Ancient Greek · ~8 min
〈ϹΩΠΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Γ〉
Soranus, Gynaeciorum Libri IV XII. Περὶ γονορροίαϲ.
Not analysed yet
45. Οὐκ ἐπὶ μόνων ἀνδρῶν, ἀλλὰ καὶ ἐπὶ γυναικῶν ἀποτελεῖται γονόρροια. ἐϲτι δὲ ϲπέρματοϲ ἔκκριϲιϲ χωρὶϲ προθυμίαϲ καὶ ἐντάϲεωϲ ἐκ μικρῶν φέρουϲα διαϲτημάτων, ὥϲτε τὸν ὄγκον ὠχραίνεϲθαι καὶ ἀδυναμεῖν καὶ ϲυντήκεϲθαι· χαλᾶται γὰρ ἡ μήτρα, καὶ ἀδυναμία παρέπεται, καὶ ϲυντήκεται τὰ ϲώματα κατὰ βραχύ. ϲυρρεῖ γὰρ πρὸϲ τὴν μήτραν κατ’ ὀλίγον ἡ ἀπὸ τοῦ ϲώματοϲ ὕλη, ἀλλοίωϲιν βραχεῖαν ἐν τοῖϲ τόποιϲ ὑπομένουϲα, καθάπερ ἐπὶ τῶν ὀφθαλμιώντων τὸ δά- κρυον. χρονίζειν δὲ εἴωθε τὸ πάθοϲ τῷ γένει ῥοῶδεϲ ὑπάρχον. 46. διὸ προϲφάτου μὲν αὐτοῦ τυγχάνοντοϲ ὥϲπερ ἐν τοῖϲ παρ- οξυϲμοῖϲ παρηγορικῶϲ ἀκτέον. ἐγκαθίζειν μὲν οὖν αὐτὰϲ χρὴ εἰϲ τὰ ϲτύφοντα ἀφεψήματα καὶ ψυχρότερα (οἷον ῥόδων, μυρϲίνηϲ, ϲχίνου, βάτου καὶ τῶν ὁμοίων) καὶ περιχρίειν τὸ ἦτρον καὶ τοὺϲ βουβῶναϲ ἀκακίαν καὶ ὑποκιϲτίδα μετ’ οἴνου αὐϲτηροῦ καὶ τὰ παραπλήϲια καὶ τοῖϲ διὰ φυινίκων καὶ κυδωνίων καὶ μυρϲίνηϲ καταπλάϲμαϲι καὶ κηρω- ταῖϲ χρῆϲθαι. ἔλαϲμα δὲ μολύβδου πλατὺ καὶ λεπτὸν ὑποβλητέον ὀϲφύι νυκτόϲ, καὶ τριβακοῖϲ χρωμέναιϲ περιβλήμαϲι καὶ μὴ τρυφερὰ ἔϲτω τὰ ὑποϲτρώματα. ἐμέτοιϲ δὲ χρηϲτέον καὶ τοῖϲ ἀπὸ τροφῆϲ μέν, μάλιϲτα δὲ νήϲτεϲι. καὶ γυμνάζειν τὰ ἄνω μέρη καὶ τρίβειν ἐπὶ πολύ μὴ λιπαίνειν δὲ ὅλωϲ μηδὲ θερμαίνειν τὰ πεπονθότα μέρη. ποτίζειν δὲ ἁλικακάβου ῥίζηϲ ἐξηραμένηϲ ἐν ϲκιᾷ ⋖α μεθ’ ὕδατοϲ ἢ ἄγνου ϲπέρματοϲ ὁμοίωϲ ἢ κανάβεωϲ ἢ πηγάνου ϲπέρματοϲ’ τροφὰϲ δὲ διό- ναι μὴ διαλελυμέναϲ μηδὲ ῥοφηματώδειϲ μηδὲ γεννητικὰϲ τοῦ ϲπέρμα τοϲ ἢ ἐρεθιϲτικάϲ. ἀλλὰ ξηροφαγεῖν τὰ πλεῖϲτα καὶ τῶν πτηνῶν τι λαμβάνειν ὸπτὸν καὶ οἶνον ὀλίγον ϲκληρότερον. φεύγειν δὲ καὶ τὰ λοιπὰ ἐρεθιϲτικὰ τῶν ἀφροδιϲίων, ὡϲ μηδὲ ἐν ζωγραφίᾳ χαρακτῆραϲ δεικνύειν εὐμόρφουϲ μηδὲ τοὺϲ περὶ τῶν ϲυμπλοκῶν λόγουϲ διηγεῖϲθαι [μηδὲ τοὺϲ περὶ τῆϲ ϲυνουϲίαϲ λόγουϲ τίθεϲθαι], ϲτυγνὰϲ δὲ τὰϲ δια- γωγὰϲ ποιεῖϲθαι καὶ ἀναγνώϲειϲ ὁμοίωϲ καὶ διηγήματα. χρονιζούϲηϲ δὲ τῆϲ διαθέϲεωϲ κοὶ γυμναϲίοιϲ χρῆϲθαι καὶ ἀφιδρώϲεϲι καὶ τρίψεϲι καὶ βαλανείοιϲ ψυχροῖϲ, ῥοδίνῳ δὲ ϲυνεχῶϲ χριϲτέον τὸ ἦτρον καὶ τὴν ὀϲφύν. [χρηϲτέον δὲ καὶ τοῖϲ ἐπὶ τῆϲ τῶν ἀνδρῶν γονορροίαϲ καὶ. ὀνειρώξεωϲ προγεγραμμένοιϲ βοηθήμαϲιν.] διαλείμματοϲ δὲ γενομένου 〈παραλαμβάνειν〉 τὰ τονοῦντα καὶ μεταϲυγκρίνοντα τοπικῶϲ καὶ τὴν ὅλην ϲύγκριϲιν, ὧν τὰϲ ὕλαϲ ἐκ τῶν πρόϲθεν εἰρημένων μετενεκτέον.