Ancient Greek · ~17 min
Book 1
Soranus, Gynaeciorum Libri IV 1.VII, Εἰ ὑγιεινή ἐϲτιν ἡ διηνεκὴϲ παρθενία..1
Not analysed yet
30. Τὴν διηνεκῆ παρθενίαν οἱ μὲν ὑγιεινὴν ἔλεξαν, οἱ δὲ οὐχ ὑγιεινήν. οἱ πρῶτοι δέ φαϲιν, ὅτι κάμνει τὰ ϲώματα διὰ τὰϲ ἐπι- θυμίαϲ. ἀμέλει τῶν ἐρώντων ὠχρὸν καὶ ἄτονον καὶ ἰϲχνὸν τὸ ϲῶμα βλέπομεν, ἡ παρθενία δὲ διὰ τὴν ἀπειρίαν τῶν ἀφροδιϲίων παρῆκεν τὰϲ ἐπιθυμίαϲ. ἔπειτα πᾶϲα ϲπέρματοϲ ἔκκριϲιϲ ἐπιβλαβὴϲ ὡϲ ἐπὶ τῶν ἀρρένων οὕτωϲ καὶ ἐπὶ τῶν θηλειῶν. ἡ παρθενία τοίνυν ὑγιεινή. κωλύουϲα τῇ τῶν ϲπερμάτων ἐκκρίϲει χρῆϲθαι. μαρτυρεῖ δὲ τῷ εἰρη- μένῳ καὶ τὰ ἄλογα ζῷα· τῶν μὲν γὰρ ἵππων αἱ μὴ ὀχευθεῖϲαι δρομι- κώτεραι μᾶλλόν εἰϲιν, τῶν δὲ ϲυῶν αἱ τὰϲ μήτραϲ ἐκτμηθεῖϲαι μείζουϲ καὶ εὐτροφώτεραί τε καὶ |ίϲχυρότεραι καὶ τοῖϲ ἄρρεϲιν ἐμφέρωϲ ἐϲφιγμέναι. πρόδηλον δὲ τοῦτο καὶ ἐπὶ τῶν ἀνθρώπων· ἐπεὶ γὰρ τῶν ἀρρένων οἱ μένοντεϲ ἄφθοροι ῥωμαλεώτεροί τε τῶν ἄλλων εἰϲὶ καὶ μείζονεϲ καὶ ὑγιεινότερον διαβιοῦϲιν, ἀκόλουθόν ἐϲτιν καὶ ταῖϲ θηλείαιϲ ὑγιεινὴν ἐν τῷ καθόλου ϲυνομοταγεῖν τὴν παρθενίαν. αἱ γἀρ ϲυλλήψειϲ καὶ ἀποτέξειϲ δαπανῶϲι τὰ ϲώματα τῶν θηλειῶν καὶ ἀθρὸωϲ ἀπομαραίνουϲιν, ἡ παρθενία δὲ τῶν ἐντεῦθεν ἀδικημάτων τὰϲ θηλείαϲ ὑφαιροῦϲα δεόντωϲ ἃν ὑγιεινὴ λέγοιτο. 31. οἱ δὲ τῆϲ ἐναντίαϲ ὑπολήψεώϲ φαϲιν, ὅτι τὸ ἐπιθυμεῖν τῶν ἀφροδιϲίων οὐ μόνον γυναικῶν ἐϲτιν ἀλλὰ καὶ παρθένων. ἔνιαι γοῦν παρθένοι βαρυτέρουϲ γυναικῶν ἔρωταϲ ὑπέμειναν· μία γὰρ τῆϲ ὀρέξεωϲ ἄνεϲιϲ ἡ τῆϲ μίξεωϲ χρήϲιϲ, οὐκ ἀπαλλαγή. οὐκ ἀναιρεῖ τοίνυν τὴν ἐπιθυμίαν τὸ παρθενοτροφεῖϲθαι. τὴν δὲ τοῦ ϲπέρματοϲ ἀπόκριϲιν ἔνιοι μέν