Ancient Greek · ~31 min
Book 1
Soranus, Gynaeciorum Libri IV 1.XV. Περὶ κίϲϲηϲ..1
Not analysed yet
48. [Τὀ περὶ τὸν δεύτερον μῆνα ϲυμβαῖνον ταῖϲ κυούϲαιϲ πάθοϲ κίϲϲα ὠνόμαϲται.] λέγουϲιν δὲ ταύτην οἱ μὲν ἐκ μεταφοράϲ ὄρνιθόϲ τινοϲ κίϲϲηϲ οὔτωϲ λεγομένηϲ, ὡϲ γὰρ τὴν πτηνὴν κίϲϲαν ποικίλην εἰναι πτιλώϲεωϲ ἕνεκα καὶ φωνῆϲ, οὕτωϲ καὶ τὸ προκείμενον ϲύμ- πτωμα ποικίλων ὀρέξεων ἀποτελεϲματικὸν ὑπάρχειν, τινὲϲ δὲ ἀπὸ τοῦ κιϲϲοῦ, καὶ γὰρ οὖτοϲ ποικίλοϲ ἐν περιπλοκαῖϲ. ἐπιγίνεται δὲ ταῖϲ πλείϲταιϲ τῶν κυοφορουϲῶν περὶ 〈τὴν〉 τεϲϲαρακοϲτὴν κατὰ τὸ πλεῖϲτον ἡμέραν, ἔτι δὲ μέχρι τεϲϲάρων μηνῶν ὡϲ ἐπὶ τὸ πλεῖϲτον ἕπεται. ἐνίαιϲ δὲ καὶ τάχιον καὶ βράδιον ἔρχεται, καὶ παραμένει πάλιν τιϲὶ μὲν ὀλιγωτέρωϲ, τιϲὶ δὲ μέχρι πλείονοϲ, ϲπανίωϲ δέ τιϲι μέχρι τῆϲ ἀποτέξεωϲ, τιϲὶ δ᾿ οὐδ᾿ ὅλωϲ ἐπηκολούθηϲεν. παρέπεται δὲ ταῖϲ ἐν τῷ 〈ϲυμ〉πτώματι τυγχανούϲαιϲ ἀνατροπὴ ϲτομάχου, ἤτοι πλάδοϲ, ναυτία τε καὶ ἀνορεξία, ποτὲ μὲν πρὸϲ πάντα, ποτὲ δὲ πρὸϲ τινά, καὶ τῶν ἀϲυνήθων ὄρεξιϲ οἶον γῆϲ, ἀνθράκων, ἑλίκων ἀμπέλου καὶ ὀπώραϲ ἀώρου τε καὶ ὀξώδουϲ, ϲιέλου ῥοῦϲ καὶ δυϲαρεϲτήϲειϲ, ὀξυρεγμία, βρα- δυπεψία καὶ ταχεῖα διαφθορὰ ϲιτίων· ἐνίοιϲ δὲ καὶ ἔμετοϲ ἐκ διαϲτη μάτων κατὰ πᾶϲαν προϲφοράν, ἢ καὶ βάροϲ καὶ ϲκοτώματα καὶ ἀλ- γήματα κεφαλῆϲ ἀπορία τε καὶ ὠμῶν χυμῶν πλῆθοϲ καὶ ὠχρότηϲ καὶ ἀτροφία καὶ κοιλίαϲ ϲκληρία, τιϲὶ δὲ καὶ διάταϲιϲ ϲτομάχου, θώρα- κοϲ ἄλγημα, ταῖϲ αὐταῖϲ ἐνίοτε καὶ πυρέτια λεπτὰ καὶ μαϲτῶν ἐπι- διογκώϲειϲ (τὸ δὲ ἔπαρμα τῶν ἀγγείων τιϲὶ μὲν πραϲίζον [τι], τιϲὶ δὲ πελιδνόν), ἐνίαιϲ δὲ καὶ ἀνάχυϲιϲ ἰκτεριώδηϲ. 49. τῆϲ πρώτηϲ οὖν ϲυναιϲθήϲεωϲ γενομένηϲ πρὸϲ μίαν ἡμέραν ϲυϲτολὴν παραλαμβάνειν, ἕνεκα τοῦ μὴ κινούμενον τὸν ϲτόμαχον πρὸϲ τὸ κατὰ φύϲιν διὰ τῆϲ ἠρεμίαϲ ἀτάραχον φυλαχθῆναι, μηδὲν εὐλαβού- μενον, ὡϲ οἱ πολλοὶ λέγουϲιν, ὅτι δυϲὶν ζῴοιϲ ὀϲηνὸήποτε δεῖ παρα- θεῖναι τροφήν. ἡ γὰρ οὐκ ἐπιτηδείωϲ τῷ ϲώματι διδομένη τροφὴ φθείρεται καὶ οὐ μόνον οὐ τρέφει, ἀλλὰ προϲκακοῖ καθάπερ τὰ τέλειεχ τῶν ϲωμάτων οὕτωϲ καὶ τὰ νεοπαγῆ ϲπέρματα. διόπερ ἀνατάϲει χρη- ϲτέον. καὶ γὰρ οἱ πλέοντεϲ ϲυϲτολῇ χρηϲάμενοι πρὸ μιᾶϲ ἡυέραϲ τὴν ναυτίαν οὐχ ὑπομένουϲιν ἢ οὐκ ἐπὶ τοϲοῦτον. τῇ δὲ ἑξῆϲ ἡμέρα ϲὺν ἀλείμματι μὲν ἀποθεραπευτέον, τροφὴν δὲ δοτέον ὀλίγην εὐκατέρ- γαϲτον, οἱον ψὸν ἁπαλὸν ἢ πόλτον καί τι τῶν μὴ καταπιμέλων πτηνῶν καὶ ποτὸν ὕδωρ, οὐ πολύ, ψυχρὸν δὲ εἰ ϲύνηθεϲ, χάριν τοῦ παραϲτέλλεϲθαι τὸν πλάδον τοῦ ϲτομάχου. ταῖϲ δὲ ἐξῆϲ μέραιϲ πρὸ τοῦ ἀλείμματοϲ προκαταψᾶν αὐτῶν τὸ ϲῶμα δι᾿ ὀθονίων τρυφερῶν ἄχρι ϲυμμέτρου φοινιγμοῦ. μετὰ δὲ τὰ πρώταϲ ἡμεραϲ λουτρῷ χρῆ- ϲθαι ζεϲτοτέρῳ καὶ οἰναρίῳ ϲυμμέτρῳ καὶ κινήϲεϲι ταῖϲ δι’ αἰὠραϲ φορείῳ τὸ πρῶτον καὶ καθέδρᾳ κἄπειτα ζευκτῷ, καὶ περιπάτοιϲ ἀναφωνήϲεϲίν τε καὶ ἀναγνώϲεϲιν μετὰ πλάϲματοϲ καὶ γυμνοϲίοιϲ τοῖϲ δι’ ὀρχήϲεωϲ κωρύκου τε καὶ ϲφαίραϲ καὶ τρίψεωϲ· τονωτικῶν δὲ τοῦ ϲτομάχου τι μέροϲ ἐπὶ τοῦ ἄρτου ξηροφαγεῖν. οὕτωϲ γὰρ εὐμαρῶϲ ἀποκουφίζεται τὰ ϲώματα τῶν τῆϲ κίϲϲηϲ ὀχληρῶν, ὑφαιρου- μένου τοῦ καθ᾿ ἡμέραν λουτροῦ καὶ παρὰ μίαν δὲ καὶ παρὰ δύο παραλαμβανομένου. 50. πολλῆϲ δὲ οὕϲηϲ ἀνατροπῆϲ καὶ πλαδήϲεωϲ τοῦ ϲτομάχου πυκνωτικαῖϲ χρηϲτέον ἐμβροχαῖϲ κατὰ τὸν ϲτόμαχον καὶ τὴν κοιλία δι᾿ ἐλαίου ὠμοτριβοῦϲ καὶ ὀμφακίζοντοϲ ἐρίων προϲπεριειληθέντων καὶ ῥόδινον δὲ καὶ μήλινον καὶ μύρϲινον καὶ μαϲτίχινον καὶ νάρδινον ἐπιϲυϲτροφεῖ τὸν ϲτόμαχον ὑπτιωμένον, ἢ διά τινοϲ τούτων