Ancient Greek · ~16 min
Book 1
Soranus, Gynaeciorum Libri IV 1.XVI. Τίϲ ἡ ἀπὸ τῆϲ κίϲϲηϲ μέχριϲ ἀποτέξεωϲ ἐπιμέλεια..1
Not analysed yet
54. Τίνα μὲν τρόπον κατὰ τὸν τῆϲ κίϲϲηϲ χρόνον ἄγειν δεῖ τὴν κυοφοροῦϲαν, ἔμπροϲθεν ὑπεδείξαμεν, λοιπὸν δὲ ἤδη τούτου περι- γραφέντοϲ τοῦ ϲυμπτώματοϲ ἀκολούθωϲ καὶ τὴν μετὰ κίϲϲαν ἐπι- μέλειαν ὑπογράψαι. δεῖ τοίνυν πρὸϲ λόγον γε τῆϲ δυνάμεωϲ αἰώραιϲ τε χρῆϲθαι ποικίλαιϲ καὶ περιπάτῳ καὶ ἀναφωνήϲει καὶ ἀναγνώϲει καὶ ἀλείμματι καὶ ἀνατρίψει καὶ τροφαῖϲ ἀφθονωτέραιϲ (πλὴν ὥϲτε περι- γίνεϲθαι τῶν προϲφερομένων], οἴνῳ τε καὶ λουτροῖϲ τοῖϲ κατὰ ϲυν- ἦθειαν καὶ τῇ καθόλου διαχύϲει τῆϲ ψυχῆϲ καὶ ὕπνοιϲ ἱκανοῖϲ. δυϲπα θεϲτέρου δὲ γινομένου τοῦ ϲώματοϲ ἡ κύουϲα μὲν ἄμεινον ὑγιαίνει καὶ παραϲκευάζεται τὰϲ ὠδῖναϲ εὐτονώτερον ἐνεγκεῖν, τὸ ἔμβρυον δὲ νοϲτιμωτέραϲ καὶ ὑγιοῦϲ καὶ αὐτάρκουϲ μεταλαμβάνει τῆϲ τροφῆϲ. 55. κατὰ δὲ τὸν δβδομον μῆνα τὰϲ μὲν ϲφοδροτέραϲ κινήϲειϲ φαιρετέον καὶ μάλιϲτα τὰϲ διὰ τῶν ὑποζυγίων, ταῖϲ δὲ ἄλλαιϲ προϲ- εκτικώτερον χρηϲτέον. ἐπιϲφαλὴϲ γὰρ ὁ ϲπαραγμὸϲ ἐν ἀρχῇ μὲν μήπω προϲεχομένου τοῦ ϲπέρματοϲ εὐτόνωϲ μηδ᾿ εἰϲ τὴν πῆξιν κεκρατυμμένου καὶ διὰ τοῦτο ῥᾳδίωϲ τοὺϲ ἀποϲπαϲμοὺϲ λαμβάνοντοϲ, ὕϲτερον δὲ 〈διὰ〉 τὸ βαρυαχθὲϲ εἶναι τελειούμενον τὸ κατὰ γαϲτρόϲ, ὅτε δεῖ φυλάττεϲθαι, μὴ διὰ τὸν πλείονα ϲάλον τοῦ χορίου ῥαγέντοϲ ἀποκριθῇ μὲν τὸ ἐν αὐτῷ ϲυλλεγόμενον ὑγρόν, ἐπὶ ξηρ δὲ τῇ κυήϲει καταϲπώμενον τὸ ἔμβρυον τὸν κοινὸν πρὸϲ τὴν κυοφοροῦϲαν κίνδυνον ὑπομένῃ. κατὰ δὲ τὸν μέϲον χρόνον ἀνύποπτοϲ μὲν ἡ κίνηϲιϲ, μικρο μεγέθουϲ ἔτι ὄντοϲ τοῦ κατὰ γαϲτρὸϲ καὶ ἀϲφαλῶϲ προϲεχομένου καὶ μήπω χάλαϲμα πολὺ τοῦ χορίου μηδὲ διάταϲιν [τοῦ] εἰληφότοϲ, ϲυν- έχοντοϲ δὲ μᾶλλον τὸ ἔμβρυον. ἐπιθεωρεῖν δὲ δίκαιον τὴν τῆϲ γαϲτρὸϲ διόγκωϲιν καὶ μή τινα ϲημεῖα παρέπεται ϲύνεγγυϲ οὔϲηϲ τῆϲ ἀπο- τέξεωϲ, ἅπερ ἀναγράψομεν ὕϲτερον. εἰ μὲν γὰρ προφαίνοιτό τι τοι- οῦτον, εὐτρεπίζειν δεῖ τὰ πρὸϲ τὴν ἀπότεξιν (δέδειχεν γὰρ ἡ ἐνάργεια. δὴ καὶ τὰ ἑπτάμηνα γόνιμα τυγχάνειν)· εἰ δὲ μή, τοῖϲ προδεδιδαγμέ- νοιϲ χρῆϲθαι. φυλάττεϲθαι δὲ κατὰ τὰϲ τρίψειϲ ὀγκουμένων πλεῖον τῶν μαϲτῶν θλίβειν τὰϲ ὑπεροχὰϲ αὐτῶν, εὐχερῶϲ γὰρ ἀγανακτοῦντεϲ ἀπόϲταϲιν ὑπομένουϲιν· διὸ καὶ τὰϲ ϲυνήθειϲ ϲτηθοδεϲμίαϲ ἐπιχαλῶϲιῳ εἰϲ παραδοχὴν τῆϲ ἐπιδιογκώϲεωϲ τῶν μερῶν. 