Ancient Greek · ~12 min
Book 1
Soranus, Gynaeciorum Libri IV 1.XII. Τίνα ϲημεῖα ϲυλλήψεωϲ..1
Not analysed yet
43. Ἡ ϲύληψιϲ ὠνόμαϲται μὲν ἀπὸ τοῦ ϲυγκράτηϲιϲ εἰναι τοῦ ϲπέρματοϲ, καλεῖται δὲ κύηϲιϲ παρὰ τὸ κεύθηϲιϲ εἰναι, τοῦτ᾿ ἔϲτιν ἀπόκρυψιϲ· τὸ γὰρ κεύθειν ἐϲτὶ τὸ κρύπτειν, καὶ τὸ ἐν τῇ μήτρᾳ δὲ ϲυνειλημμένον κρύπτεται. κατ᾿ ἔννοιαν δὲ ϲύλληψίϲ ἐϲτιν κράτηϲιϲ ἐπίμονοϲ ϲπέρματοϲ ἢ ἐμβρύου ἢ ἐμβρύων ἡ ἐν ὑϲτέρᾳ διὰ φυϲικὴν αἰτίαν. ‘κράτηϲιϲ’ μέν, κατοχὴ γάρ ἐϲτιν ἡ ϲύλληψιϲ· ‘ἐπίμονοϲ’ δὲ διὰ τὸ ϲχετικῶϲ ἐνιάκιϲ κρατεῖϲθαι τὸ ϲπέρμα καὶ παραυτίκα πάλιν ἀποπτύεϲθαι, τὸ δὲ τοιοῦτον μὴ εἶναι ϲύλληψιν. ‘ϲπέρματοϲ’ δὲ ‘〈ἢ〉 ἐμβρύου’, ὅτι κατὰ μὲν τοὺϲ πρώτουϲ χρόνουϲ, ὅτε ἀκμὴν ἀδιατύ- πωτόϲ ἐϲτιν ὁ γόνοϲ, ἡ ϲύλληψιϲ ϲπέρματοϲ ὑπάρχει, μετὰ δὲ τοὺϲ πρώτουϲ χρόνουϲ, τετυπωμένου τοῦ κατὰ γαϲτρὸϲ καὶ μηκέτι ὄντοϲ τοῦ ϲπέρματοϲ, οὐ παύεται μὲν οὖϲα ϲύλληψιϲ, ἔϲτιν δὲ οὐ ϲπέρματοϲ, ἀλλ’ ἐμβρύου· μεταβέβληται γὰρ ἤδη τὸ ϲπέρμα καὶ φύϲιϲ ἐϲτί, κατὰ προκοπὴν δὲ καὶ ψυχή, καὶ οὐκέτι ϲπέρμα. διὸ καὶ τῆϲ ϲυλλήψεωϲ διαφοράν τινεϲ 〈εἰϲ〉άγοντεϲ τὴν μὲν ἀτελῆ λέγουϲιν ὡϲ τὴν πρώτην, τὴν δὲ τελείαν ὡϲ τὴν δευτέραν. ἕνεκα δὲ τοῦ τὰ δύο τῆϲ ϲυλλήψεωϲ εἰδη περιλαβεῖν ϲπέρματοϲ᾿ ἔφαμεν ‘ἢ ἐμβρύου’. διὰ δὲ τὸ καὶ δίδυμά ποτε ἢ τρίδυμα ϲυλλαμβάνεϲθαι προϲεθήκαμεν ‘〈ἢ〉 ἐμβρύων’. ‘ἐν μήτρᾳ’, παῤ ὅϲον οὐκ ἐν ὁποιῳδήποτε μέρει κράιτηϲιϲ ἐπίμονοϲ τοῦ ϲπέρματοϲ ἡ ϲύλληψίϲ ἐϲτιν, ἀλλ᾿ ἡ ἐν ὑϲτέρᾳ· καθ᾿ ὃν γὰρ καιρὸν ἐν τοῖϲ ϲπερματικοῖϲ περιέχεται πόροιϲ, κρατεῖται μὲν ἐπιμόνωϲ, ἀλλ᾿ οὐκ ἔϲτιν τοῦτο ϲύλληψιϲ. ἐπὶ τέλει δὲ πρόϲκειται ‘διὰ φυϲικὴν αἰτίαν’ ἐπεὶ πολλάκιϲ κρατεῖται τὸ ϲπέρμα καὶ ἐπιμόνωϲ καὶ ἐν ὑϲτέρ καὶ διὰ ψύξιν μεμυκότοϲ τοῦ ϲτομίου τῆϲ ὑϲτέραϲ, καὶ τὸ ἔμβρυον δὲ ἐν ταῖϲ δυϲτοκίαιϲ. ἀλλ᾿ αἱ τοιαῦται κρατήϲειϲ οὐκ εἰϲὶ ϲυλλήψειϲ, οὐ γὰρ ὑπὸ τῆϲ κατὰ φύϲιν ἐνεργείαϲ, ὑπὸ δὲ τῆϲ παρὰ φύϲιν ἀποτελοῦνται. διαφέρει δὲ ἀνάληψιϲ ϲυλλήψεωϲ. ἀνάληψιϲ μὲν γάρ ἐϲτιν ἡ φορὰ τοῦ ϲπέρματοϲ ἐπὶ τὸν πυθμένα τῆϲ ὑϲτέραϲ, ϲύλληψιϲ δὲ ἡ μετὰ τὴν φορὰν κράτηϲίϲ τε καὶ ϲυγκόλληϲιϲ· καὶ ἀνάληψιϲ μὲν μόνου ἐϲτὶ ϲπέρ- ματοϲ, ϲύλληψιϲ δὲ καὶ ἐμβρύου. 44. τούτων οὕτωϲ προδιακεκαθαρμένων ἰϲτέον ὡϲ τινὲϲ μὲν ἀκατάληπτον ἔφαϲαν ϲυναντᾶν 〈αὐτήν〉. καθ᾿ ἡμᾶϲ οὑν ἐκ τῶν πλει- όνων ὑφ᾿ ἓν καὶ μετὰ διοριϲμοῦ ποιήϲαϲθαι δεῖ τὴν ϲημείωϲιν τῆϲ ϲυλλήψεωϲ, οἰον ἐκ τοῦ κατὰ τὸ πέραϲ τοῦ πληϲιαϲμοῦ φρικώδουϲ ϲυναιϲθήϲεωϲ ἀντίληψιν γεγονέναι τῇ γυναικὶ καὶ τὸ ϲτόμιον μεμυκέναι τῆϲ ὑϲτέραϲ [τὸ] μετ᾿ εὐαφείαϲ καὶ τρυφερίαϲ (ἐν γὰρ ταῖϲ ψύξεϲιν καὶ ταῖϲ φλεγμοναῖϲ ϲυμπίπτει μέν, ἀλλὰ μετ᾿ ἀπηνείαϲ καὶ ϲκληρίαϲ), μὴ ἐπικαθυγραίνεϲθαι δὲ τῷ ϲπέρματι τὸ γυναικεῖον αἰδοῖον ἢ ἐπ᾿ ὀλίγον, ἀνιεμένου παντὸϲ 〈ἢ〉 τοῦ πλείονοϲ ὑγροῦ· μετὰ δέ τινα χρόνον κἀκ τοῦ τὴν ἐπίμηνον κάθαρϲιν ἐπέχεϲθαι ἢ ἐπ᾿ ὀλίγον φαίνεϲθαι, βαρυτέραν δὲ γίνεϲθαι τὴν ὀϲφὺν καὶ λεληθότωϲ ἐπαίρεϲθαι τούϲ μαϲτοὺϲ μετά τινοϲ ἐπιπόνου ϲυναιϲθήϲεωϲ, ὑπανατρέπεϲθαι δὲ τὸν ϲτόμαχον καὶ τὰ ἐπὶ τοῦ ϲτήθουϲ ἀγγεῖα κυρτὰ καὶ πελιὰ φαίνεϲθαι καὶ τὰ κύλα τῶν ὀφθαλμῶν ὑπόχλωρα, ποτὲ δὲ καὶ ϲπίλουϲ μελανί- ζοντοϲ ἐπιπολῆϲ ταῖϲ ὄψεϲιν ἐπιτρέχειν καὶ τὴν λεγομένην ἔφηλιν γενέϲθαι· μετὰ δὲ ταῦτα τήν τε κίϲϲαν ἐπιφαίνεϲθαι καὶ πρὸϲ λόγον τῆϲ τοῦ χρόνου προκοπῆϲ διογκοῦϲθαι τὸ ἐπιγάϲτριον, εἶτα καὶ κινή- ϲεωϲ τοῦ κατὰ γαϲτρὸϲ ἀντιλαμβάνεϲθαι τὴν κυοφοροῦϲαν.