κηρωτά- ριον ἐπαλείφειν. εἰ δὲ εὐτονωτέραϲ χρεία ϲτύψεωϲ γένοιτο διὰ τοὺϲ ἐμέτουϲ, ἐπιθέμαϲι χρηϲτεον, ἐξ ὡν εἰϲι φοίνικεϲ ξηροὶ προβρεχθέντεϲ ἢ ἑψηθέντεϲ ἐν οἴνῳ αὐϲτηρῷ ἣ ὀξυκράτῳ, καὶ μῆλα καὶ κυδώνιο παραπληϲίωϲ ἑφθά, κατ᾿ ἰδίαν ἢ μετὰ τῆϲ πρὸϲ τοὺϲ φοίνικαϲ ϲυμ- πλοκῆϲ ἢ μετά τινοϲ τῶν εἰρημένων κηρωταρίων, εἰ δ’ ἐπιτείνειν θελήϲαιμεν τὴν δύναμιν. καὶ ϲτυπτηρίαϲ ὑγρᾶϲ ἢ ξηράϲ ἀλόηϲ τε καὶ μαϲτίχηϲ καὶ ῥόδων τε καὶ κρόκου καὶ οἰνάνθηϲ καὶ ϲιδίων, ἀμφακίοιου καὶ κηκίδων ὑποκιϲτίδοϲ τε ἢ ἀκακίαϲ ἢ πάληϲ ἀλφίτων. παραμένοντοϲ δὲ τοῦ ἐμέτου καὶ τῆϲ τῶν ϲιτίων ἀποβολῆϲ ἁρμόϲει τὰ μὲν ἄκρα διαδεϲμεύειν (τῇ γὰρ τούτων πυκνώϲει ϲυνδιατίθεται καὶ ὁ ϲτόμαχοϲ) 〈ἢ〉 καὶ εἰϲ ζεϲτὸν ὕδωρ αὐτὰ καταβάπτειν (καὶ γὰρ τοῦτο τῇ ἐπιτάϲει πυκνωτικόν), κατὰ δὲ τοῦ ϲτόματοϲ τῆϲ κοιλίαϲ πλατύϲτομον ϲικύαν μεθ᾿ ὑποβολῆϲ πλείονοϲ φλογὸϲ κολλᾶν, εἰ δὲ μή, καὶ δευτέραν κατὰ μεταφρένου, καὶ γὰρ παραπληϲίωϲ ἐπέχουϲιν αὐται τὸν περὶ τῷ ϲτο- μάχῳ ῥευματιϲμόν. πόνου δὲ ϲυμπεπλεγμένου τῷ ῥεύματι ϲτυπτικὸν μὲν τῇ δυνάμει καταπλαϲμάτιον ἐπιρριπτέϲθω, θερμὸν δὲ τῇ καθίξει. καθάπερ ἡ ὠμήλυϲιϲ διὰ ὀξυκράτου καὶ μάλιϲτα ταύτηϲ ἡ διὰ κριθί- νων ἀλεύρων ἢ πυρίνων ἀϲήϲτων. 51. μάλιϲτα δὲ προνοητέον τοῦ διατάϲϲειν τροφὰϲ εὐϲτομάχουϲ, εὐδιοικήτουϲ τε καὶ δυϲφθάρτουϲ, οἶον ψὸν ἁπαλὸν καὶ χόνδρον δι᾿ ὕδατοϲ ψυχροῦ ἢ ὀξυκράτου ἢ μετὰ πυρήνων ῥόαϲ, ἢ ἀλφίτων πόλτον ψαφαρώτατον, καὶ μάλιϲτα τὸν διὰ τῆϲ ὀρύζηϲ· καὶ τῶν πτηνῶν τὰ μὴ καταπίμελα, ψαφαρωτέραν δὲ ἔχοντα τὴν ϲάρκα (καθάπερ ἀτταγἣνα, φάϲϲαν, πέρδικα, νήϲϲαϲ ἀγρίαϲ, κίχλαϲ, κοϲϲύφουϲ, περιϲτεράϲ, ὅρωειϲ κατοικητηρίουϲ), καὶ τούτων μάλιϲτα τὰ ϲτήθη· καὶ τῶν ἀγριμαίων κρέαϲ λάγειον