56. τοῦ δὲ ὀγδόου μηνὸϲ ἐνϲτάντοϲ, ὃν κατ εὐφημιϲμὸν λέγουϲιν εἶναι κοῦφον᾿, βαρὺν ὄντα καὶ δυϲαρέϲτηϲιν καὶ τὴν ἄλλην κακοπά- θειαν ἀποτελοῦντα, τὸ τῆϲ τροφῆϲ πλῆθοϲ ἐπιϲυνέργειν, κινήϲειϲ δὲ παραλαμβάνειν μόναϲ τὰϲ διὰ φορείου ἢ μακρᾶϲ καθέδραϲ, πλὴν εἰ μὴ μέχρι διεκλύϲεωϲ ὀρεχθείη τιϲ τοῦ περιπατῆϲαι. πλείονοϲ δὲ οὕϲηϲ τῆϲ δυϲφορίαϲ καὶ ἀνατείνειν ἁρμόϲει πρὸϲ μίαν ἡμέραν, ὥϲτε |διὰ τῆϲ ἠρεμίαϲ ἐκλυθῆναι τὸ δυϲαρέϲτημα. ταῖϲ γὰρ τῶν πολλῶν ψυχρο- λουϲίαιϲ οὐ προϲεκτέον, ὅτι ϲυϲτολὰϲ οὐ φέρουϲιν αἱ κυοφοροῦϲαι, καθ᾿ ἃϲ ἀκαίρωϲ τρεφόμεναι φέρουϲιν καί τινα πλείονα κάκωϲιν· φθειρο- μένηϲ γὰρ τῆϲ τροφῆϲ οὐ μόνον οὐ τρέφονται διὰ τῶν ἐφθαρμένων, ἀλλὰ καὶ βαροῦνται. παραιτητέον δὲ μέχρι τινὸϲ καὶ τὸ βαλανεῖον. ἡ ϲυνουϲία δὲ πάντοτε ταῖϲ κυοφορούϲαιϲ ἐπιβλαβὴϲ διά τε τὸν ϲάλον καὶ διὰ τὸ τὴν ὑϲτέραν ἀναγκάζεϲθαι τὴν ἐναντίαν τῷ τῆϲ ϲυλλήψεωϲ ἔργῳ κίνηϲιν ὑπομένειν· ἐν δὲ τοῖϲ τελευταίοιϲ μηϲὶν καὶ μᾶλλον, μὴ δι᾿ αὐτὴν ῥαγέντοϲ τοῦ χορίου τὸ πρὸϲ τὴν τῆϲ ἀποτέξεωϲ χρείαν ἡτοιμαϲμένον ὑγρὸν ἔμπροϲθεν τοῦ δέοντοϲ ἀποκρίνηται. τὸν δὲ. ὄγκον τῆϲ γαϲτρόϲ, εἶπερ ἀποκρεμαϲθείη κατὰ βάροϲ, διὰ τελαμῶνοϲ ἀναλημπτέον· τούτου δὲ τὴν μεϲότητα αὐτῷ κάτωθεν ὑποθετέον τῷ τῆϲ κοιλίαϲ ὄγκῳ, τὰϲ δὲ ἀρχὰϲ τῶν πλευρῶν ἑκατέρωθεν ἀναχθείϲαϲ χιαϲτέον, εἶτα ἐπὶ μετάφρενον καὶ ῶμουϲ ὑπερθετέον πρόϲθεν τε κατὰ περιειλημένηϲ φαϲκίαϲ ἀφαμματιϲτέον. περιαλειπτέον δὲ καὶ κηρωτῇ τὸν ὄγκον δι᾿ ὀμφακίνου ἐλαίου καὶ μυρϲίνου· τονουμένου γὰρ τοῦ δέρματοϲ ῥήξειϲ οὐχ ὑπομένει, τηρεῖται δὲ ἀρρυτίδωτον. μετὰ δὲ τὸν ὄγδοον μῆνα τὸν μὲν τελαμῶνα λυτέον ὡϲ ἂν ϲνεγγιζούϲηϲ ἤδη τῆϲ ἀποτέξεωϲ· ϲυνεργήϲει δὲ τὸ βάροϲ εἰϲ ὀξυτέραν ἀποκύηϲιν. ϲυνεχε- ϲτέροιϲ δὲ χρηϲτέον τοῖϲ λουτροῖϲ εἰϲ παραϲκευὴν τῆϲ τῶν μερῶν ἀνέϲεωϲ καὶ νήξεϲιν ταῖϲ ἐν ὔδατι γλυκεῖ καὶ θερμῷ· τὰ γὰρ αὐτοφυῆ δριμυτέραϲ ἔχοντα τὰϲ ποιότηταϲ οὐδὲν διαφέρει τῶν εἰϲ φθορὰν ὑποτιθεμένων φαρμάκων. καὶ τοπικώτερον δὲ τὰ μέρη διαχαλαϲτέον πυρίαιϲ, ἐγκαθίϲμαϲιν τοῖϲ διὰ λινοϲπέρμου ἢ τήλεωϲ ἢ μαλάχηϲ ἀφεψη- μάτων, ἐγχυματιϲμοῖϲ δὲ δι᾿ ἐλαίου γλυκέωϲ, ἔτι δὲ πεϲϲοῖϲ τοῖϲ διὰ χηνείου ϲτέατοϲ καὶ μυελῶν. καὶ αὐτὴ δὲ ἡ μαῖα ϲυνεχῶϲ τῷ δακτύλῳ περιαλείφουϲα τὸ ϲτόμιον τῆϲ ὑϲτεραϲ διαϲτελλέτω.