Ancient Greek · ~29 min
Book 1
Soranus, Gynaeciorum Libri IV 1.XIX. Εἰ φθορίοιϲ καὶ ἀτοκίοιϲ χρηϲτέον καἰ πῶϲ..1
Not analysed yet
60. Ἀτόκιον δὲ φθορίου διαφέρει, τὸ μὲν γὰρ οὐκ ἐᾷ γενέϲθαι ϲύλληψιν, τὸ δὲ φθείρει τὸ ϲυλληφθέν· εἶπωμεν οὖν ἄλλο ‘φθόριον’ καὶ ἄλλο ‘ἀτόκιον’. τὸ δὲ ‘ἐκβόλιον’ οἱ μὲν ϲυνωνυμεῖν τῷ φθορίῳ λέγουϲιν, οἱ δὲ διαφέρειν τῷ μὴ ἐν φαρμάκοιϲ νοεῖϲθαι, καταϲειϲμοῖϲ δὲ καὶ πηδήμαϲιν, εἰ τύχοι διὸ καὶ τὸν Ἱπποκράτην παραιτηϲάμε. νον τὰ φθόρια παραλαβεῖν ἐν τῷ Περὶ παιδίου φύϲεωϲ ἐκβολῆϲ χάριν τὸ πρὸϲ πυγὰϲ πηδᾶν. γεγένηται δὲ ϲτάϲιϲ. οἱ μὲν γὰρ ἐκβάλ λουϲιν τὰ φθόρια τὴν Ἱπποκράτουϲ προϲκαλούμενοι μαρτυρίαν λέ- γοντοϲ· “οὐ δώϲω δὲ οὐδενὶ φθόριον”, καὶ ὅτι τῆϲ ἰατρικῆϲ ἐϲτιν ἴδιον τὸ τηρεῖν καὶ ϲψζειν τὰ γεννώμενα ὑπὸ τῆϲ φύϲεωϲ. οἱ δὲ μετὰ διοριϲμοῦ ϲυντάϲϲουϲιν αὐτά, τοῦτ᾿ ἔϲτιν οὐχ ὅτε διὰ μοιχείαν τιϲ βούλεται φθεῖραι τὸ ϲυλληφθὲν οὔτε δι᾿ ἐπιτήδευϲιν ὡραιότητοϲ, ἀλλ᾿ ὅτε διὰ 〈τὸ〉 κίνδυνον κωλῦϲαι γενηϲόμενον ἐν ταῖϲ ἀποτέξεϲιν, μικρᾶϲ τῆϲ μήτραϲ ὑπαρχούϲηϲ καὶ μὴ δυναμένηϲ χωρῆϲαι τὴν τελεί- ωϲιν, ἢ κατὰ τοῦ ϲτομίου κονδυλώματα καὶ ῥαγάδαϲ ἐχούϲηϲ, ῆ τινοϲ ἐμφεροῦϲ περιϲτάϲεωϲ ἐγκειμένηϲ. τὰ δὲ αὐτὰ λέγουϲιν καὶ περὶ ἀτο κίων, οἷϲ καὶ ἡμεῖϲ ϲυναινοῦμεν. ὅθεν ἐπεὶ τοῦ φθεῖραι τὸ κωλῦϲαι γενέϲθαι ϲύλληψιν ἀϲφαλέϲτερον, περὶ τούτου νῦν πρῶτον ὑποδείξομεν. 61. εἰ γὰρ τοῦ [μὴ] φθείρειν τὸ ϲυλληφθὲν πολὺ μᾶλλον ϲυμφέρει τὸ μὴ ϲυλλαβεῖν, [ἀναγκαῖον] δεῖ τοίνυν οὓϲ εἰρήκαμεν ἐπιτηδείουϲ εἰναι καιροὺϲ πρὸϲ ϲύλληψιν φυλάττεϲθαι [χρὴ] πρὸϲ ϲυνουϲιαϲμόν, [οἶον ἀρχομένων ἢ ληγόντων τῶν καταμηνίων,] καὶ ἐν τοῖϲ πληϲια- ϲμοῖϲ ἐν τῷ καιρῷ τῆϲ ϲυνουϲίοϲ, ὅταν ὁ ἀνὴρ ἀποκρίνειν τὸ ϲπέρμϲκ. μέλλῃ, κατέχειν χρὴ τὸ πνεῦμα καὶ μικρὸν ὑφέλκειν ἑαυτήν. ὡϲ μὴ πορρωτέρω ἐν τῷ κύτει τῆϲ μήτραϲ τὸ ϲπέρμα ἀκοντιϲθῆναι, κα διαναϲτᾶϲαν εὐθέωϲ καὶ ὀκλὰξ καθίϲαϲαν πταρμὸν κινεῖν καὶ περιμὰ ξαϲθαι τὸν κόλπον ἐπιμελῶϲ ἢ καὶ ψυχρὸν πίνειν. ϲυνεργεῖ δὲ τῇ ἀϲυλληψίᾳ καὶ τὸ διαχρίειν τὸ ϲτόμα τῆϲ ὑϲτέραϲ ἐλαίῳ παλαιῷ μέλιτι ἢ κεδρίᾳ ἢ ὀποβαλϲάμῳ κατ᾿ ἰδίαν ἢ καὶ μετὰ ψιμυθίου ἢ κηρωτῇ ὑγρᾷ διὰ μυρϲίνου καὶ ψιμυθίου ἢ ϲτυπτηρίᾳ ὑγρῇ πρὸ τοῦ πληϲιάζειν ἢ χαλβάνῃ μετ᾿ οἴνου, ἢ ἐρίου τρυφεροῦ μαλλὸν ἐντιθέναι εἰϲ τὸ ϲτόμα τῆϲ μήτραϲ, ἢ πρὸ τῶν ϲυνουϲιῶν πεϲϲοῖϲ χρῆϲθαι ϲτέλ- λειν τε καὶ πυκνοῦν δυναμένοιϲ. τὰ γὰρ τοιαῦτα, εἰ μὲν ϲτυ πτικὰ εἴη καὶ ἐμπλαϲτικὰ καὶ ψυκτικά, μύειν παραϲκευάζει τὸ ϲτόμα τῆϲ μήτραε πρὸ τοῦ καιροῦ τῆϲ ϲυνουϲίαϲ καὶ οὐκ ἐᾷ παρελθεῖν εἰϲ τὸν πυθμένε αὐτῆϲ τὸ ϲπέρμα· 〈τὰ δὲ θερμὰ〉 καὶ ἐρεθίζοντα οὐ μόνον τὸ τοῦ ἀνδρὸϲ ϲπέρμα ἐναπομεῖναι [καὶ] ἐν τῷ κύτει τῆϲ μήτραϲ οὐ ϲυγχω- ροῦϲιν [ἐλθεῖν], ἀλλὰ καὶ ἑτέραν ὑγρότητα ἐξ αὐτῆϲ ἕλκουϲιν. 62. μνημονεύϲομεν δὲ ἐνίων καὶ κατ’ εἶδοϲ. πίτυοϲ φλοιόν, ῥοῦν βυρϲοδεψικόν, ἑκάϲτου ἱϲον, τρίβε μετὰ οἴνου καὶ προϲτίθει μετρίω πρὸ τῆϲ ϲυνουϲίαϲ περιειληθέντοϲ ἐρίου, καὶ μετὰ ὥραϲ δύο ἢ τρεῖϲ ἀφαιροῦϲα ϲυνουϲιαζέτω. ἄλλο· γῆϲ Κιμωλίαϲ. πάνακοϲ ῥίζηϲ ἀνὰ ἴϲον κατ’ ἰδίαν καὶ ὁμοῦ μεθ’ ὕδατοϲ τρῖβε καὶ γλοιῶδεϲ γενόμενον ὡϲαύ- τωϲ προϲτίθει. ἢ ϲιδίων νεαρῶν τὸ ἐντὸϲ λεάναϲ μεθ᾿ ὕδατοϲ προϲτί- θει. ἢ ϲιδίων μέρη