Ancient Greek · ~24 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV XII [XXXII]. Περὶ ἐκλογῆϲ τιτθῆϲ..1
Not analysed yet
19 [88]. Ἐκλεκτέον δὲ τὴν τιτθὴν οὔτε νεωτέραν ἐτῶν εἴκοϲιν οὔτε πρεϲβυτέραν ἐτῶν τεϲϲαράκοντα, προκεκυηκυῖαν δὶϲ ἢ τρίϲ, ἄνοϲον, εὐεκτοῦϲαν, εὐμεγέθη τῷ ϲώματι καὶ εὐχρουϲτέραν, μαϲτοὺϲ ἔχουϲαν ϲυμμέτρουϲ, χαύνουϲ μαλακούϲ |ἀρρυϲώτουϲ, καὶ θηλὰϲ μήτε μεγάλαϲ μήτε μικροτέραϲ καὶ μήτε πυκνοτέραϲ μήτε ἄγαν ϲηραγγώδειϲ καὶ ἀθροῦν ἀφιείϲαϲ τὸ γάλα, ϲώφρονα, ϲυμπαθῆ καὶ ἀόργιϲτον, Ἑλληνίδα, καθάριον. τούτων δὲ ἕκαϲτον παρακειμένουϲ ἔχει τοὺϲ ἐπι- λογιϲμούϲ. ἀκμάζουϲαν μὲν γάρ, ὅτι αἱ νεώτεραι 〈μὲν〉 ἄπειροι παιδο- τροφίαϲ ὑπάρχουϲιν καὶ ἀμελεϲτέραν ἔτι καὶ παιδικὴν ἔχουϲι τὴν γνώμην, πρεϲβύτεραι δὲ διὰ τὴν ἀτονίαν τοῦ ϲώματοϲ ὑδαρέϲτερον γεννῶϲι τὸ γάλα, ταῖϲ δὲ ἀκμαζούϲαιϲ ϲυνευτονεῖ πᾶν φυϲικὸν ἔργον. προκεκυηκυῖαν δὲ δὶϲ ἢ τρίϲ, ὅτι αἱ πρωτοτόκοι μὲν ἀκμὴν παιδο- τροφίαϲ ἀγύμναϲτοι καὶ παιδικὸν ἔτι καὶ ἀμέγεθεϲ καὶ πυκνότερον τὸ ϲύγκριμα τῶν μαϲτῶν ἔχουϲιν, αἱ δὲ πολλάκιϲ μὲν ἀποκυήϲαϲαι, πολ- λάκιϲ δὲ νηπιοτροφήϲαϲαι, ῥακώδειϲ οὖϲαι, λεπτὸν καὶ οὐκ ἀκμαῖον ἀποτελοῦϲι τὸ γάλα. 〈ἄνοϲον δὲ, ὅτι ὑγιὲϲ μὲν τὸ γάλα〉 καὶ τρόφι- μον ἐξ ὑγιεινοῦ ϲώματοϲ, νοϲῶδεϲ δὲ καὶ φαῦλον ἐκ νοϲεροῦ, καθάπερ καὶ τὸ διὰ τῆϲ γῆϲ φαύληϲ ῥέον ὕδωρ καὶ αὐτὸ γεννᾶται φαῦλον ταῖϲ ἐκ τῶν εὐρυχωριῶν διαφθειρόμενον ποιότηϲιν. εὐεκτοῦϲαν δέ, τοῦτ᾿ ἐϲτιν εὔϲαρκόν τε καὶ ῥωμαλέαν, καὶ τοῦ αὐτοῦ μὲν χάριν, ἤδη δὲ καὶ τοῦ μὴ ῥᾳδίωϲ εἰϲ τὰϲ ὑπηρεϲίαϲ καὶ τὰϲ νυκτερινὰϲ φροντίδαϲ ἐξαϲθενεῖν, διὰ τοῦτο δὲ καὶ τὸ γάλα μεταβάλλειν ἐπὶ τὸ χεῖρον. εὐμεγέθη δὲ τῷ ϲώματι· τροφιμώτερον γὰρ τῶν ἄλλων ἐπ᾿ ἔχόν- των τὸ ἀπὸ μεγάλων ϲωμάτων γάλα. εὐχρουϲτέραν δέ· μείζονα γὰρ ἐπὶ τῶν τοιούτων ἀγγεῖα |ἐπὶ τοὺϲ μαϲτούϲ ἀναφέρει τὴν ὕλην, ὥϲτε πλεῖον τὸ γάλα γίνεϲθαι. μαϲτοὺϲ δὲ ἔχουϲαν ϲυμμέτρουϲ· οἱ μικροὶ μὲν γὰρ ὀλίγον ἔχουϲι τὸ γάλα, οἱ ὑπέρογκοι δὲ καὶ περιττό- τερον τοῦ δέοντοϲ, ὥϲτε μετὰ τὴν τιτθείαν εἰ μὲν ὑπομένοι τὸ πλεῖον, μηκέτι νεαρὸν αὐτὸ πρὸϲ τοῦ βρέφουϲ ἑλκυϲθήϲεϲθαι, τρόπῳ δέ τινι προδιεφθαρμένον, εἰ δὲ πᾶν ἀποθηλάζοιτο δι᾿ ἄλλων παιδίων ἢ καὶ ἑτέρων ζῴων, καταλυθήϲεϲθαι 〈τὴν〉 γαλουχοῦϲαν. εἶθ᾿ οἱ μείζονεϲ καὶ βαροῦϲιν ἐπιπίπτοντεϲ τοῖϲ τρεφομένοιϲ· ἄλλωϲ τέ τινεϲ ὑπο- λαμβάνουϲιν 〈αὐτοὺϲ〉 ὀλιγώτερον πολλάκιϲ ἔχειν τὸ γάλα, πρὸϲ τὴν αὔξηϲιν τῆϲ ϲαρκὸϲ αὐτῶν δαπανωμένηϲ τῆϲ εἰϲ αὐτούϲ φερομένηϲ τροφῆϲ καὶ οὐκ εἰϲ τὸ πλῆθοϲ τοῦ γάλακτοϲ. χαύνουϲ δὲ καὶ μαλα- κοὺϲ καὶ ἀρρυϲώτουϲ καὶ μήτε φανεροῖϲ καταπεπλεγμένουϲ τοῖϲ ἀγγείοιϲ μήτε θρομβώδειϲ ϲυϲτάϲειϲ ἐναιωρουμέναϲ ἔχονταϲ· οἱ πυκνοὶ μὲν γὰρ καὶ ϲκληροὶ καὶ καταπεπλεγμένοι τοῖϲ ἀγγείοιϲ ὀλίγον τὸ γάλα ποιοῦ- ϲιν, οἱ ῥυϲοὶ δὲ καὶ ῥακώδειϲ ὥϲπερ ἐν τοῖϲ γραιώδεϲι καὶ ἀραιοῖϲ ϲυγκρίμαϲιν ὑδαρέϲ, οἱ δὲ θρομβώδειϲ ϲυϲτάϲειϲ ἔχοντεϲ παχὺ καὶ ὑπανώμαλον. τὰϲ δὲ θηλὰϲ μήτε μεγάλαϲ μήτε μικράϲ αἱ μεγάλαι μὲν 〈γὰρ〉 θλίβουϲιν τὰ οὖλα καὶ τῇ καταπόϲει κωλύουϲι ϲυνεργεῖν τὴν γλῶϲϲαν, αἱ μικραὶ δὲ δυϲεπίληπτοι τυγχάνουϲιν καὶ κατ᾿ ὀλίγον 〈πέμπουϲιν〉 ἐκροφοῦϲιν τὸ γάλα, διὸ κακοπαθοῦντα τὰ βρέφη πρὸϲ τὰϲ ἐκμυζήϲειϲ ταῖϲ λεγομέναιϲ ἄφθαιϲ εἴωθεν περιπίπτειν. μήτε πυκνο- τέραϲ μήτε ϲηραγγώδειϲ ἄγαν καὶ ἀθρόον |τὸ γάλα προϊεμέναϲ· ϲτενό- ποροι μὲν γὰρ οὐ ῥᾳδίωϲ ἄνευ τοῦ θλίβεϲθαι τὸ γάλα προῑᾶϲιν, ὥϲτε κακοπαθεῖν ἐν ταῖϲ ἐκμυζήϲεϲιν τὰ βρέφη μὴ ἐπιχορηγουμένου τοϲού- του γάλακτοϲ, ὅϲον ἐϲπούδακεν ἐπιϲπάϲαϲθαι, 〈αἱ〉 δὲ ἄγαν ϲηραγγώ- δειϲ κίνδυνον ἐπάγουϲι πνιγμοῦ, πρὸϲ γὰρ τὴν ἐκμύζηϲιν ἀθροῦν ἐπι- φέρεται τῷ ϲτόματι τὸ γάλα. ϲώφρονα δέ, πρὸϲ τὸ ϲυνουϲίαϲ ἀπέχε- ϲθαι καὶ μέθηϲ καὶ λαγνείαϲ καὶ τῆϲ ἄλληϲ ἡδονῆϲ καὶ ἀκραϲίαϲ. αἱ ϲυνουϲίαι μὲν γὰρ μετὰ τοῦ τὴν πρὸϲ 〈τὸ〉 τρεφόμενον φιλοϲτοργίαν ἀποψύχειν περιϲπαϲμῷ τῆϲ ἐκ τῶν ἀφροδιϲίων ἡδονῆϲ ἔτι καὶ φθεί- ρουϲι τὸ γάλα καὶ μειοῦϲιν ἢ τελείωϲ ἀφανίζουϲιν, τὰϲ διὰ τῆϲ μήτραϲ ἐρεθίζουϲαι καθάρϲειϲ ἢ ϲυλλήψειϲ ἀποτελοῦϲαι. διὰ δὲ τὰϲ μέθαϲ. πρῶτον μὲν ἡ γαλουχοῦϲα βλάπτεται καὶ τῇ ψυχῇ καὶ τῷ ϲώματι, διὰ τοῦτο δὲ καὶ τὸ γάλα διαφθείρει· δεύτερον δὲ ὕπνῳ δυϲδιεγέρτῳ κατε- χομένη καταλείπει τὸ βρέφοϲ ἀνεπιμέλητον ἢ καὶ κινδυνωδῶϲ ἐπ᾿ αὐτῷ καταπίπτει· τρίτον ἡ τοῦ πλείονοϲ οἴνου ποιότηϲ ϲυναναδίδοται τῷ γάλακτι, καὶ διὰ τοῦτο νωθρὰ καὶ καρώδη, ποτὲ δὲ καὶ ἔντρομα καὶ ἀπόπληκτα καὶ ϲπαϲμώδη τὰ τρεφόμενα γίνονται βρέφη, καθάπερ ϲυὸϲ τρύγα προϲενεγκαμένηϲ καροῦται καὶ ϲκοτοῦται τὰ γαλουχούμενα. ϲυμπαθῆ δὲ καὶ φιλόϲτοργον, ἵνα καὶ τὰ τῆϲ ὑπηρεϲίαϲ ἀόκνωϲ παρέχῃ καὶ ἀγογγύϲτωϲ. ἔνιαι γὰρ οὕτωϲ ἔχουϲιν ἀπαθῶϲ πρὸϲ τὸ γαλουχού- μενον, ὥϲτε μηδὲ ἐπὶ πολὺ κλαυθμυρίζοντοϲ αὐτοῦ ποιήϲαϲθαι πρό- νοιαν, ἀλλὰ μηδὲ ϲχηματίϲαι τὸ κείμενον, ἐᾶϲαι δ᾿ ἐφ᾿ ἑνὸϲ ϲχήματοϲ, ὥϲτε πολλάκιϲ διὰ τὴν θλίψιν προκακοπαθοῦν ναρκᾶν τε καὶ φαύλωϲ διατίθεϲθαι τὸ νευρῶδεϲ. |ἀόργιϲτον δέ, ὅτι φύϲει ϲυνεξομοιοῦται τὰ τρεφόμενα