Ancient Greek · ~15 min
〈ϹΩΠΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Γ〉
Soranus, Gynaeciorum Libri IV XI. Περἱ ῥοῦ γυναικείου..1
Not analysed yet
43. [Ὁ καλούμενοϲ γυναικεῖοϲ ῥοῦϲ] Κατὰ μὲν τοὺϲ ἀ ρχαίουϲ. ὡϲ Ἀλέξανδ ροϲ ὁ Φιλαλή θ ηϲ ἐν τῷ πρώτῳ λέγει τῶν Γυναι -κείων, ῥοῦϲ ἐϲτι “πλείονοϲ αἴματοϲ φορὰ διὰ μήτραϲ μετὰ παρεκτά- ϲεωϲ χρόνου ”,κατὰ δὲ Δημήτριον τὸν Ἡροφίλειον “φορὰ ὑγρῶν διὰ μήτραϲ μετὰ παρεκτάϲεωϲ χρόνου ”,τῷ μὴ αἱματώδη μόνον ἀλλὰ καὶ ἄλλοτε ἀλλοῖον κατὰ χρόνον γίνεϲθαι ῥοῦν. καθ’ ἡμ ᾶ ϲ δὲ ῥευματιϲμόϲ ἐϲτιν ὑϲτέραϲ χρονίζων αίϲθητῶϲ ἀποκρινομένου πλείονοϲ ὑγροῦ. διαφοραὶ δὲ αὐτοῦ κατὰ μὲν Ἀϲκληπιάδην καὶ ἄλλουϲ τινὰ ϲ δύο (εἶϲ μὲν γάρ ἐϲτιν ἐρυθρόϲ, ἄλλοϲ δὲ ὑδατώδηϲ καὶ λευκόϲ), κατὰ δὲ τὸν Δημήτριον παρὰ τὴν χρόαν καὶ τὴν δύναμιν. παρὰ μὲν οὖν τὴν χρόαν· ὃϲ μὲν γάρ ἐϲτι λευκόϲ, πτιϲάνηϲ χυλῷ παρα- πλήϲιοϲ, ὅϲ δὲ ὑδατώδηϲ, |ὅϲ δὲ ἐρυθρόϲ, ὃϲ δὲ μέλαϲ, ὃϲ δὲ ὕφαιμοϲ ϲαρξὶ πεπλυμέναιϲ ὅμοιοϲ. ὃϲ δὲ ἀνώμαλοϲ, ὃϲ δὲ ὠχρόϲ· παρὰ δὲ τὴν δύναμιν ὅϲ μέν ἐϲτιν ἀργὸϲ καὶ ἄνευ δήξεωϲ καὶ ἀλγήματοϲ φέρεται, ὃϲ δὲ φέρεται μετὰ δήξεωϲ καὶ ἀναβρώϲεωϲ καὶ ϲυναίϲθηϲιν ἐπώδυνον ἐν τῷ καιρῷ τῆϲ ἀποκρίϲεωϲ ἐπιφέρων. λέγει δὲ καὶ τὸν μὲν ἀφ’ ὅλου φέρεϲθαι τοῦ ϲώματοϲ, τὸν δὲ ἀπὸ τῆϲ ὑϲτέραϲ, τὸν δὲ ἀπ’ ἄλλου τινὸϲ μέρουϲ, καὶ τὰϲ τούτων διαφορὰϲ ἐπεξέρχονται δὲ μετὰ ϲημειώϲεωϲ. ἃϲ μακρὸν ἅμα καὶ ἄχρηϲτον ἐξιϲτορεῖν· ἐπὶ παντὸϲ γὰρ ῥευματιϲμοῦ καὶ ὅλων τῶν ϲωμάτων καὶ μερικῶϲ τῆϲ ὑϲτέραϲ ἐπιμελεῖϲθαι προϲῆκεν. λέγεται δὲ ὁ λευκὸϲ ῥοῦϲ τοῦ ἐρυθροῦ δυϲτραπελώτεροϲ, ὡϲ διὰ ϲτενοτέρων φερόμενοϲ πόρων. ἡμεῖϲ δὲ κατὰ κοινὸν ϲημειωϲόμεθα τὸν ῥοῦν ἐκ τοῦ ϲυνεχῶϲ καθυγροίνεϲθαι τοὺϲ τόπουϲ διαφόροιϲ κατὰ χρόαν ὑγροῖϲ, τὴν δὲ κάμνουϲαν ἀχροεῖν καὶ ἀτροφεῖν καὶ ἀνορεκτεῖν κἀν τοῖϲ περιπάτοιϲ πολλάκιϲ δυϲπνοεῖν καὶ κατοιδηκόταϲ ἔχειν τοὺϲ πόδαϲ. 44. κατὰ δὲ τὸ προϲεχὲϲ διοίϲει τὸ πάθοϲ αὑτοῦ τῷ τὸν μὲν χωρὶϲ πόνου ὑπάρχειν, τὸν δὲ μετὰ πόνου, καὶ 〈τὸν μὲν〉 χωρὶϲ ἑλκώϲεωϲ, τὸν δὲ μεθ’ ἑλκώϲεωϲ, 〈ἤτοι〉 φλεγμαινούϲηϲ ἢ ῥυπαρᾶϲ ὴ καθαρᾶϲ. 