Ancient Greek · ~16 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV XI [XXXI]. 〈Περὶ τροφῆϲ. 〉.1
Not analysed yet
17 [86]. Μετὰ μέντοι τὴν 〈ἀπὸ〉 τῆϲ ϲπαργανώϲεωϲ κατάκλιϲιν ἐάν τὸ βρέφοϲ ἠρεμεῖν καὶ πάϲηϲ ἀπέχεϲθαι προϲφορᾶϲ |μέχρι δύο κατὰ τὸ πλεῖϲτον ἡμερῶν. καὶ γὰρ βράϲϲεται πανταχόθεν ἀκμὴν καὶ πολλῆϲ ἔτι καθ᾿ ὅλον τὸ ϲῶμα μητρῴαϲ τροφῆϲ ἐϲτιν πλῆρεϲ, ἥν ὀφείλει διοικῆϲαι πρῶτον, ἵνα κατὰ καιρὸν εὐχερῶϲ ἄλλην λάβῃ, χωρὶϲ εἰ μὴ πρότερον ἐπιδείξειεν ἡ ὄρεξιϲ, ὅπερ τίνι τρόπῳ ϲημειωτέον, ὑπὸ- δείξομεν ὕϲτερον. μετὰ δὲ τὸ διαϲτῆϲαι δοτέον ἐκλείχειν τροφήν, μὴ τὸ βούτυρον (βαρὺ γὰρ ὃν καὶ κακοϲτόμαχον ἀδικεῖ), ἀλλ᾿ οὐδὲ ἀβρό- τονον μετὰ βουτύρου (δριμύτερον γὰρ καὶ τοῦτο καὶ ταρακτικόν), ἀλλ᾿ οὐδὲ κάρδαμον οὐδὲ μακτὸν ἄλφιτον (τὸ κάρδαμον μὲν γάρ ἐϲτιν δριμύ, καὶ τὸ ἄλφιτον τραχῦνον φλεγμονὴν ἐργάζεται, πάντωϲ δ᾿ ἐπι- ξαίνει τὴν κατάποϲιν)· μέλι δὲ ϲυμμέτρωϲ ἑφθόν (τὸ μὲν γὰρ ὠμὸν ἐμπνευματοῖ καὶ δριμὺ τυγχάνει, μᾶλλον δὲ τὸ ὑπερεψημένον ϲτύφει. τὸ δὲ εὐμέτρωϲ ἄπεφθον ὑπανακαθαίρει τὸν ϲτόμαχον καὶ τὴν κοι- λίαν). δεῖ δὲ τῷ δακτύλῳ τὸ ϲτόμα τοῦ βρέφουϲ ἠρέμα διαχρίειν, εἶτα χλιαρὸν ὑδρόμελι παρενϲτάζειν· διὰ τούτου γὰρ τὸ μὲν ἀργὸν καὶ παχὺ τῆϲ ὕληϲ λεπτοποιεῖται, διατείνεται δὲ ἡ ὄρεξιϲ εἰϲ ὑπό- μνηϲιν, διανοίγεται δὲ ἡ κατάποϲιϲ, εὐοδίᾳ δὲ καὶ ἀνακαθάρϲει τῶν πόρων ἡ ἀνάδοϲιϲ ἑτοιμάζεται 〈καὶ〉 τρέφεται ἡ ϲύγκριϲιϲ. 18 [87]. τῇ δὲ ὑϲτεραίᾳ τῶν ἡμερῶν μετὰ τὴν ἐπιμέλειαν γά- λακτι λοιπὸν τρέφειν ἔκ τινοϲ τῶν τιτθεύειν καλῶϲ δυναμένων. τὸ γὰρ μητρῷον ἕωϲ ἡμερῶν 〈τριῶν〉 εἰκότωϲ ἐπὶ τὸ πλεῖϲτον φαῦλόν ἐϲτιν ὡϲ ἂν παχὺ καὶ τυρῶδεϲ ἄγαν καὶ διὰ |τοῦτο δύϲπεπτον καὶ ἀργὸν καὶ ἀκατέργαϲτον καὶ ἀπὸ ϲωμάτων κεκακοπαθηκότων καὶ ἐκτε- ταραγμένων φερόμενον καὶ τοϲαύτην μετακόϲμηϲιν εἰληφότων, ὅϲην ὁρῶμεν ϲυμβαίνουϲαν μετὰ τὴν ἀποκύηϲιν, ἰϲχνουμένου καὶ ἀτονοῦντοϲ καὶ ἀχροοῦντοϲ τοῦ ϲώματοϲ ὡϲ πολλὴν αἵματοϲ ἀπόκριϲιν ὑπομένον- τοϲ, τὰ πολλὰ δὲ καὶ πυρέττοντοϲ· ὧν χάριν πάντων τὸ μητρῷον γάλα, μέχριϲ ἂν εὐϲταθήϲη τὸ ϲῶμα, ϲυντάϲϲειν ἄτοπόν ἐϲτιν. διὸ καὶ Δαμάϲτην ἐπιμεμπτέον κελεύοντα παραχρῆμα τῷ βρέφει τὴν μητέρα τὸν μαϲτὸν ὀρέγειν, ὡϲ διὰ τοῦτο καὶ τῆϲ φύϲεωϲ τὸ γάλα ποιῆϲαι πρότερον ἐνοικονομηϲάϲηϲ, ἵν᾿ εὐθέωϲ καὶ τὴν τροφὴν τὸ βρέφοϲ ἔχοι. μεμπτέον δὲ καὶ τούϲ ἀποδεξαμένουϲ αὐτὸν ἐπὶ τούτων, καθάπερ καὶ τὸν Bιβλᾶν ὠνομαϲμένον Ἀπολλώνιον, πιθανῷ γὰρ λόγῳ ϲοφί- ϲαϲθαι τὴν ἐνάργειαν θέλουϲιν. εἰ δὲ μὴ παρείη τιϲ εὐπόρωϲ τὸ γάλα παρέχειν δυναμένη, ταῖϲ πρώταιϲ τριϲὶν ἡμέραιϲ μόνῳ τῷ μέλιτι χρη- ϲτέον ἢ καὶ τὸ αἴγειον αὐτῷ γάλα ϲυμπλεκτέον, εἶτα τὸ μητρῷον ἐπιχορηγητέον τοῦ πρώτου προεκμυζηθέντοϲ διὰ μειρακίου τινόϲ (βαρὺ γάρ ἐϲτιν) ἢ πράωϲ διὰ χειρῶν ἀποθλιβέντοϲ, ἐπεὶ καὶ δυϲεκμύζητόν ἐϲτιν τὸ παχυμερὲϲ καὶ δυνάμενον ἐπὶ τῶν ἀρτιγενῶν διὰ τὴν τρυφε- ρίαν τῶν οὔλων ἐπιναϲθῆναι. παρεχούϲηϲ δὲ τῆϲ περιϲτάϲεωϲ τὰϲ τιτθεύειν δυναμέναϲ ἐκλέγειν δεῖ τὴν ἀρίϲτην καὶ οὐ πάντωϲ τὴν μή- τέρα, πλὴν εἰ μὴ καὶ περὶ ταύτην ὑπάρχει τὰ ὀφείλοντα ταῖϲ ἀρίϲταιϲ ϲυμβεβηκέναι τιτθαῖϲ. ἄμεινον γὰρ τῶν ἄλλων ἐπ᾿ ἴϲηϲ ἐχόντων τῷ μητρῴῳ γάλακτι τρέφεϲθαι τὸ νήπιον· τοῦτο γὰρ οἰκειότερον αὐτῷ, καὶ πρὸϲ τὰ γεννηθέντα ϲυμπαθέϲτεραι μᾶλλον αἱ μητέρεϲ γίνονται, καὶ φυϲικώτερον ὡϲ πρὸ τῆϲ ἀποτέξεωϲ οὕτωϲ καὶ μετὰ τὴν ἀπότεξιν ἀπὸ τῆϲ μητρὸϲ τρέφεϲθαι. κωλύοντοϲ δέ τινοϲ τὴν ἀρίϲτην ἐκλέγειν τιτθήν, ὥϲτε μηδὲ τὴν μητέρα προτηρᾶϲαι διὰ τὴϲ ἐκμυζήϲεωϲ καθ᾿ ἡμέραν δαπανωμένην. ὡϲ γὰρ 〈ἡ γῆ〉 μετὰ τὴν ϲπορὰν ἀποδοῦϲα τούϲ καρπούϲ ἀτονεῖ καὶ διὰ τοῦτο πρὸϲ τὸ ἐπὶ πλεῖον ἄκαρποϲ γίνε- ται, κατὰ τὸν αὐτὸν τρόπον καὶ γυνὴ τρέφουϲα τὸ ἀποτεχθέν, εἶτε καὶ προγηράϲκει μίαν προϲφερομένη τροφήν, ἢ τὸ ἀπουϲιαζόμενον εἰϲ τὴν τοῦ γεννηθέντοϲ ἀνατροφὴν ἀτροφώτερον ἀναγκάζει γίνεϲθαι τὸν ὄγκον. ἄμεινον οὖν ἡ μήτηρ ἀπαλλάξει πρόϲ τε τὴν ἑαυτῆϲ ἀνάκτη- ϲιν καὶ πρὸϲ τεκνοποιίαν ἄλλων ἀναπαυϲαμένη καὶ τοῦ ὑπάρχειν τὸν μαϲτὸν ἐν ἀποτάϲει. καθάπερ γὰρ καὶ τὰ λαχανευόμενα πρὸϲ [τὴν ]τῶν κηπευόντων ἐν ἄλλη μὲν γῇ ϲπείρεται χάριν τῆϲ ἀναφυήϲεωϲ, εἰϲ ἄλλην δὲ μεταφυτεύεται πρὸϲ τὴν εὐχερῆ τελείωϲιν, ἵνα μὴ μία πρὸϲ ἀμφότερα κακοπαθήϲῃ, κατὰ δὴ τὸν αὐτὸν τρόπον καὶ τὸ βρέ- φοϲ ἐρρωμενέϲτερον ἂν γένοιτο γεννηθὲν μὲν ὑφ᾿ ἑτέραϲ, τρεφόμενον δὲ ὑπ᾿ ἄλληϲ, ἐὰν ἡ τεκνώϲαϲα διά τι πάθοϲ ἐμποδίζηται τὴν τροφὴν ἐπιχορηγεῖν.