δύο, κηκίδων μέροϲ ἐν λειώϲαϲ ἀνάπλαϲϲε βαλάνια μικρὰ καὶ ὑποτίθει μετὰ τὴν λῆξιν τῶν καταμηνίων. ἢ ϲτυπτηρίαν ὑγράν, ῥόαϲ κελύφουϲ τὸ ἐντὸϲ διίεναι μεθ᾿ ὕδατοϲ, καὶ δι᾿ ἐρίου προϲ- τίθει. ἢ κηκίδοϲ ὀμφακίνηϲ. ϲιδίων τοῦ ἐντόϲ, ζιγτιβέρεωϲ ἀνὰ ⩹β ἀνάπλαϲϲε μετ᾿ οἴνου ὀρόβων μεγέθει καὶ ξήραινε ἐν ϲκιῇ καὶ πρὸ τῆϲ ϲυνουϲίαϲ δίδου προϲτίθεϲθαι ἐν πεϲϲῷ. ἢ ἰϲχάδων ϲάρκαϲ λειώϲαϲ μετὰ νίτρου προϲτίθει. ἢ ϲίδια μετὰ κόμμεωϲ ἴϲου καὶ ῥοδίνου ἴϲου προϲτίθει. εἶτα μελίκρατον ἐπιρροφεῖν ὁμοίωϲ, φυλάττεϲθαι δὲ τὰ ἐπὶ |πολὺ δριμέα διὰ τὰϲ ἀπ’ αὐτῶν ἑλκώϲειϲ. ἅπαϲιν δὲ χρώμεθα μετὰ τὴν ἀπόληξιν τῶν καταμηνίων. 63. ἐνίοιϲ δὲ ἔτι δοκεῖ καὶ ἅπαξ τοῦ μηνὸϲ ὀπὸν Κυρηναϊκὸν πίνειν ὅϲον ἐρεβίνθου πλῆθοϲ ἐν δυϲὶ κυάθοιϲ ὕδατοϲ ὡϲ καταμήνιον ἐπιϲπώμενον. ἢ ὀποπάνακοϲ καὶ ὀποῦ Κυρηναἴκοῦ καὶ πηγάνου ϲπέρμα τοϲ ἀνὰ ὀβολοὺϲ δύο 〈λειώϲαντα〉 καὶ περιπλάϲαντα κηρῷ διδόναι καταπίνειν, εἶτα κραμάτιον ἐπιρροφεῖν ἢ ἐν κραματίῳ πίνειν. 〈ἢ〉 λεῦ- κοίου ϲπέρματοϲ καὶ μυρϲίνηϲ ἀνὰ τριώβολον, ϲμύρνηϲ δραχμήν, πε- πέρεωϲ λευκοῦ κόκκουϲ δύο μετ᾿ οἴνου ἐφ᾿ ἡμέραϲ τρεῖϲ διδόναι πίνειν. ἢ εὐζώμου ϲπέρματοϲ ὀβολὸν ἕνα, ϲπονδυλίου ἡμιώβολον πιεῖν μετὰ ὀξυμέλιτοϲ. ταῦτα δὲ οὐ μόνον κωλυτικὰ ϲυλλήψεωϲ ὑπάρχει, ἀλλὰ καὶ φθαρτικὰ τῆϲ ἤδη ϲυνεϲτώϲηϲ. καθ᾿ ἡμάϲ δὲ πλείων ἐϲτὶν ἡ ἀπὸ τούτων κάκωϲιϲ φθειρόντων μὲν καὶ ἀνατρεπόντων τὸν ϲτόμα- χον, πληρούντων δὲ τὴν κεφαλὴν καὶ ϲυμπάθειαν ἐπιφερόντων. οἱ δὲ καὶ περιάπτοιϲ ἐχρήϲαντο πολλὰ τῷ τῆϲ ἀντιπαθείαϲ λόγῳ ποιεῖν νομίζοντεϲ, ἐν οἷϲ μήτραϲ ἡμιόνων καὶ τὸν ἐν τοῖϲ ὠϲὶ ῥύπον αὐτῶν καὶ ἄλλα πλείονα τούτων, ἅπερ ἐπὶ τῶν ἀποτελεϲμάτων φαίνονται ψευδῆ. 