Ancient Greek · ~7 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV VII [ XXVII]. Πῶν ὀμφαλοτομητέον.
Not analysed yet
11 [80]. Μικρὸν δὲ τοῦ βρέφουϲ ἀπηρεμήϲαντοϲ μετὰ τὸν ἐκ τῆϲ ἀποκυήϲεωϲ βραϲμὸν βαϲτάζειν αὐτὸ καὶ τὴν ὀμφαλοτομίαν παραλαμ- βάνειν. δεῖ δὲ τέϲϲαραϲ δακτύλουϲ διαϲτήϲαϲαν ἀπὸ τῆϲ γαϲτρὸϲ ἀπο- κόπτειν τὴν ὀμφαλίδα διά τινοϲ ἐπάκμου χάριν τοῦ μηδεμίαν γενέϲθαι περίθλαϲιν. πάϲηϲ δὲ ὅληϲ τμητικώτατόϲ ἐϲτιν ὁ ϲίδηροϲ· αἱ πολλαὶ δὲ τῶν μαιουμένων ὑέλῳ ἢ καλάμῳ ἢ ὀϲτράκῳ ἢ τῷ λεπίῳ τοῦ ἄρτου δοκιμάζουϲιν τὴν ἀποκοπὴν ἢ λίνῳ βιαίωϲ ἀποϲφίγξαϲαι, τῷ δυϲοιώνι- ϲτον εἶναι τὴν ἐν τῷ πρώτῳ χρόνῳ ϲιδήρου τομήν. ὅπερ παντελῶϲ καταγέλαϲτόν ἐϲτιν· καὶ 〈γὰρ〉 τὸ κλαίειν αὐτὸ δυϲοιώνιϲτόν ἐϲτιν, ἀπὸ δὲ τούτου τὸ γεννηθὲν ἄρχεται τοῦ ζῆν. ὅπωϲ 〈δὲ〉 μήτε δια- πριζομένου τοῦ ϲώματοϲ μήτε περιθλωμένου ϲυμπάθεια γένηται καὶ διαγανάκτηϲιϲ, ἄμεινον ἀδειϲιδαιμονέϲτερον ϲμιλίῳ μᾶλλοντὸν ὀμφαλὸν κόπτειν. εἶτα τὸ ἐν αὐτῷ περιεχόμενον ἐκθλίβειν, ὅπερ οὐδὲν ἕτερόν ἐϲτιν εἰ μὴ πεπηγὸϲ αἷμα, κἄπειτα τὸ ἄκρον τῆϲ διακοπῆϲ ἀποϲφίγγειν ὡϲ ἐρίῳ ἐϲτραμμένῳ ἢ μίτῳ ἢ κροκύδι ἤ τινι παραπληϲίῳ· τὸ γὰρ λίνον ἐντέμνον τὴν τρυφερίαν τῶν ϲωμάτων δυϲυπομονήτουϲ ἀλγηδό ναϲ ἀποτελεῖ. τὸ δὲ ἀποβροχίζειν τὸ μέροϲ, ὡϲ ὑπεδείξαμεν, ἀναγκαῖον. ὥϲτε μὴ τῆϲ αἱμορρατίαϲ ἐπιγίνεϲθαι κίνδυνον, τῶν ἐντεῦθεν ἀγγείων τὸ ἀπὸ τῆϲ κυούϲηϲ αἶμα καὶ πνεῦμα διακονικῶϲ ἐπικεχορηγηκότων τῷ ϲώματι τοῦ βρέφουϲ. διὸ τινὲϲ μὲν μετὰ τὴν ἀποκοπὴν ἐπέκαυϲαν τὸν ὀμφαλὸν διὰ αὐλοῦ θερμανθέντοϲ ἢ διὰ τοῦ πλατέοϲ τῆϲ μήληϲ. ὅπερ ποιεῖν ἡμεῖϲ ἀποδοκιμᾷ ζομεν· τὰ γὰρ ἐπικαέντα περιωδυνίαϲ καὶ φλεγμονὰϲ ϲφοδρὰϲ ὑπομένει. μὴ ἐξῃρημένου δὲ τοῦ χορίου κατὰ δύο τόπουϲ ἀποβροχίζειν δεῖ τὸν οὐραχὸν καὶ τότε μεταξὺ διακόπτειν, ἵνα διὰ μὲν τοῦ ἑτέρου βρόχου τὴν τοῦ βρέφουϲ αἱμορραγίαν προ- φυλαξώμεθα, διὰ δὲ θατέρου τὴν τῆϲ ἀποκεκυηκυίαϲ· ἔτι γὰρ αὐτῇ προϲέχεται τὸ χόριον.