Ancient Greek · ~32 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Δ〉
Soranus, Gynaeciorum Libri IV III [XIX]. Περὶ ἐμβρυουλκίαϲ καἰ ἐμβρυοτομίαϲ..1
Not analysed yet
9 [61]. Εὶ δὲ μὴ ἐπακούοι πρὸϲ τὴν διὰ τῶν χειρῶν ἐφολκὴν διὰ μέγεθοϲ ἢ νέκρωϲιν ἢ καθ᾿ οἱονδηποτοῦν τρόπον ϲφήνωϲιν, ἐπὶ τοὺϲ εὐτονωτέρουϲ τρόπουϲ δεῖ μετελθεῖν, τὸν τῆϲ ἐμβρυουλκίαϲ καὶ τῆϲ ἐμβρυοτομίαϲ· καὶ γὰρ εἰ τὸ κυηθὲν διαφθείρει, τὴν κυοφοροῦϲαν τηρεῖν ἀναγκαῖον. διόπερ τὸν μὲν ὑποκείμενον δεῖ προλέγειν κίν- δυνον πυρετῶν ἐπιγινομένων καὶ νευρικῆϲ ϲυμπαθείαϲ, ἔϲθ᾿ ὅπου δὲ καὶ φλεγμονῆϲ ὑπερβαλλούϲηϲ, καὶ γάγγραιναν μάλιϲτα ὑποφαίνειν ὀλίγαϲ ἐλπίδαϲ ἔχειν (ἐφ᾿ ἧϲ ἔκλυϲιϲ, περιίδρωϲιϲ, περίψυξιϲ, ϲφυγμῶν ὑπόδυϲιϲ, πυρετὸϲ ὀξύϲ, παρακοπή τε καὶ ϲπαϲμόϲ)· μὴ ἀφίϲταϲθαι δὲ ὅμωϲ βοηθείαϲ. 〈δεῖ τοίνυν ἐπὶ κλίνηϲ〉 πᾶϲαν ϲχηματίζειν καταφερῶϲ ἀντιβατικώτερον ἐϲτρωμένηϲ ὡϲ μὴ πρὸϲ τὸ εἴκον ἐνδιδόναι τὴν ὀϲφύν, διεϲτώτων δὲ τῶν μηρῶν καὶ ϲυνηγμένων πρὸϲ τὸ ἐπιγάϲτριον τῶν ποδῶν ἐπὶ τοῦ ἐνηλάτου ϲτηρίζειν. εἶτα ἑκατέρωθεν δι᾿ ὑπηρετῶν τὸ ϲῶμα κατέχειν [ἢ γυναῖκεϲ ἔμπειροι καὶ ἰϲχυραὶ ἑκατέρωθεν]· εἰ δὲ μὴ παρείηϲαν, διὰ κηρίαϲ τῷ κλινιδίῳ τὸν θώρακα προϲκαταλαμβάνειν, ὥϲτε μὴ πρὸϲ τοὺϲ ἐπιϲπαϲμοὺϲ τοῦ ἐμβρύου ϲυνεπακολουθοῦν τὸ ϲῶμα τῆϲ καμνούϲηϲ τὸν τῆϲ ὁλκῆϲ τόνον ὑπεκλῦϲαι. καθίζειν δὲ αὐτὸν ἄντικρυϲ ὀλίγον ταπεινότερον πρὸϲ τὸ τὰϲ χεῖραϲ ἐπ᾿ ἵϲηϲ τοῖϲ. ποϲὶν τῆϲ καμνούϲηϲ ὑπάρχειν, καὶ παραϲτελλομένων τῶν πτερυγω- μάτων ἑκατέρωθεν δι᾿ ὑπηρετῶν πάλιν τὴν εὐώνυμον χεῖρα (διὰ τὸ καὶ προϲηνεϲτέραν εἰναι τῆϲ δεξιᾶϲ καὶ μετ᾿ εὐπρεπείαϲ εὐεργεϲτέραν καθίεϲθαι) ϲυνηγμένων κατὰ κορυφὰϲ είϲ μείουρον τῶν δακτύλων καὶ λελιπαϲμένων καθιέναι [καὶ] διεϲτῶτοϲ τοῦ ϲτομίου τῆϲ ὑϲτέραϲ, εἰ δὲ μή, θλίψεϲιν καὶ ϲυνεχέϲιν ἐλαιοχυτήϲεϲιν προαναχαλαϲθέντοϲ. ἔπειτα πειρᾶϲθαι τὸ παρεγκεκλικόϲ, εἰ |δυνατὸν, ἀπευθύνειν καὶ ζητεῖν τόπον εἰϲ κατάπαρϲιν ἐμβρυουλκοῦ πρὸϲ τὸ μὴ ἐκπεϲεῖν ῥᾳδίωϲ. 