Ancient Greek · ~18 min
Book 1
Soranus, Gynaeciorum Libri IV 1.XVII Τίνα κυούϲηϲ τῆϲ γυναικὸϲ ἐντὸϲ τῆϲ μήτραϲ φύονται..1
Not analysed yet
57. καθάπερ ἐπὶ τῶν ψῶν μετὰ τὸ κέλυφοϲ ἔνδοθεν ὑμὴν ὑπέγκει- ται τοῦ ὀϲτράκου διαπεφυκὼϲ τοῦ περικειμένου, κατὰ τὸν αὐτὸν τρό- πον καὶ ἐπὶ τῶν κυοφορουϲῶν ἐκ τοῦ ϲπέρματοϲ ὑμὴν γενόμενοϲ ἔν- δοθεν ὑπέγκειται τῇ ὑϲτέρᾳ ϲυναφὴϲ αὑτῷ καὶ ἀϲτόμωτοϲ ὑπάρχων. προϲπεφυκὼϲ δὲ ἔνδοθεν τῷ πυθμένι τῆϲ μήτραϲ καὶ ϲυγκεκριμένοϲ ἐκ νεύρων καὶ φλεβῶν ἀρτηριῶν τε καὶ ϲαρκόϲ, τύποϲ τιϲ πορφυροῦϲ κατὰ χρόαν, τῷ ϲχήματι ἐμφερὴϲ κιβωρίου θύλακι, παχὺϲ μὲν |καθ᾿ ὃ προϲπέφυκεν τῷ πυθμένι τῆϲ μήτραϲ, ὑμενώδηϲ δὲ κατὰ τὰ ἄλλα καὶ λεπτὸϲ δι᾿ ἣν αἰτίαν μικρὸν ὕϲτερον ἐροῦμεν. οὗτοϲ δὲ κέκληται χόριον καὶ ἀγγεῖον καὶ δεύτερον καὶ ὕϲτερον καὶ πρόρρη ηγμα· ῾χόριον᾿ μὲν ἀπὸ τοῦ κεχωρηκέναι τὸ ἔμβρυον καὶ τὰ ϲὺν αὐτῷ, καθὼε δὲ ἄλλοι λέγουϲιν ἀπὸ τοῦ ἐκ πολλῶν ϲυνεϲτάναι καθάπερ ὁ χορόϲ ῾ἀγγϲῖον᾿ δὲ διὰ τὸ ἐμπεριϲτέγειν τὸ ἔμβρυον ἀγγείῳ παραπληϲίωϲ· ῾δεύτερον᾿ δὲ καὶ ῾ὕϲτερον᾿, ὅτι μετὰ τὴν τοῦ ἐμβρύου κομιδὴν ἐπακο- λουθεῖ· ῾πρόρρηγμα᾿ δὲ διὰ τὸ προρρήγνυϲθαι καὶ τὸ ἐμπεριεχόμενον ὑγρὸν ἀποκρίνειν εἰϲ ἁπαλωτέραν τοῦ κατὰ γαϲτρὸϲ ἀπότεξιν. ἀπὸ μέντοι τῶν ϲαρκωδεϲτέρων [καὶ] τῶν κατὰ τὸν πυθμένα μερῶν ἄνωθεν ἀπομηκύνεταί τι ϲῶμα λεπτόν, ἐμφύεται δὲ κατὰ [τὸ] μέϲον τὸ τῶν ἐμβρύων ἐπιγάϲτριον, ἔνθα τόποϲ ὀμφαλοῦ· καὶ αὐτὸ δὲ τὸ ἐμβρύων ἐμφυόμενον εἰϲ ϲῶμα καλοῦμεν ὀμφαλόν. ϲυγκέκριται δὲ 〈ἐκ τεϲ- ϲάρων〉 τὸν ἀριθμὸν ἀγγείων, δύο φλεβωδῶν καὶ δύο ἀρτηριωδῶν, δι᾿ ὦν εἰϲ θρέψιν ὕλη 〈καὶ〉 αἱματικὴ καὶ πνευματικὴ παρακομίζεται τοῖϲ ἐμβρύοιϲ. ἐμφύεϲθαι