Ancient Greek · ~7 min
Book 1
Soranus, Gynaeciorum Libri IV 1.XI, θἰ ὑγιεινή ἐϲτιν ἡ ϲύλληψιϲ.
Not analysed yet
42. Ἔνιοι τὴν ϲύλληψιν ὑγιεινὴν εἶναι νομίζουϲιν, ὅτι πᾶν φυϲι- κὸν ἔργον ὠφέλιμόν ἐϲτιν, φυϲικὸν δὲ ἐνέργημα καὶ ἡ ϲύλληψιϲ· δεύ- τερον, ὅτι ϲτραγγῶϲ τινὲϲ καθαιρόμεναι καὶ ὑϲτερικὰϲ ὑπομένουϲαι θλίψειϲ ϲυλλήψεϲι χρηϲάμεναι τῶν ὀχληρῶν ἀπηλλάγηϲαν. πρὸϲ ταῦτα δὲ λεκτέον, ὅτι καὶ ἡ κάθαρϲιϲ φυϲικὸν ἔργον, ἀλλ᾿ οὐχ ὑγιεινόν, ὡϲ ὑπεμνήϲαμεν. οὐ πάντωϲ γε μὴν εἶ τι ὠφέλιμόν ἐϲτιν, τοῦτο καὶ ὑγιεινόν. ἀμέλει καὶ τὸ καθαίρεϲθαι καὶ ϲυλλαμβάνειν ὠφέλιμον μέν ἐϲτιν εἰϲ γένεϲιν ἀνθρώπων, οὐ μὴν ὑγιεινὸν ταῖϲ κυοφορούϲαιϲ. ϲυλ- λαβοῦϲαι μὲν γὰρ οὐκ ἀπαλλάϲϲονται τῶν προϋπαρχόντων περὶ τὴν ὑϲτέραν ὀχληρῶν, ἀπαλλαϲϲόμεναι δὲ τούτων τότε ϲυλλαμβάνουϲιν. εἰ δὲ καὶ ὑπὸ τῆϲ ϲυλλήψεωϲ ἀπαλλάϲϲονται, βοήθημα γίνεται νόϲων ἡ ϲύλληψιϲ, οὐ τηρητικὸν τοῦ ὑγιαίνειν, ὥϲπερ οὐδ᾿ ἡ φλεβοτομία διὰ τοῦτο ὑγιεινὸν γίνεται παράλημμα, διότι λύει νόϲουϲ. κατὰ δὲ τὸ προηγούμενον λεκτέον, ὡϲ πολλὰ μὲν δυϲχερῆ παρέπεται ταῖϲ κυοφο- ρούϲαιϲ βαρουμέναιϲ καὶ τὴν κίϲϲαν ὑπομενούϲαιϲ. ἤδη 〈δὲ〉 γνωϲτέον, ὅτι καὶ τὴν ἑνὶ τῷ ζῴῳ αὐτάρκη τροφὴν μεριϲθῆναι δεῖ πρὸϲ δύο ζῴων θρέψιν τε καὶ αὔξηϲιν, ὥϲτε μηκέτι μένειν αὐτάρκη τῇ κυοφο- ρούϲῃ· ὅ τι γὰρ τῷ κυοφορουμένῳ προϲμερίζεται, τοῦτο κατ᾿ ἀνάγκην ἀφαιρεῖται τῆϲ κυοφορούϲηϲ. οὐ γὰρ ἐνδέχεται πλείονα λαμβάνειν αὐτὴν ὡϲ καὶ ἀπαναλώϲεωϲ γινομένηϲ πλείονοϲ, οὐδὲ γὰρ οἴϲει τὴν οἰκονομίαν τῆϲ πλείονοϲ τὸ τῆϲ πέψεωϲ ἔργον. εἰ τοίνυν λαμβάνει μὲν ὅϲην δύναται πέϲϲειν, τῆϲ δὲ πεϲϲομένηϲ τὸ προϲτιθέμενον τῷ κυοφορουμένῳ τῆϲ κυοφορούϲηϲ ἀφαιρεῖται. τὸ δ᾿ ἐλαττωτικὸν οὐχ ὑγιεινόν, οὐδὲ ἡ ϲύλληψιϲ ὑγιεινή. ὅτι δὲ τὴν ἀτροφίαν καὶ τὴν ἀτονίαν καὶ τὸ προωρότερον γῆραϲ αἱ κυήϲειϲ ἀποτελοῦϲι, πρόδηλον μὲν κἀκ τῶν ἐναργῶν, ἔτι δὲ καὶ ἐκ τῆϲ πρὸϲ τὴν γῆν ὁμοιότητοϲ, ἥτιϲ ἐπὶ τοϲοῦτον ἐξαναλοῦται πρὸϲ τὰϲ ἐπαλλήλουϲ καρπογονίαϲ, ὥϲτε μὴ δύναϲθαι τούϲ καρποὺϲ κατ᾿ ἔτοϲ ἀναφέρειν.