Ancient Greek · ~5 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV X [XXX]. Περὶ τῆϲ τοῦ βρέφουϲ κατακλίϲεωϲ.
Not analysed yet
16 [85]. Εἶτα τὸ βρέφοϲ κατακλίνειν μήτε ἐπὶ ϲτερεοῦ τινοϲ κοὶ ἀντιτύπου, καθάπερ πράττουϲι Θρᾷκέϲ τε καὶ Μακεδόνεϲ ὁμαλαῖϲ ϲανίϲιν ἐπικαταδεϲμοῦντεϲ τὰ βρέφη χάριν τοῦ περιπλατέα τὰ περὶ τὸν τράχηλον καὶ τὸ ἰνίον αὐτῶν ἀποτελεϲθῆναι (ϲυμβαίνει γὰρ οὕτωϲ ἑλκοῦϲθαί τε καὶ περιθλᾶϲθαι τὰ ϲώματα διὰ τὴν ἀπήνειαν τῶν ὑπο- κειμένων καὶ ἀπρεπῆ τὴν κεφαλὴν ἀποτελεῖϲθαι, ϲὺν τῷ καὶ εἰ τοῦτο εὐπρεπέϲ ἐϲτιν τὸ ϲχῆμα διὰ τῆϲ περὶ τὰ λουτρὰ πλάϲεωϲ ἀκινδύνωϲ αὐτὸ καὶ ἀϲυμπαθῶϲ ἀποδοθήϲεϲθαι), 〈μήτε〉 κατὰ τρυφεροῦ τινοϲ λίαν, ὥϲτε πάλιν διὰ τὴν πολλὴν ϲύννευϲιν |διαϲτρέφεϲθαι τὴν ῥάχιν ἢ τὸν τράχηλον [κατακλιτέον]. ϲυμμέτρωϲ οὖν κατακλινέϲθω τὸ βρέφοϲ, οἶον κατὰ προϲκεφαλαίου πεπληρωμένου κναφάλλων, εἰ δὲ μή, χόρτου ἁπαλοῦ, ϲωληνοειδῶϲ κοιλαινομένηϲ τῆϲ ϲτρωμνῆϲ, ὥϲτε τὸ βρέφοϲ τιθέμενον 〈μὴ〉 περικυλιϲθῆναι. μετέωρον δὲ ποϲῶϲ ϲχηματιζέϲθω τὸ κεφάλιον, διόπερ οὐκ ἀτόπωϲ ἐν ταῖϲ ϲκάφαιϲ ἐϲτρωμέναιϲ ἐῶϲί τινεϲ κατακλίνεϲθαι. κοὶ τὰ ἐπιβλήματα πρὸϲ λόγον τῆϲ ὥραϲ θερμότερα ἔϲτω ἢ τριβακώτερα, τὰ δὲ ὑποκείμενα κατὰ μέροϲ ψυχέϲθω καὶ ἀλ- λαϲϲέϲθω πρὸϲ τὸ μήτε περιψῦξαι μήτε τῆϲ δυϲωδίαϲ πληρῶϲαι τὸ βρέφοϲ. ὅθεν τινὲϲ καὶ φύλλα ὑπέϲτρωϲαν δάφνηϲ ἢ μυρϲίνηϲ κατ᾿ ἐπιτήδευϲιν εὐωδίαϲ, οἱ δὲ καὶ αὐτὴν φυλαϲϲόμενοι τὴν εὐωδίαν ὡϲ πληκτικὴν ἀπεδοκίμαϲαν αὐτά. τὸν οἶκον δὲ δεῖ καθαρὸν εἶναι καὶ ϲυμμέτρωϲ θερμὸν καὶ μήτε ἄγαν ἔχοντα πληκτικὴν ἀποφορὰν μήτε περιαύγειαν, παρ᾿ ὃ καὶ οἰκεία τῆϲ ἀναψυχῆϲ ἀφθονία καὶ κωνωπίων ἡ περίθεϲίϲ ἐϲτιν.