10 [62]. ἐπιτήδειοι δὲ πρὸϲ καταπαρμὸν τόποι τῶν μὲν ἐπὶ κεφαλὴν ὀφθαλμοὶ καὶ ἰνίον καὶ ϲτόμα πρὸϲ οὐρανίϲκον καὶ κλεῖδεϲ καὶ οἱ ὑπὸ πλευρὰν τόποι, μαϲχάλαι δὲ οὐδαμῶϲ (ἐν γὰρ ταῖϲ διολ- καῖϲ ἐπιδιιϲταμένων τῶν βραχιόνων εἰϲ ϲφήνωϲιν ἡ τοῦ ἐμβρύου πλατύ- νεται περιοχή), ἀλλ᾿ οὐδὲ οἱ ἀκουϲτικοὶ πόροι (δυϲπαράδεκτοι διὰ ϲκο- λιότητα καὶ ϲτενοὶ λίαν)· τῶν δὲ ἐπὶ πόδαϲ τὰ ὑπὲρ τῆϲ ἥβηϲ ὀϲτέα καὶ μεϲοπλεύρια καὶ κατακλεῖδεϲ. ὅταν δὲ τῶν εἰρημένων μηδεὶϲ εὑρίϲκηται τόποϲ, εἰϲ κατάπαρϲιν ἑτοιμάζεται ϲπάθη διαίρεϲιϲ. θερμῷ δὲ ἐλαίῳ προκεχλιαϲμένον τὸν ἐμβρυουλκὸν τῇ δεξιᾷ χειρὶ κατέχειν, τὴν καμπὴν δὲ αὐτοῦ τοῖϲ δακτύλοιϲ κρύψαντα τῇ εὐωνύμῳ χειρὶ. πράωϲ ϲυνειϲφέρειν καὶ καταπείρειν εἴϲ τινα τόπον ἄχρι κενεμβατῇ- ϲεωϲ 〈ὧν〉 εἰρήκαμεν. καταπείρειν δὲ καὶ ἀντίθετον τούτῳ δεύτερον. ὅπωϲ ἰϲόρροποϲ καὶ μὴ ἑτεροκλινὴϲ 〈ὁ〉 ἐπιϲπαϲμὸϲ ἐπιτελῆται καὶ διὰ τοῦτο τοῦ μέρουϲ παρεγκλίνοντοϲ ϲφήνωϲιν ὑπομένῃ τὸ ἔμβρυον. εἶτα διδόναι τούϲ ἐμβρυουλκοὺϲ ἐμπείρῳ τινὶ κατέχειν καὶ παραινεῖν, ὅπωϲ πειθηνίωϲ δι’ αὐτῶν ἐφέλκηται τὸ ἔμβρυον μήτε ϲπαράττων ἐν τοῖϲ ἐπιϲπαϲμοῖϲ μήτε πάλιν ἀνιείϲ (ἀνατρέχει γὰρ τὸ προκύψαν ἀνεθέν), ἀλλ’, ὅταν δέη τὴν ἐφολκὴν ἐπιϲχεῖν, ἐν τὴ· προύπαρχούϲη τάϲει φυλάϲϲων τοὺϲ ἐμβρυουλκούϲ, μήτε μόνον ἐπ’ εὐθείαϲ ἐπιϲπώμενοϲ, ἀλλὰ καὶ εἰϲ τὰ πλάγια παρεγκλίνων, ὃν τρόπον ἐν ταῖϲ κομιδαῖϲ γίνεται τῶν ὀδόντων· οὕτω γὰρ ὑπὸ τῆϲ μοχλείαϲ μεταϲχηματιζόμενον τὸ ἔμβρυον τούϲ τε τόπουϲ ἀνευρύνει καὶ εὐκόμιϲτον γενήϲεται. τούτῳ δὲ τῷ τρόπῳ δεξιῶϲ ὑπηρετούμενον καθιέμενον τὸν λιχανὸν δάκτυλον μεταξὐ τοῦ ϲτομίου τῆϲ ὑϲτέραϲ καὶ τοῦ ἐϲφηνωμένου ϲώματοϲ περι- άγειν κυκλοτερῶϲ οἱονεὶ περιδέροντα καὶ εὐθύνοντα τὸ ἑτεροκλινῶϲ φερόμενον, καὶ τοὺϲ τόπουϲ ἐλαίῳ θερμῷ διαβρέχειν ἤ τινι τῶν εἰρημένων γλίϲχρων ἀφεψημάτων. κατὰ μέντοι τὸν τῶν ἐμβρυουλκῶν ἐπιϲπαϲμὸν μὴ εὐθέωϲ ὑπακούοντοϲ εἰϲ ἐξολκὴν τοῦ ἐμβρύου, κατ᾿ ὀλίγον δὲ καὶ πρὸϲ λόγον τῆϲ ἐφολκῆϲ ἐπακολουθοῦντοϲ, 〈τὸν〉 μὲν πρῶτον ἐμβρυουλκὸν τὸν ἰατρὸν μεταπείρειν εἰϲ τὰ ὑπερκείμενα δεήϲει, κἄπειτα τὸν δεύτερον, καὶ τοῦτο κατὰ τάξιν, ἕωϲ ἂν ὅλον τὸ τοῦ ἐμβρύου ϲῶμα διοδεύϲη. ὡϲαύτωϲ δὲ ἐνεργεῖν κᾶν ἐπὶ πόδαϲ φέρηται. 11 [63]. προβεβλημένου δὲ χερίου [ὡϲ] καὶ ἀνατρέπεϲθαι μὴ δυνα. μένου διὰ τὴν ὑπερβάλλουϲαν ϲφήνωϲιν ἢ καὶ ἀποτεθνηκότοϲ ἤδη τοῦ ἐμβρύου (καθὼϲ ϲυμβάλλομεν ἐκ τοῦ μήτε ἐνερευθὲϲ εἰναι τὸ μέροϲ μήτε θερμὸν μήτε ϲφύζον, πελιὸν δὲ καὶ ψυχρὸν καὶ ἄϲφυκτον) περι- βάλλοντα δεῖ ῥάκη εἰϲ τὸ μὴ ὀλιϲθαίνειν ποϲῶϲ ἐπιϲπᾶϲθαι, καταϲχόντα δὲ πρὸϲ τὸ ἐμφανέϲτερα γενέϲθαι τὰ ὑπερκείμενα ἀποκόπτειν ἀπὸ τοῦ κατὰ τὸν ὦμον ἄρθρου. τὸ δὲ αὐτὸ ποιεῖν καὶ ϲκέλουϲ προπεϲόντοϲ. εiτα τοῖϲ δακτύλοιϲ ἀναϲτρέψαντα τὸ ἄλλο ϲῶμα διὰ τῆϲ καταπάρϲεωϲ τῶν ἐμβρυουλκῶν κομίζεϲθαι. τῶν δυοῖν δὲ χειρῶν προβεβλημένων καὶ μήτε ἀνατρέπεϲθαι δυναμένων μήτε παρακρούεϲθαι τοῖϲ ϲπαϲμοῖϲ, ὡϲ τὴν μίαν καὶ τὰϲ δύο διὰ τῆϲ παρὰ τοῖϲ ἀκρωμίοιϲ περικοπῆϲ ἀναιρεῖν. εἰ δὲ μείζονοϲ τοῦ κεφαλίου ὑπάρχοντοϲ ἡ ϲφήνωϲιϲ ἀπὸ τελοῖτο, διὰ τοῦ ἐμβρυοτόμου ἢ τοῦ πολυπικοῦ ϲπαθίου κρυπτομένου μεταξὺ λιχανοῦ καὶ τοῦ μικροῦ δακτύλου κατὰ τὴν ἔνθεϲιν, εἰ μὲν ὑγροκέφαλον εἴη τὸ βρέφοϲ, διαιρεῖν, ἱνα τοῦ ὑγροῦ κενωθέντοϲ ἡ περιοχὴ ϲυμπέϲη τῆϲ κεφαλῆϲ, εἰ δὲ φυϲικῶϲ ἁδροκέφαλον, τῇ χειρὶ ϲυνθλαϲτέον τὴν κεφαλήν, ϲυνείκει 〈γὰρ〉 εὐμαρῶϲ ἁπαλῶν ἔτι τῶν ϲωμάτων ὄντων. εἰ δὲ μή, τῷ ϲπαθίῳ καὶ τὸ κρανίον διαιρεῖν καλὸν ἡ κατὰ τὸν τοῦ βρέγματοϲ τόπον, εἰ δὲ μή, καθ’ οἱονδήποτε τρόπον· προεκκριθέντοϲ γὰρ τοῦ ἐγκεφάλου ϲυμπίπτει τὸ κεφάλιον. τὰ χείλη δὲ τῆϲ διαιρέϲεωϲ ἀποϲτρέφειν καὶ ϲυνθραύειν τὰ ὀϲτάρια δι’ ὸδον- τάγραϲ ἢ ὀϲτάγραϲ. εἰ δὲ διὰ μέγεθοϲ τοῦ ὅλου ϲώματοϲ μηδὲ οὕτωϲ ἑλκόμενον ὑπακούοι, τῶν δύο ὥμων ἐνερειδομένων τοῖϲ πλαγίοιϲ μέρεϲιν τῆϲ μήτραϲ, καὶ εἰϲ τὰϲ ϲφαγὰϲ βαπτίζειν τὸ ϲπαθίον μέχρι κενεμβατήϲεωϲ εἰϲ τὸ ἔμβρυον· ἀποκριθέντοϲ γὰρ τοῦ αἵματοϲ ἰϲχνὸν γίνεται τὸ ϲῶμα. μετὰ δὲ ταῦτα ὅλον τὸ κεφάλιον διαιρεῖν καὶ τὰ μεϲοπλεύρια διακόπτοντα καὶ 〈τὸν〉 πνεύμονα· πληρωθεὶϲ γὰρ πολ λάκιϲ ὑγρῶν καὶ αὐτὸϲ ἐπλάτυνε τὸν θώρακα. λύειν δὲ καὶ 〈τὰ〉 ϲυνδεδεμένα μέρη τοῦ ϲτήθουϲ διὰ τῶν δακτύλων ἀποϲπῶντα τὰϲ κατακλεῖδαϲ ἀπὸ τῶν ἀντιϲτέρνων ν〈ἤμὴ〉 εἰκόντων ἀπορρηγνύναι ϲυμπὶπτει γὰρ τὰ περὶ τὸ ϲτῆθοϲ μηκέτι διερειδόμενα ταῖϲ λεγομέναιϲ κλειϲίν. εἰ δὲ μηδ’ οὕτωϲ ὑπακούοι, τὸ ἐπιγάϲτριον διαρρινᾶν, ὡϲαύτωϲ κὰν ὑδρωπικὸν ἦ τὸ ἔμβρυον· κενωθέντοϲ γὰρ τοῦ ὑγροῦ ϲυμπίπτει πρὸϲ ἰϲχνωϲιν ἡ περιοχὴ τοῦ ϲώματοϲ. εἰ δὲ καὶ τὰ ἔντερα παρέχει. τῷ ἐπιγαϲτρίῳ τινὰ διόγκωϲιν, καὶ ταῦτα πρότερον ἕλκειν καὶ τὰ λοιπὰ τῶν παρακειμένων ϲπλάγχνων οὕτωϲ τε τὴν ὅλην ἐξενεγκεῖν ϲύγκριϲιν. 12 [64]. τὰ δ᾿ αὐτὰ ποιεῖν κἂν ἐπὶ πόδαϲ φέρηται. πρὸϲ ανακεκλαϲμέναϲ δὲ τὰϲ χεῖραϲ ἀποκόπτειν καὶ τὸ κεφάλιον εὐμεγε- θέϲτερον ὑπάρχον πάλιν θλᾶν· ὅπερ δυϲχερέϲτερον ἐπὶ τοῦδε τοῦ ϲχήματοϲ διὰ τὸ ἄνω τὸ κεφάλιον ὑποκεκρύφθαι. δεήϲει δὲ τῇ δεξιd τῶν ποδῶν λαβόμενον ἐξέλκειν, τῇ εὐωνύμῳ δὲ τὸ κεφάλιον ἀπευθύ- νεῖν ἔνδοθεν· ἀνακλαϲθὲν γὰρ εἰϲ τὸν αὐχένα τῆϲ ὑϲτέραϲ ἀποϲπᾶται πολλάκιϲ. ἐργῶδεϲ δὲ τὸ καθυπονοεῖν τὴν εὐώνυμον χεῖρα πρὸϲ τὰϲ ἐξολκὰϲ ἔχειν οἰκειότητα τῷ καὶ τοὺϲ ὄφειϲ διὰ τῆϲ αὐτῆϲ ἕλκεϲθαι (ψευδῆ γὰρ ἀμφότερα)· ἰδίᾳ δὲ εἰϲ κάθεϲιν κεχρηϲίμευκεν, ὡϲ ἔμ- προϲθεν ὑπεδείξαμεν. ἐπὶ δὲ τῶν πλαγίων καὶ διπλῶν ἐμβρύων εί μὴ ἀπευθύνοιτο, τὰ ὑποπίπτοντα τρωτέον, ἐφ᾿ ὧν μὲν τὸ ἐπιγάϲτριον, ἐφ᾿ ὧν δὲ τὰϲ μαϲχάλαϲ καὶ τὰ μεϲοπλεύρια καὶ τὰ παρὰ τοῖϲ νεφροῖϲ ωϲ ἐπὶ λαγόνα. εἰ δὲ νεκρὸν καὶ ὑπερμέγεθεϲ ὑπάρχοι, τὸ μὲν ὅλον ἐνδὸν αὐτὸ κατατέμνειν ἐπιϲφαλέϲ, ἄμεινον δὲ τὸ προπαλὲϲ ἀεὶ γενό- μενον. οἷϲ γίνονται ἀποκοπαὶ κατ᾿ ἄρθρα, καὶ γὰρ τὰ ὀϲτᾶ κατὰ πέραϲ ῥᾳδίωϲ ἀπὸ τῆϲ ϲυνόδου λύεται. ϲυντιθἐναι δὲ τὰ κομιϲθέντα καὶ ἐπιβλέπειν μή 〈τι〉 παραλέλειπται. πολλάκιϲ δὲ διὰ τὴν ἐπὶ πόδαϲ ἀπείρων ὁλκὴν ἀποϲπᾶται τὸ κεφάλιον καὶ δύϲληπτόν ἐϲτιν διὰ τὴν περιφέρειαν καὶ τὸ προανατρέχειν κατὰ τὴν εὐρυχωρίαν τῆϲ μήτραϲ. ὁπότε Ϲ ὠϲτρατοϲ μὲν ὡϲ ἐπὶ τῶν λίθων εἰϲ τὴν ἔδραν καθεὶϲ τὸν τῆϲ εὐωνύμου χειρὸϲ δάκτυλον, τῇ δεξιᾶ δὲ πιέζων τὸ ἐπιγάϲτριον πειρᾶται τὸ κεφάλιον κατάγειν, οὐχ ὁρῶν ὡϲ ἐν τῷ ἀπευθυϲμένῳ 〈ὁ〉 δάκτυλοϲ οὐ δύναται τῆϲ κεφαλῆϲ ἐφικέϲθαι· προχειροτέραϲ γὰρ οὔϲηϲ τῆϲ κύϲτεωϲ πολὺ προανακεχώρηκεν ἡ ὑϲτέρα, καθάπερ ἔμ- προϲθεν ὑπεδείξαμεν. διόπερ καθέντα τὴν χεῖρα καὶ ψαύϲαντα τοῦ κεφαλίου προβιβάζειν αὐτὸ κατ᾿ ἐπικυλιϲμὸν ἄχρι τοῦ τραχήλου τῆϲ ὑϲτέραϲ, εἶτα δι᾿ ἐμβρυουλκοῦ καταπάρϲεωϲ κομίζεϲθαι. μεμυκότοϲ δὲ. τοῦ ϲτομίου ταὐτὰ ποιεῖν ἅπερ ἐπὶ τοῦ χορίου διδάϲκειν μέλλομεν. 13 [65]. μετὰ 〈δὲ〉 τὴν ἐμβρυουλκίαν καὶ ἐμβρυοτομίαν, ὡϲ ἤδη φλεγμαίνοντοϲ τοῦ τόπου διὰ τὸν ἐπιγινόμενον ϲκυλμόν, διὰ τῶν ἐμβροχῶν ἀνιέναι καὶ παρηγορεῖν· αἱμορραγίαϲ δὲ γενομένηϲ τοῖϲ πρὸϲ αὐτὴν χρῆϲθαι καταλλήλοιϲ. τὸ δὲ ὠκυτόκια προϲαναγράφειν, ὡϲ ἄλλοι καὶ οἱ περὶ τὸν Ἡ π π οκράτην ἐποίηϲαν, ϲχεδιάζοντόϲ ἐϲτιν. οὕτε γὰρ δάφνηϲ φύλλα ξηρὰ μετὰ θερμοῦ ὕδατοϲ οὔτε δίκτα- μνον ἢ ἀβρότονον καὶ κεδρία καὶ ἄνιϲον μετὰ γλυκέοϲ καὶ παλαιοῦ ἐλαίου οὕτε καρπὸϲ ἀγρίου ϲικύου κηρωτῇ προϲπλαϲϲόμενοϲ φοινικίνῃ καὶ ὀϲφύι περιαπτόμενοϲ ὠκυτοκίαν παραϲκευάζει· |τὰ δὲ προειρημένα βοηθήματα λύοντα τὸ πάθοϲ καὶ τὴν ἐξ αὐτοῦ δυϲέργειαν λύει. |