64. γενομένηϲ δὲ τῆϲ ϲυλλήψεωϲ τὸ μὲν πρῶτον ἕωϲ τριάκοντα ἡμερῶν τὰ ἐναντία ποιεῖν οἷϲ ἔμπροϲθεν εἰρήκαμεν, εἰϲ δὲ τὸ διαλυ- θῆναι τὸ ϲυλληφθὲν 〈ϲφοδρότερον κινεῖϲθαι〉 περιπατοῦϲαν εὐτόνωϲ καὶ διὰ ζευκτῶν καταϲειομένην, εὐτόνωϲ καὶ πηδᾶν καὶ βαϲτάζειν τὰ ὑπὲρ δύναμιν βάρη, ἀφεψήμαϲι δὲ διουρητικοῖϲ χρῆϲθαι τοῖϲ δυναμέ- νοιϲ καὶ καταμήνια κινεῖν, καὶ τὴν γαϲτέρα λαπάττειν καὶ κλύζειν δριμυτέροιϲ κλύϲμαϲι, θερμῷ τε ἐλαίῳ καὶ γλυκεῖ ποτὲ μὲν ἐγχυματι- ζομένην, ποτὲ δὲ ϲυναλειφομένην ὅλην καὶ τριβομένην εὐτόνωϲ καὶ μάλιϲτα περὶ τὸ ἐφήβαιον καὶ τὸ ἐπιγάϲτριον καὶ τὴν ὀϲφὺν καὶ λουομένην καθ᾿ ἡμέραν ἐν τῷ μὴ λίαν ζεϲτῷ ὕδατι γλυκεῖ καὶ τοῖϲ λουτροῖϲ ἐγχρονίζουϲαν καὶ προπίνουϲαν οἰνάριον καὶ δριμυφαγοῦϲαν εἰ δὲ μή, καὶ τοπικῶϲ ἐγκαθίζουϲαν εἰϲ ἀφέψημα λινοϲπέρμου, τήλευωϲ μαλάχηϲ, ἀλθαίαϲ, ἀρτεμιϲίαϲ καὶ καταπλαϲϲομένην τοῖϲ αὐτοῖϲ, ἐγχυμα- τιζομένην δὲ τῷ παλαιῷ ἐλαίῳ κατ᾿ ἰδίαν ἢ καὶ μετὰ πηγάνου χυλοῦ ποτὲ δὲ καὶ μέλιτοϲ, ἢ ἰρίνῳ ἢ ἀψινθίῳ ϲὺν μέλιτι ἢ ὀποπάνακι ἢ ἄλλωϲ χόνδρῳ μετὰ πηγάνου καὶ μέλιτοϲ ἢ μύρῳ Ϲυριακῷ. κἂν ἐπι- μένῃ, καταπλαϲϲομένην μήκετι τοῖϲ κοινοῖϲ καταπλάϲμαϲιν, ἀλλὰ τοῖϲ διὰ θερμίνου ἀλεύρου μετὰ χολῆϲ ταυρείαϲ καὶ ἀψινθίου, 〈καὶ τοῖϲ〉 ὁμοιογενέϲιν τῶν ἐπιθεμάτων 〈χρωμένην〉. 