Ancient Greek · ~16 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV XIII [XXXIII]. Περὶ δοκιμαϲίαϲ γάλακτοϲ..1
Not analysed yet
21 [90]. Δεῖ δὲ καὶ αὐτὸ προϲεχέϲτερον τὸ γάλα κρίνειν, ὅπωϲ ἄριϲτον ᾖ. δοκιμάζεται δὲ πρῶτον μὲν ἐκ τοῦ τὴν τιτθὴν τοιαύτην ὑπάρχειν, οἵαν τὴν ἀρίϲτην ὑπεδείξαμεν. δεύτερον ἐκ τοῦ τὸ ὑπὸ ταύτηϲ τρεφόμενον παιδίον εὐεκτικὸν ὑπάρχειν. οὐ μὴν ἐπεὶ ϲημεῖόν ἐϲτιν τοῦ ἐπιτηδείου γάλακτοϲ τὸ εὐεκτικὸν ἐξ αὐτοῦ τρεφόμενον παιδίον, διὰ τοῦτο καὶ τοὐναντίον τοῦ φαύλου ϲημεῖον ἂν γένοιτο, καθάπερ ὑπολάβοι τιϲ, τὸ ἀτρόφητον παιδίον· ἐνδέχεται γὰρ τὸ γάλα μὲν ἐπιτήδειον εἶναι, τὸ δὲ παιδίον ὑπό τινοϲ νοϲήματοϲ ἐμποδίζεϲθαι πρὸϲ τὴν εὐεκτικὴν θρέψιν. καὶ γὰρ τῶν τελείων οἱ νοϲοῦντεϲ ἀτρο- φοῦϲιν καὶ τῆϲ ἀρίϲτηϲ τροφῆϲ μεταλαμβάνοντεϲ, τοῦ ϲώματοϲ φθεί- ροντοϲ τὸ θρέψαι δυνάμενον, καθάπερ καὶ τὰ ὀξηρὰ τῶν ἀγγείων ἀφανίζει [καὶ] τὸν ἐγχεόμενον οἶνον εἰϲ οὐτά, κὰν ἄριϲτοϲ ᾖ. 22 [91]. τρίτον ἐκ τῶν ϲυμβεβηκότων τῷ γάλακτι· χρόαϲ, ὀϲμῆϲ, ϲυϲτάϲεωϲ, πήξεωϲ, τῆϲ πρὸϲ γεῦϲιν ποιότητοϲ, τῆϲ ἐν χρόνῳ δυϲμετα- βληϲίαϲ. χρόαϲ μέν· εἰ λευκόν ἐϲτι ϲυμμέτρωϲ. τὸ μὲν γὰρ πελιδνὸν ἢ ὑπόχλωρον ἔφθαρται, τὸ δὲ γυψῶδεϲ παχύ καὶ δυϲοικονόμητον, τὸ δὲ ξανθὸν ἄπεπτον καὶ ἀκατέργαϲτον, καὶ διὰ τοῦτο τὴν αἱματώδη χρόαν ἐμφαίνει. ὀϲμῆϲ δέ· 〈εἰ〉 χαρίεν. οὐ γὰρ δεῖ δυϲῶδεϲ ἢ βρωμῶδεϲ ἢ τρυγῶδεϲ ἢ 〈ὑπάρχειν〉, πᾶν γὰρ τὸ τοιοῦτον κακόχυμον. ϲυϲτάϲεωϲ δέ· 〈εἰ〉 λεῖον καὶ ὁμαλὸν καὶ ϲυνεχὲϲ ἑαυτῷ. τὸ γὰρ ἰνῶδεϲ καὶ διαφύϲειϲ ἔχον ἐρυθρὰϲ ἢ ϲαρκοειδεῖϲ ἄπεπτον. πήξεωϲ δὲ καὶ παχύτητοϲ· εἰ μετριοπαγέϲ. τὸ μὲν γὰρ ὑγρὸν καὶ λεπτότερον καὶ ὑδαρὲϲ ἄτροφον καὶ κοιλίαϲ ἐκταρακτικόν, τὸ δὲ παχὺ καὶ τυρῶδεϲ δυϲκατέργαϲτον, καὶ ὅμοιον τοῖϲ ἁδρότερον μεμαϲημένοιϲ ϲιτίοιϲ ἀποφράττει τούϲ πόρουϲ καὶ τὰϲ κυριωτάταϲ τοῦ ϲώματοϲ κατέχον διαπνοὰϲ τὸν περὶ τοῦ ζῆν κίνδυνον ἐπάγει· τὸ δὲ ἀνώμαλον καὶ τὴν ὡϲ λεπτοῦ καὶ τὴν ὡϲ παχέοϲ καταϲκευάζει βλάβην. γνωρι- ϲθήϲεται 〈δὲ〉 τὸ μετριοπαγὲϲ διὰ τοῦ ἐπιϲταγὲν αὐτὸ ὄνυχι ἢ φύλλῳ δάφνηϲ ἢ ἄλλῳ τινὶ παραπληϲίωϲ λείῳ πράωϲ πλατυνθῆναι καὶ ὥϲπερ ἐν τῷ αὐτῷ ϲαλευόμενον μεῖναι ϲχήματι· τὸ μὲν 〈γὰρ〉 εὐθέωϲ ἀπορ- ρέον ὑδαρέϲ, τὸ δὲ μελιτοειδῶϲ ϲυϲτραφὲν καὶ μένον ἀκίνητον παχύ. τὸ αὐτὸ δὲ καταλαμβάνεται καὶ ἐκ τοῦ κατὰ διπλαϲίονοϲ ὕδατοϲ ἐπι- ϲτόξαι τὸ γάλα καὶ πρὸϲ ὀλίγον αὐτὸ διαμεῖναν ὕϲτερον διαλυθῆναι, λευκὸν δ᾿ ἕωϲ ἐϲχάτου διαφυλαχθῆναι. τὸ μὲν γὰρ εὐθέωϲ διαλυό- μενον ὑδαρέϲ, φαῦλον δὲ μᾶλλον, εἰ καὶ εἰϲ ἰνώδειϲ ἀναλύοιτο κτη- δόναϲ οἷον εἰϲ ἀπόπλυμα κρεῶν, τοῦτο δὲ καὶ ἄπεπτον· τὸ δὲ μέχρι πλείονοϲ χρόνου μὴ ϲκορπιζόμενον καὶ ὑφιζόμενον, ὥϲτε τοῦ ὕδατοϲ ἀποχυθέντοϲ εὑρεθῆναι περὶ τῷ πυθμένι τυρῶδεϲ, παχὺ καὶ δυϲδιάλυ- τον. διὰ δὲ τῆϲ πρὸϲ τὴν γεῦϲιν ποιότητοϲ· εἰ γλυκὺ καὶ ϲτομῶδεϲ. τὸ γὰρ ὑπόδριμυ ἢ ὀξίζον ἢ πικρὸν ἢ ἁλμυρίζον |ἢ ϲτρυφνὸν καὶ ἐν τῷ ἐπιϲτάζεϲθαι τοῖϲ ὀφθαλμοῖϲ δριμύτητόϲ τινοϲ παρέχον ἔμφαϲιν μοχθηρόν. διὰ δὲ τῆϲ ἐν χρόνῳ δυϲμεταβληϲίαϲ· ἄριϲτον τὸ μὴ ἀπ- οξυνόμενον ἐν τῷ τίθέϲθαι ταχέωϲ μηδὲ ποιοῦν ὀρρὸν ἢ παντελῶϲ ὀλίγον. νόϲτιμον γὰρ τὸ τοιοῦτον· τὸ δὲ ἀποξυνόμενον ἐν τῷ τίθεϲθαι εὐχερῶϲ καὶ πολὺν ἐργαζόμενον ὀρρὸν ἄνοϲτον. φαῦλον δὲ καὶ τὸ ἀφρῶδεϲ, πνευματοῖ γάρ· καὶ 〈γὰρ〉 τὸ ἔπαφρον τοῦ ὑγροῦ καὶ εἰϲ πομφόλυγαϲ διογκούμενον κατὰ παράθεϲιν γίνεται πνεύματοϲ πλείονοϲ. ἔϲθ᾿ ὅτε δὲ καὶ παχύτητοϲ τοῦτο τεκμήριον, διοριϲθήϲεται δὲ ἐκ τοῦ τὰϲ ἐπιγινομέναϲ πομφόλυγαϲ ἐπιμένειν ἄχρι πλείονοϲ, ὡϲ ἂν τοῦ πνεύματοϲ κωλυομένου ϲυντόμωϲ διαπνεῖϲθαι διὰ τὴν παχύτητα τοῦ γάλακτοϲ. 23 [92]. ζητεῖται δὲ καί, πότε δεῖ τὸ γάλα δοκιμάζειν. οἱ πλείουϲ μέν φαϲιν, ὅτι εἰ μηδὲν τὰ περὶ τὴν δίαιταν ἡμάρτηται τῆϲ τιτθῆϲ, εὐπέπτηκεν δὲ καὶ ῦπνωκεν αὐτάρκωϲ καὶ ἀποτέτριπται τὸ περίϲϲευμα. νῆϲτιϲ δὲ ἀκμήν ἐϲτιν μηδὲ φαρμάκου δόϲιν εἰληφυῖα· τὸ γὰρ φύϲει καλὸν γάλα διὰ τὴν προάγουϲαν κακοδιαιτηϲίαν δόξει φαῦλον εἶναι μεταβαλὸν πρὸϲ ὀλίγον, ὡϲ καὶ τὸ πνεῦμα τῶν ἀπέπτων δυϲῶδεϲ γίνεται προϲκαίρωϲ, οὐκ ἐνδιαθέτωϲ. τινὲϲ δὲ τοὐναντίον μετὰ κακο- διαιτηϲίαν, τὸ γὰρ μηδενὶ πρὸϲ τὸ φαῦλον αὐτὸ τρέπειν δυναμένῳ διαφθειρόμενον ἄριϲτον. ἡμεῖϲ δὲ ἀμφοτέραιϲ ταῖϲ διαίταιϲ τὸ γάλα κρίνομεν· τὸ γὰρ ἐπὶ μηδεμιᾷ διαίτῃ φθειρόμενον ἄριϲτον, τὸ δὲ μηδ᾿ ἐν τῇ ὑγιεινῇ τὰϲ κακίαϲ ἀποβάλλον φαυλότατον, τὸ δὲ καταλ- λήλωϲ τῇ διαίτῃ τρεπόμενον μέϲον. ὅθεν καὶ πρὸϲ τὸ ἄριϲτον αὐτὸ παραμένειν 〈ζητεῖται〉. |