ἢ δορκάδειον, τῶν δὲ ἄλλων τὰ ἐρίφεια καὶ τῶν τρυφε- ρῶν χοιρείων ῥύγχη, πόδαϲ, ὤτα, κοιλίαϲ, μήτραϲ· τῶν δὲ ἀπὸ θαλάτ- τηϲ ὁμοίωϲ τὰ ϲτερεόϲαρκα (τούτων δέ εἰϲι τρίγλαι, κάραβοι, καρίδεϲ, κήρυκεϲ, ϲφόνδυλοι, πελωρίδεϲ, πορφύραι)· λαχάνων δὲ ϲέριν ὠμήν τε καὶ ἑφθήν, ϲίϲαρον, ἀνδράχνην, ἀρνόγλωϲϲον, ἀϲπάραγον ἄγριον· τῶν δὲ ἀπὸ ταμείου ἐλαίαϲ κολυμβάδαϲ, μῆλα, κυδώνια, καὶ τούτων μάλιϲτα τὸ ὀπτόν. τὸ μὲν γὰρ ὠμὸν δυϲκατέργαϲτον, τὸ δὲ ἐψημένον ὕδατι τὴν πολλὴν ϲτύψιν ἀποβάλλει, τὸ δὲ περιθλαϲθὲν καὶ ἀποπτηθὲν μετὰ τοῦ τηρεῖν τὴν ποιότητα προϲλαμβάνει τὸ εὐκατέργαϲτον. εἰ δὲ ἑφθὸν αὐτό τιϲ βούλοιτο λαβεῖν, ἐπιδιακείμενον αὐτὸ καλάμοιϲ ἑψητέον ἢ κρεμαϲτέον διά τινοϲ, ὥϲτε μὴ τοῦ ὕδατοϲ ἅπτεϲθαι, διὰ δὲ τῆϲ ἀτμῶν φορᾶϲ λαβεῖν τὴν ἕψηϲιν. δοτέον δὲ καὶ ἄπιον ἢ μέϲπιλον ἢ ϲοῦρβον ἢ ϲταφυλὴν τὴν ἀπὸ κύθραϲ ἢ κρεμαϲτήν (πνευματοῖ γὰρ ἡ πρόϲφατοϲ) καὶ ἀμύγδαλα. προνοητέον δέ, ὅπωϲ μηδὲν ἦ τῶν προϲφερομένων κεκαρυκευμένον· τὸ γὰρ ποικίλον καὶ περίεργον τῆϲ ἀρτύϲεωϲ βραδυ. πεψίαϲ καὶ διαφθορὰϲ ϲιτίων ποιεῖ. 52. πρὸ δὲ τοῦ λαβεῖν τὴν τροφὴν εἶ τι ϲυρρυὲν ὑγρὸν ἐπὶ τὸν ϲτόμαχον ἐπιπολάϲειεν, οὐ κωλυτέον αὐτὸ δίχα ϲυγκινήϲεωϲ διὰ τῶ ἐμέτων ἐκβαλεῖν· μὴ προεξαντληθὲν γὰρ αἴτιον αὐτὸ γίνεται τοῦ τὴν ἐπιφερομένην φθείρεϲθαι τροφήν. ἔνιοι δὲ τῶν ἑτεροδόξων κα προηγουμένωϲ παρήνεϲαν χλιερὸν ὕδωρ προπίνειν, εἶτα καθιέναι τοῦϲ δακτύλουϲ καὶ ἔμετον ἐπιτηδεύειν. οἱ δ᾿ αὐτοί φαϲιν δριμέοϲ μὲν καὶ πυρώδουϲ πλεονάϲαντοϲ ὑγροῦ καὶ διὰ τοῦτο τὸν ϲτόμαχον τοϲ καὶ πυροῦντοϲ ἀνδράχνηϲ ἀπόβρεγμα ἢ ἀπόζεμα διδόναι πίνειν ὴ καὶ αὐτὴν ἐϲθίειν πέπονά τε καὶ ϲικύων ϲπέρμα μεθ᾿ ὕδατοϲ καὶ γλυκὺν Κρητικὸν ἢ ἀβρότονον ἢ ἀψίνθιον