Ancient Greek · ~12 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV VIII [XXVIII]. 〈Πῶϲ ἀποϲμηκτεον〉.1
Not analysed yet
12 [81]. Μετὰ δὲ τὴν ὀμφαλοτομίαν οἱ πολλοὶ τῶν βαρβάρων, ὡϲ οἱ Γερμανοὶ καὶ Ϲκύθαι, τινὲϲ δὲ καὶ τῶν Ἐλλήνων εἰϲ ψυχρὸν ὕδωρ καθιᾶϲι τὸ βρέφοϲ ϲτερεοποιήϲεωϲ χάριν καὶ 〈τοῦ〉 τὸ μὴ φέρον τὴν ψύξιν, ἀλλὰ πελιούμενον ἢ ϲπώμενον ὡϲ οὐκ ἄξιον ἐκτροφῆϲ ὄν ἀπολέϲθαι. τινὲϲ δὲ οἰνάλμῃ, τινὲϲ δὲ καθαρῷ λούουϲιν οἴνῳ, τινὲϲ δὲ οὔρῳ παιδὸϲ ἀφθόρου, τινὲϲ δὲ μυρϲίνῃ λεπτῇ ϲυμπεπαϲμένον ἢ κηκῖδι. τούτων δὲ ἕκαϲτον ἡμεῖϲ ἀποδοκιμάζομεν. τὸ ψυχρὸν μὲν γὰρ διὰ τὴν πολλὴν καὶ ἀθρόαν πύκνωϲιν, ἢϲ ἀμέτοχον ἦν τὸ γεν- νηθέν, πάντα βλάπτει, τῆϲ δὲ ἐξ αὐτοῦ βλάβηϲ τὸ ἀποτέλεϲμα λαν- θάνει μὲν ἐπὶ τῶν δυϲπαθεϲτέρων, ἐλέγχεται δὲ ὑπὸ τῶν εὐπαθῶν ϲπαϲμοῖϲ καὶ ἀποπληξίαιϲ ἁλιϲκομένων. οὐ μὴν ἐπεὶ τὴν βλάβην οὐκ ἦνεγκεν, ζῆϲαι μὴ βλαβὲν οὐκ ἠδύνατο, καὶ τὰ δυϲπαθέϲτερα βελτίω τὴν ἀνατροφὴν ἔξει μηδὲ ὅλωϲ ἀδικούμενα. κἂν ῇ δὲ χρεία ψύξεωϲ, αὐτάρκηϲ ἡ ἐπὶ τοῦ ἀέροϲ ψύξιϲ, δι’ ἣν εὐθέωϲ κλαυθμυρίζει ξενοπα- θοῦντα τῇ ψύξει διὰ τὸ ἀκμὴν ἀπὸ θερμῆϲ καὶ ϲυνεχοῦϲ προεληλυθέναι τῆϲ μήτραϲ. ὁ δὲ |οἶνοϲ διὰ τὴν ἀποφορὰν πληκτικὸϲ καὶ καρώδηϲ οὐ μόνον 〈ἐπὶ〉 τῶν οὕτω τρυφερῶν παίδων ἀλλὰ καὶ τῶν ἥδη τε- λείων· ὡϲαύτωϲ δὲ καὶ τὸ οὖρον, ὅτι δυϲῶδεϲ. αἱ μυρϲίναι δὲ καὶ κηκῖδεϲ ϲτύφουϲιν μέν, οὐκ ἀποϲμήχουϲι δέ, χρεία δὲ τῶν μετὰ ϲτύ- ψεωϲ ἀποϲμηχόντων, ἵνα ὁ φυϲικὸϲ τοῦ γλίϲχρου 〈τοῦ〉 οἴματοϲ κατὰ τῶν ϲωμάτων ἐπίπαγοϲ ἀποτακῇ μετὰ τοῦ πήγνυϲθαι τὴν ἐπιφάνειαν καὶ δυϲάλωτον εἰϲ τὴν τῶν ἐξανθημάτων γένεϲιν ἀποτελεῖϲθαι. 