Ancient Greek · ~3 min
Book 1
Soranus, Gynaeciorum Libri IV 1.XVIII. Τίνα ϲημεῖα μελλούϲηϲ γίνεϲθαι φθορᾶϲ.
Not analysed yet
59. Μελλούϲηϲ δὲ γίνεϲθαι τῆϲ τοῦ ἐμβρύου φθορᾶϲ ταῖϲ φθει- ρούϲαιϲ παρακολουθεῖ κένωϲιϲ ὑδατώδηϲ, εἶτα ἰχωρώδηϲ ἢ ὕφαιμον ὑγρὸν καὶ οἶον ἀποπλύματα κρεῶν, ὅταν δὲ καιρὸϲ τῆϲ ἀπολύϲεωϲ ὑπάρχῃ, αἷμα καθαρόν, ἐπὶ τέλει δὲ θρόμβοϲ αἳματοϲ ἢ 〈τι〉 ϲαρκὸϲ ἀδιατύπωτον ἢ διατετυπωμένον παρὰ τὴν τοῦ χρόνου διαφοράν· ταῖϲ δὲ πλείϲταιϲ βάροϲ καὶ πόνοϲ ὀϲφύοϲ καὶ ἰϲχίων καὶ ἤτρου, βουβώνων. κεφαλῆϲ, ὀφθαλμῶν, ἄρθρων, ϲτομάχου δῆξιϲ, περίψυξιϲ, περιίδρωϲιϲ, λειποθυμία, ποτὲ δὲ καὶ φρικώδηϲ πυρετόϲ, τοῖϲ δὲ καὶ λυγμὸϲ ἢ ϲπαϲμὸϲ ἡ ἀφωνία. ταῦτα δὲ μά μά|λιϲτα παρέπεται ταῖϲ ἐκ φαρμακείαϲ φθειρούϲαιϲ, ταῖϲ δὲ χωρίϲ τινοϲ ἐπιτηδεύϲεωϲ ἐκτιτρωϲκούϲαιϲ πρὸ ηγεῖται, καθώϲ φηϲιν Ἱπποκράτηϲ, παράλογοϲ μαϲτῶν ἴϲχνωϲιϲ, ὡϲ δὲ Διοκλῆϲ φηϲι, ψύξιϲ μηρῶν 〈καὶ〉 βάροϲ ἐγκαθιζόμενον ὀϲφύι περὶ τὸν καιρὸν τῆϲ ἀποτέξεωϲ.