Ancient Greek · ~5 min
Book 1
Soranus, Gynaeciorum Libri IV 1.XIII. Τίνα κατὰ τοὺϲ ἀρχαίουϲ ϲημεῖα τοῦ ἄρρεν εἶναι τὸ κυοφορούμενον ἢ θῆλυ.
Not analysed yet
45. Ἱπποκράτηϲ τοῦ μὲν ἄρρεν κύειν φηϲὶν εἶναι 〈ϲημεῖα〉 τὸ τ᾿ εὐχρουϲτέραν ὑπάρχειν τὴν κύουϲαν καὶ εὐκινητοτέραν καὶ 〈τὸ〉 τὸν δεξιὸν μαζὸν μείζονα ἔχειν καὶ εὐογκότερον καὶ πληρέϲτερον καὶ μάλιϲτα τὴν θηλὴν ἐπαίρεϲθαι, τοῦ δὲ θῆλυ τιὸ μετ᾿ ὠχριόϲεωϲ ὀγκω- δέϲτερον εἰναι τὸν εὐώνυμον μαζὸν καὶ μάλιϲτα τὴν θηλήν, ἀπὸ ψευδοῦϲ ὑπολήψεωϲ ἐπὶ ταύτην ἐλθὼν τὴν ἀπόφαϲιν. ᾤετο γὰρ ἐν μὲν τοῖϲ δεξιοῖϲ μέρεϲιν τῆϲ ὑϲτέραϲ ϲυλληφθέντοϲ τοῦ ϲπέρματοϲ ἄρρεν ἀποτελεῖϲθαι, ἐν δὲ τοῖϲ εὐωνύμοιϲ θῆλυ. τοῦτο δὲ ὡϲ οὐκ ἀληθέϲ, ἐν τοῖϲ φυϲικοῖϲ Περὶ ζψογονίαϲ παρίϲταμεν ὑπομνήμαϲιν. οἱ δὲ εἰ μὲν ἄρρεν εἴη τὸ κατὰ γαϲτρόϲ, ὀξυτέραϲ καὶ ϲφοδροτέραϲ παρέπεϲθαι τὰϲ κινήϲειϲ φαϲὶν αὐτοῦ πρὸϲ τὴν ἀντίληψιν τῆϲ κυούϲηϲ, εἰ δὲ θῆλυ, καὶ βραδυτέραϲ καὶ νωθροτέραϲ μετὰ τοῦ καὶ τὴν κύουϲαν δυϲκινητοτέραν εἰναι καὶ ἀϲωδεϲτέραν τῇ δυνάμει. τὴν μὲν γὰρ εὔχροιαν ἐπὶ τῶν ἀρρενοτόκων γίνεϲθαι διὰ τὴν ἀπὸ τῆϲ κινήϲεωϲ τοῦ τατὰ γαϲτρὸϲ γυμναϲίαν, τὴν δὲ δύϲχροιαν ἐπὶ τῶν θηλυτόκων διὰ τὴν περὶ τὸ κυούμενον ἀργίαν. ταῦτα δὲ τοῦ πιθανοῦ μᾶλλον ἢ τοῦ ἄλη- θοῦϲ ἔχεται, παῤ ὅϲον ἐπὶ τῆϲ ἐναργείαϲ ὁρῶμεν τοτὲ ταῦτα, 〈το〉τὲ καὶ τὰ ἐναντία [τε] παρηκολουθηκότα.