13 [82]. διόπερ τοῦ ἁλιϲμοῦ ὁ τρόποϲ οὖτοϲ ἂν δοκιμαϲθείη. [Περὶ ἁλιϲμοῦ.] ἢ λεπτὸν καὶ χνοῶδεϲ ἄλαϲ ἢ νίτρον ἢ ἀφρόνιτρον λαβόντα δεῖ ϲυμπάϲϲειν τὸ βρέφοϲ, φυλαϲϲόμενον τοὺϲ ὀφθαλμοὺϲ καὶ τὸ ϲτόμα· τὸ γὰρ παρεμπεϲὸν τοῖϲ μέρεϲι τούτοιϲ ἕλκωϲιν ἐργάζεται καὶ διαπύρωϲιν ἢ πνιγμονήν. μήτε δὲ πολλῷ τῷ ἅλατι ϲυμπάϲϲειν, διὰ γὰρ τὴν πλείονα δριμύτητα βρυώδηϲ ἀκμὴν καὶ ἀϲθενὴϲ ἄγαν ἡ ϲύγκριϲιϲ ὑπάρχουϲα διαβιβρώϲκεται, μήτε ὀλίγῳ διὰ τὸ μὴ ἱκανῶϲ ϲτερεοποιεῖϲθαι τὴν ἐπιφάνειαν. ἐνδέχεται δὲ τρυφεροῦ τοῦ βρέφουϲ ὄντοϲ τὸ ἅλαϲ μέλιτι δεῖν ἀνακόψαι ἢ ἐλαίῳ 〈ἢ〉 χυλῷ πτιϲάνηϲ ἢ τήλεωϲ ἢ μαλάχηϲ. μετὰ δὲ τὸ ἀποϲμῆξαι τὸ ϲῶμα δεῖ χλιαρῷ ἀπο- λούειν ὕδατι καὶ ἀποπλύνειν τὸ περικείμενον νίτραϲμα πᾶν. εἶτα ἐκ δευτέρου τὸ αὐτὸ ποιεῖν καὶ ϲυμπάϲϲειν μὲν τοὺϲ ἄλαϲ, θερμοτέρῳ δὲ τῷ ὕδατι μᾶλλον ἀπολούειν. καὶ δακτύλοιϲ ἀποθλίβειν τὸ ἐγκείμενον ταῖϲ ῥιϲὶν γλίϲχραϲμα, ἀποκαθαίρειν δὲ καὶ τὸ ϲτόμα καὶ τοὺϲ τῶν ὤτων πόρουϲ, ἐγχυματίζειν δὲ καὶ τοὺϲ ὀφθαλμοὺϲ ἐλαίῳ· ϲμῆξαι γὰρ ἀγαθὸν τούτῳ τὸ παχύτατον ἐν αὐτοῖϲ ὑγρόν, οὐ μὴ γενομένου κατὰ τὸ πλεῖϲτον ἀμβλυωπεῖν ϲυμβαίνει τὰ τρεφόμενα. διὰ δὲ τοῦ ϲμικροῦ δακτύλου προαπωνυχιϲμένου τὸν δακτύλιον διαϲτέλλειν καὶ διαιρεῖν τὸ περιπεφυκὸϲ αὐτῷ πολλάκιϲ ϲῶμα λεπτὸν καὶ ὑμενῶδεϲ εἰϲ ἀπαραπό- διϲτον τῶν περιϲϲωμάτων ἔκδοϲιν. παραχρῆμα γοῦν ἐκκρίνεται τὸ καλούμενον ϲυνήθωϲ μηκκώνειον. κατὰ δὲ τοῦ ὀμφαλοῦ πτυγμάτιον ἐπιρρῖψαι ἐλαιοβραχὲϲ ἢ καὶ ἔριον, τὸ δὲ κύμινον ὡϲ δριμὺ παραιτεῖ. ϲθαι δεῖ. τοῦ μέντοι καταλειφθέντοϲ ὀμφαλοῦ τὸ ἀποϲφιχθὲν ἔνιοι μὲν τῷ μηρῷ προϲέδηϲαν· ἄμεινον δὲ διπλώϲαντα καὶ τῷ ἐριδίῳ περι- τυλίξαντα πράωϲ ἐντιθέναι κατὰ τὴν μεϲότητα τοῦ ὀμφαλοῦ, τάχα γὰρ καὶ τῷ βάρει πιεζούμενον τὸ μέροϲ εἰϲ εὐμορφοτέραν κοίλωϲιν τυπω- θήϲεται.