δὲ ταῦτα Ἐμπεδοκλῆϲ μὲν εἰϲ τὸ ἧπαρ οἴεται, Φαῖδροϲ δὲ εἰϲ τὴν καρδίαν· οἱ δὲ πολλοὶ τὰϲ φλέβαϲ μὲν εἰϲ τὸ ἧπαρ οἴονται, τὰϲ ἀρτηρίαϲ δὲ εἰϲ τὴν καρδίαν· Ἡρόφιλοϲ δὲ τὰϲ φλέβαϲ μὲν εἰϲ τὴν κοίλην φλέβα, 〈τὰϲ〉 ἀρτηρίαϲ δὲ εἰϲ τὴν παχεῖαν ἀρτηρίαν τὴν παρατείνουϲαν τοῖϲ ϲπονδύλοιϲ, πρὸ δὲ τῆϲ εἰϲ αὐτὴν ἐμφύϲεωϲ παρὰ τὴν κύϲτιν αὐτὰϲ πλαγιοφορεῖϲθαι παρ· ἐκατέ- ραϲ πλευράϲ· Εὔ|δημὸϲ δὲ ἁπλῶϲ κατὰ τὸν 〈τοῦ〉 ἐμβρύου φηϲὶν ὀμφαλὸν ϲυνάγεϲθαι τὰ ἀγγεῖα κἀντεῦθεν διαλύεϲθαι πρὸϲ τὰ καλού- μένα κέρατα κάτω τοῦ διαφράγματοϲ. τὸ δὲ πέμπτον ἀγγεῖον, ὅπερ οὐρητικὸν οὕτωϲ ὀνομάζομεν, πρὸϲ τῶν ἀνατομικῶν οὐραχὸϲ καλεῖται, ὃϲ τῷ πυμένι τῆϲ κύϲτεωϲ ἐμπέφυκεν. λέγεται καὶ διὰ τούτου τὸ οὖρον τοῦ ἐμβρύου τὴν παρακομιδὴν λαμβάνειν εἰϲ τὸ χόριον, ἡ δὲ διὰ τῆϲ οὐρήθραϲ ἀπούρηϲιϲ μετὰ τὴν ἀπότεξιν γίνεται. διὰ τοῦτο μέντοι καὶ λεπτότεροϲ ὁ ὑμὴν ἐκ τῶν κάτωθεν μερῶν ἐϲτιν, διὰ τὸ καὶ 〈τῇ〉 δριμύτητι τοῦ περιϲϲώματοϲ καὶ τῷ πλήθει [καὶ τῇ δριμύτητι] τοῦ ἐμβρύου τείνεϲθαι καὶ λεπτοποιεῖϲθαι. χρηϲιμεύει μέντοι τὸ περίϲ- ϲωμα τοῦτο καὶ εἰϲ τὸ προανακουφίζειν τὸ ἔμβρυον καὶ εἰϲ τὸ κατὰ τὰϲ ἀποτέξειϲ ῥηγνυμένου τοῦ χορίου προεκχεῖϲθαι καὶ τὰ μέρη προ- διαβρέχειν εἰϲ ὄλιϲθον. 58. καὶ ταῦτα μὲν περὶ τοῦ χορίου καὶ τοῦ ὀμφαλοῦ. διαφωνία δὲ γεγένηται περὶ τοῦ ἑτέρου χιτῶνοϲ. οἱ πολλοὶ μὲν γάρ φαϲι καὶ αὐτῷ τῷ ἐμβρύῳ προϲτυγχάνειν ἕτερον χιτῶνα καλούμενον ἀμνειόν, ὃϲ ἐπὶ μὲν τῶν ἀλόγων ζψων διὰ ϲτερεότητα μὴ λεπτυνόμενοϲ αἰϲθη- τόϲ ἐϲτιν, ἐπὶ δὲ τῶν ἀνθρώπων λεπτυνόμενοϲ ὑπὸ τῆϲ τῶν περικεχυ- μένων ὑγρῶν δριμύτητοϲ οὐχ εὑρίϲκεται καθ᾿ ὅλον τὸ ϲῶμα, μόνον δὲ κατὰ τὰϲ εὐρυχωρίαϲ οἶον ῥινῶν, ϲτόματοϲ, δακτυλίου. γεγονέναι δὲ αὐτὸν λέγουϲιν ὑπὸ τῆϲ φύϲεωϲ ἀναγκαίωϲ εἰϲ τὸ μὴ διαφθείρεϲθαι τὸ ἔμβρυον, τὸ περικεχυμένον τοῦ περιϲϲώματοϲ ὑγρὸν ἕλκον, δριμὺ καὶ φθαρτικὸν ὑπάρχον. ἔνιοι δὲ τὸν ὑμένα τοῦτον μὴ εἶναί φαϲιν. μήτε γὰρ εὐρίϲκεϲθαι κατὰ τὰϲ ἀποτέξειϲ μήτε τὸ ὅλον εὐχρηϲτεῖν, τὸ γὰρ ὑγρὸν οὐκ εἶναι τοιοῦτον· εἰ δὲ καὶ τοιοῦτον ἦν, εὐεπίγνωϲτον ἐγένετο τῇ ϲυνηθείᾳ. καὶ ἄλλωϲ μηδὲ δύναϲθαι διὰ τοῦ ϲτόματοϲ ἕλκεϲθαι τοῦτο τῷ τὴν ἀναπνοὴν γίνεϲθαι διὰ τοῦ ὀμφαλοῦ· πρόϲ τε τὸ εἶκον ἡ ἐπίρρυϲιϲ γίνεται, μηδενὸϲ οὑν εἴκοντοϲ ἐν τοῖϲ ἐμβρύοιϲ οὐκ ἂν ἡ παρείϲοδοϲ γένοιτο τοῖϲ ὑγροῖϲ. εἰ δὲ καὶ φυϲικῆϲ ἐδϲἶτο ϲκέπηϲ, αὔταρκεϲ ἦν μόναϲ τὰϲ εὐρυχωρίαϲ ὑμένι διαπεφράχθαι καὶ. μὴ ὅλῳ τῷ ϲώματι χιτῶνα περικεῖϲθαι· καίτοι 〈τῷ〉 ϲυμπεπτωκέναι καὶ τὸ ϲτόμα τοῦ ἐμβρύου καὶ τὸν δακτύλιον μὴ ϲῳζομένηϲ τῆϲ εὐρυ- χωρίαϲ κωλύεται τὸ βιαζόμενον εἰϲρεῖν. τὸ δὲ ὅλον οὐκ ἐν τῇ εὐρυ- χωρία τοῦ χορίου τὸ ὑγρόν ἐϲτιν, ἐν ᾧ καὶ τὸ ἔμβρυον, ἀλλ᾿ ἐν τῷ πάχει τοῦ χορίου, ποιεῖ δὲ τόπον ἑαυτῷ καθ᾿ ὑποφοράν, ὥϲτε διπλοῦν γίνεϲθαι τὸ χόριον, ἐνιάκιϲ δὲ καὶ τριπλοῦν· δι᾿ ἤν αἰτίαν καὶ 〈τῶν〉 ὑπεζωκότων πολλάκιϲ ῥαγέντων καὶ ϲυμμέτρων ὑγρῶν ἀποκριθέντων τῷ δακτύλῳ τῆϲ μαίαϲ ϲυνεχὴϲ ὑμὴν ἀκμὴν ὑποπίπτει, διαιρεθέντοϲ. δὲ τούτου πολλῶν ὑγρῶν ἀποκριθέντων ἀκολουθεῖ καὶ τὸ ἔμβρυον. ὅπερ οἱ πολλοὶ διακρούεϲθαι πειρώμενοί φαϲιν κατ᾿ ἐπιϲύϲταϲιν ὑδατίδων τὰ προεπιφαινόμενα τῶν ὑγρῶν προαποκρίνεϲθαι, ῥηγνυμέ- νων μὲν τῶν ὑδατίδων, μένοντοϲ δὲ τοῦ χορίου ϲυνεχοῦϲ. οἶϲ καὶ ἡμεῖϲ ϲυναινοῦμεν, ἐπεὶ πολὺ πρότερον τὰ φαινόμενα τῇ ϲυϲτάϲει τοῦ ἀμνείου ὑμένοϲ μεμαρτύρηκεν. |