Ancient Greek · ~17 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV IX [XXIX]. 〈Πῶϲ ϲπαργανωτέον.〉.1
Not analysed yet
14 [83]. Μετὰ δὲ τὸν ἁλιϲμὸν καὶ τὴν ἀπόλουϲιν ϲπαργανοῦν τὸ βρέφοϲ. Ἀντιγἐνηϲ μὲν οὖν τὴν Θεϲϲαλικὴν λεγομένην παρα- λαμβάνων ϲπαργάνωϲιν εἰϲ ξύλον μεϲόκοιλον καὶ παράμηκεϲ βάλλει ψίεθον χόρτου πλήρη ἢ ἀχύρων, εἶτα ἐπιϲτρώννυϲι ῥάκοϲ καὶ τὸ βρέφοϲ κατακλίνων ἐπ᾿ αὐτοῦ κατειλημένον ἄχρι τῆϲ ὀϲφύοϲ ῥάκεϲι καὶ ταινίαιϲ εἶτα καὶ προϲκαταδεϲμεῖ κηρίσιϲ διεκβαλλομένοιϲ διὰ τῶν πλαγίων ἐκκοπῶν, ἃϲ τὸ ξύλον ἔχειν δεῖ. δυϲκαρτέρητοϲ δὲ καὶ ἀπη- νὴϲ ὁ τρόποϲ οὗτόϲ ἐϲτιν τῆϲ διαδέϲεωϲ. ὅθεν δεῖ διαπλάϲϲειν μὲν ὡϲ ἔχει ἕκαϲτον φυϲικοῦ ϲχήματοϲ 〈καί〉, εἴ τι παρὰ τὸν τῆϲ ἀπο- κυήϲεωϲ χρόνον διέϲτραπται, τοῦτο ῥυθμίζειν καὶ εἰϲ τὸ κατὰ φύϲιν μετάγειν ϲχῆμα· εἰ δέ τι παρα|θλιβὲν ἐξοίδηκεν, ψιμυθίῳ περιχρίειν λελειοτριβημένῳ μεθ᾿ ὕδατοϲ ἢ λιθαργύρῳ. κατατιθεμένην δὲ αὐτὸ πράωϲ ἐπὶ τῶν ἰδίων μηρῶν ϲυνεϲκεπαϲμένων ἐρίῳ ἢ ῥάκει χάριν τοῦ μὴ ψυγῆναι γεγυμνωμένον ἐν τῇ κατὰ μέροϲ ϲπαργανώϲει, λαμβάνειν τελαμῶναϲ ἐρεοῦϲ τρυφερούϲ, [τε] καθαρούϲ τε καὶ μὴ λίαν τετριμ- μένουϲ, τοὺϲ μὲν τριῶν δακτύλων τῷ πλάτει, τοὺϲ δὲ τεϲϲάρων. ἐρεοῦϲ μὲν διὰ τὸ τῆϲ ὕληϲ προϲηνὲϲ καὶ διὰ τὸ περιϲφίγγεϲθαι τοῖϲ ἱδρῶϲι τοὺϲ λινοῦϲ· τρυφεροὺϲ δὲ χάριν τοῦ μὴ μετὰ περιθλάϲεωϲ τὴν ϲκέπην τρυφεροῖϲ ἔτι ϲώμαϲιν καθεϲτῶϲι παρέχειν· καθαρούϲ δέ, ἵνα κοῦφοι καὶ μὴ βαρεῖϲ ὦϲι καὶ μὴ δυϲώδειϲ μηδὲ νιτρούμενοι τὴν ἐπιφάνειαν δάκνωϲι· μὴ λίαν δὲ τετριμμένουϲ· οἱ καινοὶ μὲν γὰρ βαρεῖϲ ὑπάρχουϲιν, οἱ δὲ τριβακοὶ λίαν ψυχροὶ καθεϲτᾶϲι, ποτὲ δὲ καὶ τραχεῖϲ καὶ παντελῶϲ εὐδιάϲπαϲτοι· μὴ ἔχονταϲ δὲ παρῴαϲ μηδὲ παρα- ϲτροφίδαϲ, ἵνα μὴ ἐντέμνωϲιν μηδὲ ἀνωμάλωϲ ἃ μὲν μᾶλλον θλίβωϲιν ἃ δὲ ἧττον· ϲυμμέτρουϲ δὲ κατὰ τὸ πλάτοϲ, οἱ ϲτενοὶ μὲν γὰρ τέ- μνουϲιν, οἱ πλατεῖϲ δὲ οὐ πιέζουϲιν ἀλλὰ ῥυτιδοῦνται· τριῶν δὲ καὶ τεϲϲάρων δακτύλων, ἵνα [μὲν] οἱ μὲν ἐπὶ τῶν κώλων ἁρμόϲωϲιν, οἱ δὲ ἐπὶ τοῦ θώρακοϲ. 15 [84]. λαβοῦϲα τοίνυν τὴν ἀρχὴν τοῦ τελαμῶνοϲ κατὰ τοῦ ἀκροχειρίου τιθέτω καὶ τὴν ἐπείληϲιν ἐγκύκλιον ἀγέτω κατὰ τῶν δακτύλων ἐκτεταμένων, εἶτα κατὰ τοῦ ἐπικαρπίου, πήχεώϲ τε καὶ βραχίονοϲ, πιέζουϲα μὲν τὰ κατὰ τοὺϲ καρποὺϲ ἡϲυχῆ, τὰ δὲ ἄλλα μέχρι μαϲχάληϲ ἀνιεῖϲα. τῷ δὲ αὐτῷ τρόπῳ καὶ τὴν ἑτέραν ϲπαργα- νώϲαϲα τῷ θώρακι λοιπὸν κυκλοτερῶϲ περιειλείτω τελαμῶνα τῶν πλατυτέρων, ὁμα|λῶϲ μὲν ἐπὶ τῶν ἀρρένων πιέζουϲα τὴν ἔνδεϲιν, μᾶλλον δὲ τὰ κατὰ τοὺϲ μαϲτοὺϲ ϲφίγγουϲα τῶν θηλειῶν, ἀνιεῖϲα δὲ τὸ περὶ τὴν ὀϲφύν, εὐπρεπέϲτερον γάρ ἐϲτιν ἐπὶ γυναικῶν τοῦτο τὸ ϲχῆμα. μετὰ δὲ ταῦτα ϲπαργανοῦν κατ᾿ ἰδίαν ἑκάτερον τῶν ϲκελῶν, τὸ γὰρ ζυγώϲαϲαν αὐτὰ γυμνὰ ϲυνεπιδεϲμεῖν ὁμοῦ ποιητικόν ἐϲτιν ἑλκώϲεωϲ· αἱ γὰρ τρυφερῶν ἀκμὴν ἔτι τῶν ϲωμάτων παραθέϲειϲ τῇ πυρώϲει ταχέωϲ ἐπικαίουϲιν. τὰϲ δὲ περιειλήϲειϲ τῶν τελαμώνων ἕωϲ ἄκρων ποιείϲθω δακτύλων, ἀνιεῖϲα μὲν τὰ κατὰ τοὺϲ μηροὺϲ καὶ τὰϲ γαϲτροκνημίαϲ, ϲφίγγουϲα δὲ τὰ πρὸϲ τοῖϲ γόναϲι καὶ ταῖϲ ἰγνύαιϲ τά τε κατὰ τοὺϲ ταρϲούϲ τε καὶ τὰ ϲφυρά, ἵνα τὰ μὲν ἄκρα πλατύνηται τῶν ποδῶν, τὰ δὲ μέϲα ϲυνάγηται. μετὰ δὲ ταῦτα παραβάλλουϲα τοὺϲ μὲν βραχίοναϲ τοῖϲ πλευροῖϲ, τοὺϲ δὲ πόδαϲ ἀλλήλοιϲ, πλατεῖ τελα- μῶνι κυκλοτερῶϲ ὅλον τὸ βρέφοϲ ἀπὸ θώρακοϲ ἄχρι ποδῶν κατει- λείτω· παραβεβλημέναι γὰρ αἱ χεῖρεϲ ἐνδοθεν τῆϲ περιειλήϲεωϲ εἰϲ ἔκταϲιν ἐθίζονται. παχυντικαὶ γὰρ τῶν νεύρων αἱ μέχρι πλείονοϲ τῶν ἄρθρων εἰϲὶ ϲυζεύξειϲ (ὥϲτε καὶ ἀγκύλαϲ ἐπιφέρειν), τῷ μέντοι πρῶτον κατειλῆϲθαι τὰ χέρια κωλύεται 〈τὸ〉 διὰ τῆϲ ἀτάκτου παρα- φορᾶϲ διαϲτρέφεϲθαι, πολλάκιϲ δὲ καὶ διὰ τοῦ κατὰ τῶν ὀφθαλμῶν τοὺϲ δακτύλουϲ ἐπιφέρειν κακῶϲ διατίθεται τὰϲ ὄψειϲ. μεταξὺ μέντοι τῶν ἀϲτραγάλων καὶ τῶν γονάτων, ἔτι δὲ καὶ τῶν ἀγκώνων ἔριον παρεντιθέϲθω πρὸϲ τὸ μὴ ἑλκοῦϲθαι τὰϲ ἐξοχὰϲ τῇ βιαιοτέρᾳ θλίψει καὶ παραθέϲει τῶν μερῶν. τὸ δὲ κεφάλιον ϲκεπαζέϲθω κυκλοτερεῖ περιειλήϲει ῥάκουϲ ἢ ἐρίου τρυφεροῦ |τε καὶ καθαροῦ. ἐνδέχεται δὲ καὶ ὑπὸ τὸ μετάφρενον ἐπίμηκεϲ καὶ πλατὺ ῥάκοϲ ἢ ἔριον προυπο- βάλλειν· εἶτα μετὰ τὴν ἔμπροϲθεν εἰρημένην ϲπαργάνωϲιν (δίχα τοῦ ἔξωθεν ἑνὸϲ καὶ κοινοῦ κατὰ πάντων τελαμῶνοϲ) ἀναδιπλοῦν τὸ ὑπο- κείμενον ῥάκοϲ ἢ τὸ ἔριον πρῶτον μὲν κατὰ τὰ ἄνω μέρη ὑπὸ τὸν τράχηλον, εἶτα καθ᾿ ὅλου τοῦ νηπίου δίχα τῆϲ κεφαλῆϲ· ὕϲτερον δὲ πλατυτέρῳ τελαμῶνι καὶ ὡϲανεὶ πέντε δακτύλων τὸ πλάτοϲ ὅλον περιτυλίττειν τὸ βρέφοϲ, τὴν δὲ κεφαλὴν ὡϲ ὑπεδείξαμεν ϲκέπειν. ἐνδέχεται δὲ καὶ δύο μὲν ὑποϲτρωννύναι ῥάκη, ἵν᾿ ᾖ τὸ μὲν εὐμέγεθεϲ καὶ τὸ ὅλον περιλαβεῖν ϲῶμα δυνάμενον, τὸ δὲ χάριν τοῦ μόνην τὴν ὀϲφὺν περιελθεῖν αὔταρκεϲ εἰϲ ὑποδοχὴν τῶν ϲκυβάλων. οὐ δεῖ γάρ, ὡϲ ἐπαχθέϲτερον, ἐρίῳ μὲν καθαρῷ τὸν θώρακα μετὰ τοῦ ἐπι- γαϲτρίου περιλαβεῖν, τὰ δὲ λοιπὰ 〈μὴ〉 περιλαβεῖν, ὡϲ ἔμπροϲθεν εἰρήκαμεν.