Ancient Greek · ~21 min
Book 1
Soranus, Gynaeciorum Libri IV 1.XIV, Τίϲ ἡ τῶν ϲυνειληφυιῶν ἐπιμέλεια..1
Not analysed yet
46. Ἡ τῶν ϲυνειληφυιῶν ἐπιμέλεια τρίχρονόϲ ἐϲτιν. ἡ μὲν τὰρ ἐϲτι τῶν πρώτων χρόνων εἰϲ τήρηϲιν τοῦ καταβληθέντοϲ ϲπέρματοϲ. ἡ δὲ τῶν δευτέρων πρὸϲ παρηγορίαν τῶν ἐπιγινομένων ϲυμπτωμάτων. καθάπερ ἡ τῆϲ ἐπιγινομένηϲ κίϲϲηϲ, ἡ δὲ τῶν τελευταίων καὶ πληϲίον ἤδη τῆϲ ἀποκυήϲεωϲ εἰϲ τὴν τοῦ ἐμβρύου τελείωϲιν καὶ εἰϲ εὐχερίῆ τῆϲ ἀποτέξεωϲ ὑπομονήν. ἐξ ὧν περὶ τῆϲ πρώτηϲ κατὰ τὸ παρὸν ποιηϲόμεθα τὴν ἐπίϲκεψιν. δεῖ τοίνυν τῆϲ ϲυλλήψεωϲ γενομένηϲ φυλάττεϲθαι πᾶϲαν ὑπερ- βολὴν καὶ κίνηϲιν ϲωματικήν τε καὶ ψυχικήν. ἐξίεται γὰρ τὸ ϲπέρμα καὶ διὰ φόβον καὶ διὰ λύπην καὶ χαρὰν αἰφνίδιον καὶ καθόλου δία- νοίαϲ ἰϲχυρὰν ταραχὴν καὶ γυμναϲίαν ϲφοδρὰν καὶ βιαίουϲ κατοχὰϲ πνεύματοϲ, βῆχαϲ, πταρμούϲ, πληγάϲ, πτώματα, καὶ μάλλον τὰ ἐπὶ τῶν ἰϲχίων, βάρουϲ ἄρϲειϲ, πηδήματα, ϲκληρὰϲ καθέδραϲ, φαρμακείαϲ. δριμέων καὶ πταρμικῶν προϲφοράν, ἔνδειαν, ἀπεψίαν, μέθην, ἔμετον κοιλιολυϲίαν, ῥύϲιν αἵματοϲ διὰ ῥινῶν καὶ αἱμορροἴδοϲ ἢ ἄλλου τόπου καὶ χαλαϲμὸν διά τινοϲ τῶν θερμαίνειν δυναμένων καὶ διὰ πυρετὸν δὲ ϲφοδρὸν καὶ ῥῖγοϲ καὶ ϲπαϲμὸν καὶ τὸ κοινότερον πᾶν τὸ βιαίαν κίνηϲιν ἐπάγον, δι᾿ ὧν ἔκτρωϲιϲ ἀποτελεῖται. τούτων οὑν τὰ ἐπὶ τῆϲ ἡμετέραϲ ἐξουϲίαϲ ὑπάρχοντα πεφυλάχθαι προϲῆκεν, καὶ δι᾿ ἠρεμίαϲ κλινήρη τὴν ϲυνειληφυῖαν τηρεῖν πρὸϲ μίαν ἢ δευτέραν ἡμέραν, ἀπεριέργωϲ χρωμένην ἀλείμματι χάριν τοῦ καὶ ὄρεξιν ἀνακύψαι καὶ. τὴν δοθεῖϲαν τροφὴν ἐξοικειωθῆναι, παραιτεῖϲθαι δὲ καὶ τὴν τοῦ ἐπι- γαϲτρίου τρίψιν, ἵνα μὴ διὰ τῆϲ τοπικῆϲ ϲυγκινήϲεωϲ ἀποϲπαϲθῇ τὸ κολλώμενον ϲπέρμα, ϲυναλείφειν δὲ αὐτὴν ἐλαίῳ νεοτριβεῖ καὶ ὀμφακί- ζοντι καὶ τροφὴν ϲιτώδη διδόναι καὶ ὀλιγωτέραν. τὸ λουτρὸν δὲ παραπέμπειν, εἰ δυνατόν, ἕωϲ ἑπτὰ ἡμερῶν· ὑποπῖπτον γὰρ τῆ τοῦ ὅλου ϲώματοϲ ἀραιώϲει καὶ τὴν τρυφερίαν τοῦ ϲπέρματοϲ ϲυνεκλύϲει, χωρὶϲ εἰ μὴ νομίζοι τιϲ, ὅτι τὰ μὲν μήπω βεβαίωϲ κεκολλημένα τραύ- ματα προϲδιίϲτηϲιν τὸ βαλανεῖον καὶ τὰ πυκνότατα τῶν ἀθλητῶν ἀνίηϲιν ϲώματα, τὸ ϲπέρμα δὲ οὐκ ἂν ἐκτήξειεν τρυφερὰν ἔτι καὶ νεοπαγῆ τὴν ϲύϲταϲιν ἔχον. ἔνθεν οὐκ ἀλλότριον καὶ τὸν οἰνον ἀπὸ- δοκιμάϲαι μέχρι καὶ τῶν ἴϲων ἡμερῶν εἰϲ τὸ μὴ βιαίαϲ καὶ πληκτικὰϲ γίνεϲθαι τὰϲ ἀναδόϲειϲ. ὡϲ γὰρ τὰ κατεαγέντα τῶν ὀϲτῶν μὴ κινοῦ- μένα πήγνυται τοῖϲ μορίοιϲ, οὕτωϲ καὶ τὸ ϲπέρμα πρὸϲ τὴν ὑϲτέραν ἔμφυϲιν ἀϲφαλῆ καὶ ἰϲχυρὰν ἀπολαμβάνει μὴ ϲυντιναϲϲόμενον ὑπὸ τῶν κινεῖν δυναμένων. οὐ μὴν ἕωϲ πλείονοϲ τούτοιϲ πάλιν ἐνδιατρι- πτέον, ἵνα μὴ τοῦ ϲώματοϲ ἐξαϲθενοῦντοϲ διὰ τὴν ὑφαίρεϲιν τοῦ οἴνου καὶ τῆϲ τροφῆϲ καὶ ἡ μήτρα ϲυνατονήϲῃ, κατ᾿ ὀλίγον δὲ μετα- θετέον. ἐπ᾿ αὐτῇ δὲ τῇ δευτέρᾳ ἡμέρᾳ τῇ διὰ δίφρου ἢ μακρὰϲ καθέδραϲ χρηϲτέον αἰώρᾳ (τὴν γὰρ διὰ τῶν ὑποζυγίων ὡϲ καταϲείου- ϲαν ἰϲχυρῶϲ ἀποδοκιμαϲτέον), εἶτα περιπάτῳ ϲχολαίῳ τε καὶ κούφῳ καὶ ὀλίγῳ πρὸϲ λόγον ἑκάϲτηϲ ἡμέραϲ αὐξανομένῳ· καὶ τροφαῖϲ ταῖϲ ἐκ τῆϲ μέϲηϲ ὕληϲ, οἶον ἰχθύων τοῖϲ μὴ λιπαροῖϲ καὶ κρεῶν τοῖϲ μὴ καταπιμέλοιϲ καὶ λαχάνοιϲ τοῖϲ μὴ δριμέϲιν. φεύγειν δὲ πάν τὸ δριμύ, καθάπερ ϲκόρδα, κρόμμυα. πράϲα, τάριχα, καὶ τὰ δίυγρα τῶν βρωμά- των· ταῦτα μὲν γὰρ φθείρεται ῥᾳδίωϲ, τὰ δριμέα δὲ πνευματοῖ καὶ ἄλλωϲ ἐϲτὶν τμητικὰ καὶ λεπτυντικά, παῤ ὃ καὶ ἐπὶ τῶν χρονίωϲ νοϲούντων είϲ τὴν οῖον ἐκτύλωϲιν δοκιμάζομεν. παντελῶϲ δέ ἐϲτιν ἀνεπιλόγιϲτον μὴ ϲυνιδεῖν, ὅτι τὰ ξαίνοντα καὶ ἰϲχναίνοντα καὶ ῥινῶντα τὴν ὅλην ϲύγκριϲιν καὶ τὰ πεπυκνωμένα διεκτυλοῦντα, ταῦτα πάντα διὰ τῆϲ ἀναδόϲεωϲ προϲμεριϲθέντα τοῖϲ τῆϲ ὑϲτέραϲ τόποιϲ πολὺ μᾶλλον 〈ἂν〉 διατήξειεν τὸ ϲπέρμα μυξῶδεϲ ὂν ὅϲον καὶ οὕπω διαν- κεκρατυμμένον τῆ πήξει. φυλάττεϲθαι δὲ καὶ ϲυνουϲίαν· καὶ γὰρ αὕτηγ κίνηϲιν ἐμποιεῖ κοινότερον μὲν τοῖϲ ὅλοιϲ ϲώμαϲιν, μάλιϲτα δὲ τοῖϲ περὶ τὴν ὑϲτέραν τόποιϲ ἠρεμίαϲ δεομένοιϲ. ὡϲ γὰρ ὁ ϲτόμαχοϲ ἠρεμῶν μὲν ἐγκατέχει τὴν τροφήν, τιναϲϲόμενοϲ δὲ πολλάκιϲ ἀπορ- ρίπτει τὸ ληφθὲν δι᾿ ἐμέτων, οὕτωϲ καὶ ἡ μήτρα μὴ |τιωαϲϲομένη μὲν κρατεῖ τὸ ϲπέρμα. ϲαλευομένη δὲ ἀφίηϲιν. βαλανείῳ δὲ χρῆϲθα θερμοτέρῳ καὶ τῶν ἀέρων ἕνεκα καὶ τῶν ὑδάτων, χωρὶϲ ἐγχρονιϲμοῦ καὶ πολλῆϲ ἐξιδρώϲεωϲ, εἰϲ τὸ μὴ θρυπτόμενον ἐξατονίζεϲθαι τὸ ϲῶμα· χρῆϲθαι δὲ καὶ ψυχρῷ ϲυμμέτρωϲ, ὡϲ μὴ φρικώδη γενέϲθαι ϲυναίϲθη- ϲιν. μετὰ δὲ τὴν ἀποθεραπείαν δεῖ νηϲτεύειν, ἕωϲ ἃν ἠρεμήϲῃ τὸ- ϲῶμα καὶ ἡ ταραχὴ τοῦ πνεύματοϲ καὶ ὁ ϲάλοϲ τῶν ὑγρῶν ἀπογαλη- νωθῇ. προπίνειν δὲ μέχρι πλείονοϲ ὕδωρ ὕϲτερον, ἀλλ᾿ εἰ ϲύνηθεϲ καὶ οἰνάριον ὀλίγον. 47. μηδεὶϲ δὲ ὑπολαμβανέτω. διότι, κἂν παραβαινούϲηϲ τινὸϲ ἔνια τῶν εἰρημένων ἢ πάντα μὴ γίνηται τοῦ ϲυλληφθέντοϲ ἔκτρωϲιϲ, οὐχ πάντωϲ ἠδίκηται τὸ ϲυλληφθέν. βέβλαπται γὰρ ὥϲτε καὶ ἀτονώτερον γίνεϲθαι καὶ ἀναυξητότερον καὶ δυϲτροφώτερον καὶ τὸ κοινὸν εδαδί. κητον εὐάλωτόν τε τοῖϲ βλάπτουϲιν καὶ κακόμορφον καὶ κατὰ ψυχὴν ἀγενέϲ. χωρὶϲ εἰ μὴ τῶν μὲν οἰκοδομουμένων ὅϲτιϲ ἂν πεπηγόϲι ἐποικοδομῆται τοῖϲ θεμελίοιϲ οἶκοϲ, δυϲπερίτρεπτοϲ μένει πλείοϲιν χρόνοιϲ, ὄϲα δὲ ϲαθροῖϲ καὶ ἀπήκτοιϲ, ῥχδίωϲ καὶ πρὸϲ ὀλίγην ἀφορ- μὴν ἀπορρίπτεται, τῶν δὲ ζῴων ἡ γέννηϲιϲ οὐκ ἂν εἴη διάφοροϲ- παρὰ τὸ τοῖϲ πρώτοιϲ ὡϲανεὶ ϲτοιχείοιϲ καὶ θεμελίοιϲ διαφόροιϲ ἐξ- ερειϲθῆναι. τοῦ ϲπέρματοϲ δὲ ἀποπτυϲθέντοϲ καταληφθήϲεται μὲν τὲ γεγονὸϲ ἐκ τοῦ κάθυγρον τὸν γυναικεῖον κόλπον ὑπάρχειν, διορθώ- ϲεωϲ δὲ τεύξεται πρὸϲ τὸ μὴ καὶ δεύτερον τὴν αὐτὴν τῆϲ ϲυλλήψεωϲ- ἀποτυχίαν γενέϲθαι. καὶ διὰ τοῦτο περιαιρεῖν μέν, εἶ τιϲ ϲωματικὴ κίνηϲιϲ, πϲοραμυθεῖϲθαι δὲ τὴν ψυχήν. εἰ βιωτικαὶ φροντίδεϲ ϲυνετᾶ- ροξαν αὐτήν, τονοῦν δὲ τὰ μέρη μετὰ τῶν ὅλων, εἰ περὶ τὴν ὑϲτέραν ἡ ἀτονία. καὶ τοιαύτη μὲν ἡ περὶ τὸν πρῶτον χρόνον τῆϲ ϲυνει- ληφυίαϲ ἐπιμέλεια· ἐπεὶ δὲ προκοπτούϲηϲ τῆϲ κυοφορίαϲ ἡ καλουμένη γίνεται κίϲϲα, καὶ περὶ ταύτηϲ λέγομεν ἀκολούθωϲ.