ταῖϲ τρεφούϲαιϲ καὶ διὰ τοῦτο βαρύθυμα μὲν ἐξ ὀργίλων, ἐπιεικῆ δὲ ἐκ μετρίων γίνεται· καὶ ἄλλωϲ μανιώδειϲ εἰϲὶν αἱ θυμού- μεναι καὶ φόβῳ κλαυθμυρίζον ποτὲ τὸ βρέφοϲ ἐπιϲχεῖν μὴ δυνάμεναι ῥιπτοῦϲιν ἐκ τῶν χειρῶν ἢ καταϲτρέφουϲιν ἐπικινδύνωϲ. διόπερ οὐδὲ. δειειδαίμονα δεῖ καὶ θεοφόρητον εἶναι τὴν γαλοῦχον, ἵνα μὴ παρα- λογιϲθεῖϲά ποτε καὶ μανιωδῶϲ ϲαλευθεῖϲα κινδύνῳ τὸ βρέφοϲ περι- βάλῃ. καθάριον δὲ δεῖ εἶναι τὴν τιτθήν, ἵνα μὴ διὰ τὴν τῶν ϲπαργά- νων ὀϲμὴν ὁ ϲτόμαχοϲ ἐκλύηται τῶν νηπίων ἀγρυπνῇ τε διὰ τοὺ ὀδαξηϲμοὺϲ ἤ τιν᾿ ὕϲτερον ἕλκωϲιν ὑπομένῃ Ἑλληνίδα δέ. χάριν τοῦ τῇ καλλίϲτη διαλέκτῳ ἐθιϲθῆναι τὸ τρεφόμενον ὑπ᾿ αὐτῆϲ. 20 [89]. ἐχέτω δὲ κατὰ τὸ πλεῖϲτον δυοῖν ἢ τριῶν μηνῶν γάλα. τὸ μὲν γὰρ πρόϲφατον ἄγαν, ὡϲ ἐλέγομεν, παχυμερέϲτερον καὶ δυϲ- διοίκητον, τὸ δὲ παλαιὸν ἄτροφον καὶ λεπτόν. ἔνιοι δέ φαϲιν, ὅτι δεῖ τὴν ἄρρεν μέλλουϲαν τρέφειν ἄρρεν τετοκέναι, τὴν δὲ θῆλυ πάλιν θῆλυ. οἶϲ οὐ προϲεκτέον· οὐ γὰρ θεωροῦϲιν, ὅτι δι᾿ ἑνὸϲ καὶ τοῦ αὐτοῦ γάλακτοϲ αἱ τὰ δίδυμα τεκοῦϲαι τρέφουϲιν καὶ τὸ μὲν αὐτῶν ἄρρεν, τὸ δὲ θῆλυ. κοινῶϲ δὲ καὶ πᾶν γένοϲ ζῴων τῇ αὐτῇ τροφῇ χρῆται, καὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ, κοὶ διὰ τοῦτο 〈οὐ〉 πάντωϲ ἢ τῷ ἄρρεν γίνεται θηλύτερον ἢ τὸ θῆλυ ἀρρενικώτερον. δεῖ δὲ τοῖϲ ἀϲφα- λῶϲ καὶ εὐτυχῶϲ τραφηϲομένοιϲ παιδίοιϲ πλείοναϲ παρεϲκευάϲθαι γα- λούχουϲ· ἐπιϲφαλὲϲ γὰρ τὸ πρὸϲ |μίαν τρεφόμενον ϲυνειθίϲθαι, καὶ νοϲῆϲαι δυναμένηϲ αὐτῆϲ καὶ ἀποθανεῖν, ὁπηνίκα τῇ ἀλλαγῇ τοῦ γά- λακτοϲ ποτὲ μὲν ξενοπαθοῦν λυπεῖται τὸ νήπιον, ποτὲ δὲ καὶ πάντε- λῶϲ ἀποϲτρεφόμενον λιμῷ διαφθείρεται.