φαϲιν μήτε ἐπὶ τῶν ἀρρένων μήτε ἐπὶ τῶν θηλειῶν κατὰ γένοϲ εἶναι βλαβεράν, κατὰ δὲ τὴν ἀμετρίαν· βλάπτεϲθαι 〈μὲν γὰρ〉 τὰ ϲώματα πρὸϲ τὴν ϲυνεχῆ τοῦ ϲπέρματοϲ ἀπόκριϲιν, ὠφελεῖϲθαι δὲ. πρὸϲ τὴν ἐκ διαϲτήματοϲ, ὥϲτε καὶ δυϲκινηϲίαϲ ἀπολύεϲθαι καὶ δυϲφο- ρίαϲ. πολλοὶ γοῦν μετὰ ϲυνουϲίαν εὐκινητότεροι κατέϲτηϲαν καὶ γεν- ναιότερον ἠνέχθηϲαν. ἔνιοι δέ φαϲιν βλαβερὰν μὲν εἶναι τὴν τοῦ ϲπέρματοϲ πρόεϲιν ὡϲ ἀτονίαϲ οὖϲαν ἀποτελεϲτικήν, ἤδη δέ ποτε καὶ κατὰ τοῦτο λυποῦϲαν, ἐπ᾿ ὀλίγον δὲ καὶ προϲκαίρωϲ εἰϲ ἄλλο τι πλεῖον ὠφελεῖν, τοῦτ᾿ ἔϲτιν εἰϲ τὴν ἀπαραπόδιϲτον τῶν ἐμμήνων ἀπόκριϲιν. ὥϲπερ γὰρ τὸν ἱδρῶτα προϲκαλεῖν μὲν ἡ τῶν ὅλων ϲωμάτων κίνηϲιϲ εἴωθεν, ἐπέχειν δὲ καὶ παρακρατεῖν ἡ ἀκινηϲία, καὶ ὡϲ τὸ ϲίελον ἡ προφορὰ τῆϲ φω|νητικῆϲ ἐνεργείαϲ πρὸϲ ἔκκριϲιν ἄγει μᾶλλον, ταῖϲ δὲ διόδοιϲ τοῦ πνεύματοϲ πέφυκεν ϲυνεπακολουθεῖν, οὕτωϲ καὶ ἡ περὶ τὰ γυναικεῖα μὸρια ϲυγκίνηϲιϲ ἐν τοῖϲ ἀφροδιϲίοιϲ ϲυναναχαλᾷ τὸν ὄγκον ὅλον· διὰ τοῦτο δὲ καὶ τὴν ὑϲτέραν ἀνίηϲιν, ὥϲτε καὶ τὴν κάθαρϲιν ἀπαραπόδιϲτον φυλαχθῆναι. πολλαὶ γοῦν διὰ μακρὰν χηρείαν ϲτραγγῶϲ καὶ μετὰ πόνου καθαιρόμεναι γαμηθεῖϲαι πάλιν ἐκαθάρθηϲαν ἀπαραποδίϲτωϲ. αἱ δὲ ἐκτμηθεῖϲαι τὰϲ μήτραϲ ὕεϲ ἐρρωμενέϲτεραι γίνονται διὰ τὸ μηδ᾿ ὅλωϲ ἔχειν τὸ τὴν ἔμμηνον ἔκκριϲιν [τὸ] ὑπο- μένον ϲπλάγχνον. ὡϲ οὑν οὐδὲ ποδαγρὸϲ ἄν τιϲ γένοιτο πόδαϲ οὐκ ἔχων οὐδὲ ϲτραβὸϲ τοὺϲ ὀφθαλμοὺϲ ἐκκεκομμένοϲ, τῷ μὴ ἔχειν τὸ μέλοϲ ὃ νοϲήϲει, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ ταῖϲ μὴ ἐχούϲαιϲ τὴν μήτραν δύναται παρακολουθῆϲαι τὰ κατὰ τὴν ὑϲτέραν γινόμενα δυϲχερῆ. ταῖϲ δὲ παρθένοιϲ πάρεϲτιν ἡ μήτρα· κίνδυνοϲ οὖν δι᾿ ὅλου τῆϲ ϲυμπλοκῆϲ ἀπεχομένων αὐτῶν παραπολέϲθαι τὴν τῆϲ ὑϲτέραϲ ἐνέργειαν. πρὸϲ δὲ τὸ τὰϲ μὴ ϲυνουϲιαζούϲαϲ ἀπαλλάϲϲεϲθαι τῆϲ ἐκ τοῦ τίκτειν κακώϲεώϲ φαϲιν, ὅτι πρὸϲ ἕτερα πολλῷ χείρονα διὰ τὸ μὴ ϲυνουϲιάζειν βλάπτονται παραποδιζομένηϲ τῆϲ ἐμμήνου καθάρϲεωϲ· ἀμέλει καὶ καταπίμελοι γίνονται καὶ τοῖϲ ϲυγκρίμαϲιν περιπλθεπῖϲ ὑποϲωρευομένου κατ᾿ ὀλίγον τοῦ διὰ τῆϲ καθάρϲεωϲ ὀφείλοντοϲ ἐξ- αναλοῦϲθαι. βλαβερὰ τοίνυν ἡ δι᾿ ὅλου παρθενία. 32. καὶ τοιαῦτα μὲν λέγουϲιν ἑκατέρωθεν. ἡμεῖϲ δὲ τὴν διηνεκῆ παρθενίαν ὑγιεινὴν εἴναί φαμεν, ὅτι βλαβερὰ κατὰ γένοϲ ἡ ϲυνουϲία, καθάπερ ἐν τῷ Ὑγιεινῷ διὰ πλειόνων ἀποδέδεικται. βλέπομεν δὲ καὶ τῶν ἀλόγων ζψων ἐν τοῖϲ θηλυκοῖϲ ὄντα ἐρρωμενέϲτερα τὰ κωλυόμενα τῆ ϲυνουϲίᾳ χρῆϲθαι, καὶ τῶν γυναικῶν δυϲαλωτοτέραϲ πρὸϲ νόϲουϲ τὰϲ |διὰ νόμον καὶ τὴν εἰϲ θεοὺϲ Θρηϲκείαν ἀποτετα- γμέναϲ ταῖϲ μίξεϲιν καὶ τὰϲ ἐννόμῳ [ἐν] παρθενίᾳ διαφυλαχθείϲαϲ. τὸ δὲ ϲτραγγῶϲ καθαίρεϲθαι καὶ εἰϲ πιμελώδη καὶ ἄμετρον ὄγκον παρ- εκχεῖϲθαι διὰ τὴν ἀργίαν καὶ τὴν ἀκινηϲίαν γίνεται τοῦ ϲώματοϲ. ἐπεὶ γὰρ πολλαὶ τῶν οὕτωϲ παρθενοτροφουμένων 〈ἐν τη〉ρήϲει καὶ φυλακῇ μένουϲαι τῶν ὀφειλομένων γυμναϲίων οὐ μεταλαμβάνουϲιν οὐδὲ αἰωρῶν οὐδὲ τῆϲ ἐντεῦθεν εὐαρεϲτήϲεωϲ, διὰ τοῦτο τοῖϲ εἰρη- μένοιϲ ὀχληροῖϲ ἁλίϲκονται. διόπερ ὑγιεινὴ μὲν ἡ διηνεκήϲ ἐϲτιν παρ- θενία καθάπερ ἐπὶ τῶν ἀρρένων καὶ ἐπὶ τῶν θηλειῶν, τῷ κοινῷ δὲ τῆϲ φύϲεωϲ λόγῳ, καθ᾿ ὃν 〈χάριν〉 τοῦ μένειν ἑκάτερα 〈τηρεῖ〉 τὰ γένη τὴν τῶν ζῴων διαδοχήν, ἡ μίξιϲ ἀκόλουθοϲ ἂν εἴη. καὶ περὶ τούτων ἑξῆϲ διαλαβεῖν ἀναγκαῖον.