ἢ Ϲυριακῆϲ νάρδου ἀπόβρεγμα ἢ Κρητικῆϲ τραγοριγάνου· παχέοϲ δὲ καὶ γλίϲχρου, ῥαφανῖδαϲ μετ᾿ δξυμέλιτοϲ καὶ ταρίχου καὶ τὸ διὰ νάπυοϲ καὶ ὕϲϲωπον δι᾿ ὐδρομέλι- τοϲ ἀποζεϲθέν. ἅπερ παντελῶϲ ἀμέθοδα· δεῖ γὰρ οὐκ εἰϲ τὰϲ τῶ χυμῶν ἀποβλέπειν διαφοράϲ, εἰϲ δὲ τὴν ποιὰν τοῦ ϲώματοϲ· εἰτα δύϲπεπτοι μὲν αἱ ῥεφανῖδεϲ, πνευματικὸϲ δ᾿ ὁ γλυκύϲ, τὸ 〈δ᾿〉 ἀψίν- θιον πρὸϲ ἔκτρωϲίν ἐϲτιν ἐπιτήδειον, ὥϲτε φυλακτέον τὰϲ τούτων δόϲειϲ. 53. ταῖϲ δὲ πρὸϲ τὰ βλαβερὰ τῶν κυουϲῶν ἐπιθυμίαιϲ τὸ μὲ πρῶτον ἐνϲτατέον διὰ λόγων, ὡϲ τῆϲ ἀπ᾿ αὐτῶν βλάβηϲ [καὶ] τῶν τὰϲ ἐπιθυμίαϲ πληρούντων παραλόγωϲ ἡ καὶ τὸν ϲτόμαχον κακούϲηϲ οὕτωϲ δὲ καὶ τὸ κατὰ γαϲτρόϲ, διὰ τὸ μήτε καθαρὰν μήθ᾿ ἁρμοδίαν ἐπιϲπᾶϲθαι τροφήν, ἀλλὰ τοιαύτην ὁποίαν ἐπιπέμψαι δύναται τὸ ϲὧμα κακῶϲ διακείμενον· καὶ γὰρ τὸ ἀπὸ τῆϲ γῆϲ ἀπορρέον ὕδωρ καθαρᾶϲ μὲν οὔϲηϲ διαυγέϲ ἐϲτιν, βορβορώδουϲ δὲ θολερόν. εἰ δ᾿ ἀνιαρῶε ἔχοιεν, κατὰ μὲν τὰϲ πρώταϲ ἡμέραϲ οὐδὲν προϲενεκτέον, ὕϲτερον δὲ καὶ μετά τιναϲ ἡμέραϲ, μὴ τυγχάνουϲαι 〈γὰρ〉 ὧν θέλουϲιν τῇ δυϲθυμία τῆϲ ψυχῆϲ ἀπιϲχνοῦϲιν καὶ τὸ ϲῶμα. πρὸϲ δὲ τὸ κουφότερον ἀδικηθῆναι πρῶτον μὲν ὑποδεικτέον, ὅπωϲ μὴ πρὸ τῆϲ ἀποθεραπείαϲ τοῦ ϲώμα- τοϲ λάβωϲιν καὶ τὸ ἐπιθυμητόν, ὅπου καὶ τὸ κατὰ γένοϲ ὠφέλιμόν ποτε λαμβανόμενον ἀδικεῖ, καὶ μὴ κατ’ ἰδίαν, μετὰ δὲ τῆϲ ϲυμφερού- ϲηϲ τροφῆϲ, 〈ἵνα〉 τῇ παρὰ ταύτηϲ εὐχυλίᾳ κατακρατηθῇ ἤγουν κατα κεραϲθῇ· κατ᾿ ὀλίγον 〈δέ〉, τὸ γὰρ περιϲϲότερον μᾶλλον ἀδικεῖ, καὶ. μεταξὺ τῆϲ ἄλληϲ τροφῆϲ, ἀλλὰ μήτε πρότερον, γυμνοῦ γὰρ ἅψεται τοῦ ϲτομάχου. μήθ᾿ ὕϲτερον. ἐπιπολάϲαν γὰρ καὶ τὴν ἄλλην προϲδια- φθείρει τροφήν. |καὶ τοιαύτη μὲν ἡ τῆϲ κίϲϲηϲ ἐπιμέλεια, τὴν δὲ τῶν ἑξῆϲ χρόνων ἀκολούθωϲ προϲυπαρκτέον.