〈ὅτε μὲν οὖν χωρὶϲ ἑλκώϲεωϲ ἡ πόνου φέρεται, πᾶϲι χρηϲτέον τοῖϲ ἐπὶ τῆϲ αἱμορραγούϲηϲ ὑϲτέραϲ εἰρημένοιϲ〉· εἰ δὲ καὶ ποτήμαϲί τιϲ ἐθέλοι, μὴ φαρμακώδεϲι καὶ δριμέϲιν, ἀλλ’ ἠπίοιϲ τε 〈χρῆϲθαι καὶ ϲταλτικοῖϲ, ταῦτα παραλαμβάνειν οὐ παραιτητέον〉, οἷον λωτοῦ πριϲμάτων ἀπόβρεγμα κατ’ ἰδίαν ἢ μετὰ δυοῖν ὀβολῶν Ϲαμίαϲ γῆϲ ἐν δυϲὶ κυάθοιϲ ὕδατοϲ (εἰ δὲ〈ὁ〉 καιρὸϲ ἐπιτρέποι, καὶ μετ’ οἴνου αὐϲτηροῦ) ἢ ϲὺν αὐτῷ λαγωοῦ ἢ μόϲχου πυτίαν ῆ ἀρνὸϲ ἢ ἐλάφου (πηκτικὴ γὰρ κατὰ δύναμίν ἐϲτιν) ἢ γίγαρτα λεῖα ἢ μύρτα ἤ ϲίδια ἢ φλοιὸν πίτυοϲ ἤ τι τῶν ἐμφερῶν ἐπιπαϲϲόμενον τῷ ποτῷ μέχρι δυοῖν δραχμῶν ἢ ἀφέψημα φοινίκων Θηβαικῶν ἢ κυδωνίων καὶ μήλων. ὅτε δὲ μετὰ πόνου φέρεται, χυλὸν ἐνετέον τράγου ἢ χόνδρου ἢ πτιϲάνηϲ διὰ μητρεγχύτου 〈ἢ〉 κλυϲτηριδίου, καὶ τοῖϲ θερμοῖϲ κατὰ δύναμιν χρηϲτέον καταπλάϲμαϲι καὶ τροφαῖϲ ἐνθέρμοιϲ τε καὶ λεπταῖϲ. ὅτε δὲ μεθ’ ἑλκώϲεωϲ, ἐπὶ μὲν τῆϲ φλεγμαινούϲηϲ τοῖϲ αὐτοῖϲ πάλιν χρηϲτέον οἷϲ ἐπὶ τοῦ μετὰ περιωδυνίαϲ καὶ χωρὶϲ ἑλκώϲεωϲ ῥευμα- τιϲμοῦ· εἰ δ’ εἴη ῥυπαρά, ὥϲτε τρυγῶδεϲ εἶναι τὸ φερόμενον, ἢ 〈καθαρἀ〉, καθάπερ ἐπὶ δυϲεντερικῶν ποὺ μὲν 〈τοῖϲ〉 ἀνακαθαίρειν, ποὺ δὲ τοῖϲ ἐπουλοῦν δυναμένοιϲ, ὧν μνημονεύϲομεν μικρὸν ὕϲτερον περὶ τῶν ἐν μήτρᾳ διαλαμβάνοντεϲ ἑλκῶν. εἰ δὲ χροτίϲαϲ ὁ ῥοῦϲ ποτὲ μὲν ἐπιθέϲειϲ, ποτὲ δὲ διαλείμματα λαμβάνοι, κατὰ μὲν τὴν ἐπί- θεϲιν τοῖϲ ἁπλοῖϲ παρηγορίαϲ ἕνεκεν χρηϲτέον, κατὰ δὲ τὰ διαλείμ- ματα τοῖϲ τονοῦν καὶ μεταϲυγκρίνειν δυναμένοιϲ, οἶον αἰώρᾳ διαφόρῳ, περιπάτῳ, ἀναφωνήϲει, ἀναληπτικῇ ἐπιμελεία, λουτρῷ, οἰναρίῳ, ποικίλῃ τροφῇ, παροπτήϲεϲιν, ἡλιώϲεϲιν, ϲικύαιϲ μεταϲυγκριτικαῖϲ, δρώπαξι, τρίψεϲι διὰ γυμνῶν τῶν χειρῶν ἢ δι’ ὠμολίνου, ἢ ψιλώθρῳ ἢ ϲμή- γμαϲι μεταϲυγκριτικοῖϲ, ϲιναπιϲμῷ, ἐμέτῳ ἀπὸ ῥαφανίδων, δριμυφαγίᾳ καὶ τῇ κατὰ κύκλον ἀγωγῇ, κολύμβοιϲ, κατακρουνιϲμοῖϲ ἐν ὕδαϲιν αὐτοφυέϲιν, ἀλλαγαῖϲ ἀέρων διὰ γῆϲ καὶ θαλάϲϲηϲ, ἐγκαθίϲμαϲί τε καὶ πεϲϲοῖϲ τοῖϲ ἀμύϲϲειν δυναμένοιϲ. τὴν δὲ ἐπὶ τοῦ αἱματώδουϲ ῥοῦ φλεβοτομίαν [ἀπὸ ἀγκῶνοϲ ἢ ῥινὸϲ ἢ μετώπου ὡϲ ἀνωτέρω εἰρήκαμεν] καὶ νῦν ἀποδοκιμάζομεν μὴ ϲφοδροτέραϲ περιωδυνίαϲ ἐπειγούϲηϲ· ϲυϲτολῆϲ γὰρ χρῇζει τὸ πάθοϲ, οὐκ ἀνέϲεωϲ, ἤν ἡ τοῦ αἵματοϲ ἀραί ρεϲιϲ πέφυκεν παρέχειν.