι ϲυλ- λαμβάνουϲιν, αἱ δὲ πρὸ τῆϲ καθάρϲεωϲ ϲυλλαμβάνουϲαι μετὰ τὴν ϲύλληψιν ἐκαθάρθηϲαν. καὶ τούτουϲ δὲ ἐπιμεμπτέον. οὐ γὰρ ἑλκου- μένηϲ τῆϲ μήτραϲ ἡ κάθαρϲιϲ γίνεται, κατὰ διαπήδηϲιν δὲ καὶ περι- ίδρωϲιν, ὃν τρόπον καὶ τὰ οὖλα |παρατριβόμενα χωρὶϲ ἑλκώϲεωϲ προῖηϲιν αἷμα, καὶ ὡϲ ἐπὶ τῶν ἄνευ τραύματοϲ καταγμάτων αἱμοβα- φεῖϲ ἐν ταῖϲ ἐπιλύϲεϲιν τοὺϲ τελαμῶναϲ εὑρίϲκομεν. τὸ δέ τιναϲ ἐξ ὅλου μὴ καθαιρομέναϲ ϲυλλαμβάνειν ψεῦδόϲ ἐϲτιν. καὶ γὰρ εἰ μὴ δι᾿ αἵματοϲ, διὰ τινοϲ γοῦν ἄλληϲ ὑγραϲίαϲ καθαίρονται, καθάπερ καὶ τῶν ἀλόγων ζῴων τινά. μετὰ δὲ τὴν ϲύλληψιν ἐπικαθαίρονταί τινεϲ ἀπ᾿ ἄλλων μερῶν, ὡϲ ἔμπροϲθεν ἐδείξαμεν, καὶ οὐκ ἐξ ἐκείνων, οἷϲ τὸ ϲπέρμα προϲπέφυκεν. 29. Ἡρόφιλοϲ δὲ ποτὲ μὲν καί τιϲιν τῶν γυναικῶν βλαβεράν φηϲιν εἶναι τὴν κάθαρϲιν, καὶ γὰρ ἀνεμποδίϲτωϲ τινὰϲ ὑγιαίνειν μὴ καθαιρομέναϲ καὶ πολλάκιϲ τοὐναντίον καθαιρομέναϲ ὠχροτέραϲ γίνε- ϲθαι καὶ ἰϲχνοτέραϲ καὶ παθῶν λαμβάνειν ἀφορμάϲ, ποτὲ δὲ καὶ ἐπί τινων ὠφέλιμον, ὥϲτε πρότερον ἀχροούϲαϲ καὶ ἀτροφούϲαϲ ὕϲτερον καὶ μετὰ τὴν κάθαρϲιν εὐχροῆϲαί τε καὶ εὐτροφῆϲαι. Μναϲέαϲ δὲ τὰϲ μὲν ϲφοδρὸν ἔχειν τὸ κατὰ φύϲιν, τὰϲ δὲ ἀμυδρόν, καὶ τῶν ἀμυδρὸν τὰϲ μὲν ϲτεγνότερον, τὰϲ δὲ ῥοωδέϲτερον. ταῖϲ μὲν οὖν ϲτεγνότερον ἐχούϲαιϲ τὸ κατὰ φύϲιν ὑγιεινήν φηϲιν εἶναι τὴν κάθαρ- ϲιν, ταῖϲ δὲ ῥοωδέϲτερον οὐχ ὑγιεινήν· ὅν τρόπον καὶ τὴν φλεβοτο- μίαν τοῖϲ μὲν ϲτεγνοπαθοῦϲιν ἁρμόζειν διαχαλῶϲαν, τοῖϲ δὲ ῥευματι- ζομένοιϲ βλαβερὰν εἶναι διὰ τὸ ϲυναύξειν τὴν εὐδιαφορηϲίαν. λεληθό- τωϲ δὲ οὖτοϲ εἰϲάγει τὰ κατὰ Διονύϲιον, ϲτεγνόν τι καὶ ῥοῶδεϲ ὀνομάζων κατὰ φύϲιν, ὅπερ οὐχ ὑγιέϲ ἐϲτιν, ὡϲ ἐν τῷ δευτέρῳ Περὶ κοινοτήτων ἐπελογίϲθη. τό γε μὴν ϲτεγνότερον κατὰ φύϲιν καὶ τῆϲ μικροτάτηϲ παθητικῆϲ ϲτεγνώϲεωϲ ἀμυδρότερόν ἐϲτιν. ὡϲ οὖν οὐ μόνον τοῖϲ ῥευματιζομένοιϲ ἐπιβλαβὴϲ ἡ φλεβοτομία καθέϲτηκεν, ἀλλὰ καὶ τοῖϲ ἀμυδρῶϲ ϲτεγνοπαθοῦϲιν τῷ πλείονα τῆϲ ὠφελείαϲ τὴν βλάβην ἐπιτελεῖν, καλουμένηϲ τῆϲ δυνάμεωϲ πρὸϲ τὴν ϲυναναληψίαν, οὕτωϲ καὶ ἡ κάθαρϲιϲ |ἐπιβλαβὴϲ γένοιτο ἂν οὐ μόνον ταῖϲ ῥοωδέ- ϲτερον τὸ κατὰ φύϲιν ἐχούϲαιϲ, ἀλλὰ καὶ ταῖϲ ϲτεγνότερον. κοινῇ δὲ πρὸϲ τοῦτον καὶ πρὸϲ Ἡρόφιλον λεκτέον, ὅτι βλάπτει μὲν ἡ κάθαρ- ϲιϲ πρὸϲ τὸ ὑγιαίνειν ἁπάϲαϲ, ἤδη δὲ τῶν μὲν εὐπαθεϲτέρων καθ- ἁπτεται μᾶλλον, διαλανθάνει δὲ τὸ βλαβερὸν αὐτῆϲ ἐφ᾿ ὧν δυϲπαθῆ τὰ ϲώματα κέκτηνται. τὰϲ οὖν πλείοναϲ τῶν μὴ καθαιρομένων εὐτο- νωτέραϲ θεωροῦμεν, ὥϲπερ τὰϲ ἀνδρώδειϲ τε καὶ ϲτείραϲ. καὶ τὰϲ παρήλικαϲ δὲ τὸ μηκέτι καθαίρεϲθαι πρὸϲ τὸ ὑγιαίνειν οὐδὲν ἀδικεῖ, πάντη δὲ τοὐναντίον τὰϲ πολλὰϲ θηλυτέραϲ καθίϲτηϲιν ἡ τοῦ αἵματοϲ ἀπάντληϲιϲ. ἔδει δὲ καὶ τὰϲ μήπω καθαιρομέναϲ τῶν παρθένων ἧττον ὑγιαίνειν· εἰ δὲ τῆϲ ὑγείαϲ μετέχουϲιν ἀνελλιπῶϲ, μὴ δήποτε μὲν πρὸϲ τὸ ὑγιαίνειν ἡ κάθαρϲιϲ οὐ ϲυμβάλλεται, πρὸϲ μόνον δὲ τὸ παιδο- ποιεῖν· χωρὶϲ γὰρ τῆϲ καθάρϲεωϲ ϲύλληψιϲ οὐ γίνεται.