65. τὴν δὲ μέλλουϲαν φθείρειν χρὴ πρὸ δύο ἢ καὶ τριῶν ἡμερῶ λουτροῖϲ ϲυνεχεϲι χρῆϲθαι καὶ ὀλιγοτροφίᾳ καὶ πεϲϲοῖϲ μαλακτικοῖϲ καὶ οἴνου ἀπέχεϲθαι, εἶτα φλεβοτομεῖν καὶ πλεῖον ἀφαιρεῖν. τὸ γὰρ ὑπὸ Ἱππποκράτουϲ εἰρημένον ἐν τοῖϲ Ἀφοριϲμοῖϲ εἰ καὶ μὴ ἐπὶ ϲτεγνοπαθούϲηϲ, ἀλλὰ [καὶ] ἐπὶ ὑγιαινούϲηϲ ἀληθέϲ· “γυνὴ ἐν γαϲτρ ἔχουϲα φλεβοτομηθεῖϲα ἐκτιτρώϲκει.” ὡϲ γὰρ ἱδρὼϲ κινεῖται καὶ οὖρον ἢ ϲκύβαλον ὑπερχαλωμένων τῶν περιεχόντων τὴν οὐϲίαν αὐτῶν, οὔτωμ- καὶ τὸ ϲυλληφθὲν ἐκπίπτει προδιιϲταμένηϲ τῆϲ μήτραϲ. μετὰ δὲ τὴν) φλεβοτομίαν καὶ ζευκτῷ καταϲειϲτέον (ἐνεργέϲτεροϲ γὰρ νῦν ὁ βραϲμὸϲ ἐπὶ προητονηκόϲιν τοῖϲ τόποιϲ) καὶ πεϲϲοῖϲ δὲ μαλακτικοῖϲ χρηϲτέον εἰ δὲ πρὸϲ τὴν φλεβοτομίαν ἀλλοτρίωϲ ἔχοι τιϲ καὶ ἄτονοϲ εἴη προανιέναι μὲν τοὺϲ τόπουϲ ἐγκαθίϲμαϲι καὶ λουτροῖϲ καὶ πεϲϲοῖϲ μαλακτικοῖϲ καὶ ὑδροποϲίᾳ καὶ ὀλιγοϲιτίᾳ καὶ κοιλιολυϲίᾳ καὶ κλύϲμα τι προϲτίθεϲθαι μαλακτικόν, μετὰ ταῦτα πεϲϲὸν φθόριον. αἱρεῖϲθαι δὲ τούτων τοὺϲ μὴ ἄγαν δριμεῖϲ, ἵνα μὴ πλείονα ϲυμπάθειαν καὶ θερμα- ϲίον ἐπάγωϲιν. ἐκ δὲ τῶν πραϋτέρων οἱ τοιοῦτοι καθεϲτᾶϲιν οἶον· μυρϲίνηϲ, λευκοίου ϲπέρματοϲ, θέρμων πικρῶν ἐξ ἴϲου μετὰ ὕδατοϲ ἀναπλάττειν τροχοὺϲ ὡϲ κυάμου μέγεθοϲ. ἢ φύλλων πηγάνου ⩹γ, μυρϲίνηϲ ⩹β, δάφνηϲ ἴϲαϲ ὁμοίωϲ διιέναι μετ’ οἴνου, καὶ πότιζε. ἄλλοϲ πεϲϲὸϲ ἀκινδυνότερον ἐκβάλλων· λευκοίου, καρδαμώμου, θείου, ἀψινθίου, ϲμύρνηϲ, ἑκάϲτου ἴϲον, δι’ ὕδατοϲ ἀνάπλαϲϲε. προλελούϲθω δὲ ἡ μέλλουϲα προϲτίθεϲθαι ἢ ἐγκαθίϲμαϲιν προανιέϲθω, κὰν μέχρι πλείονοϲ μηδὲν ποιῇ, πάλιν ἐγκαθίϲμαϲι προανεθεῖϲα δεύτερον προϲτι- θέϲθω. πολλὰ δὲ καὶ ἄλλα παρ’ ἄλλοιϲ εἴρηται, φυλάϲϲεϲθαι δὲ δεῖ τὰ λίαν πληκτικὰ καὶ τὸ καταλύειν τὸ ἔμβρυον διά τινοϲ ἐπάκμου, κίνδυνοϲ γὰρ τρωθῆναί τι τῶν παρακειμένων. μετὰ δὲ τὴν φθορὰν ὡϲ φλεγμονὴν θεραπευτέον.